TLG 3070 001 :: SYMEON LOGOTHETES :: Chronicon (sub nomine Leonis Grammatici vel Theodosii Melisseni vel Julii Pollucis) (redactio A + B operis sub titulo Epitome fort. sub auctore Trajano Patricio) SYMEON LOGOTHETES Hist., Magister, fiq Symeon Metaphrastes Chronicon (sub nomine Leonis Grammatici vel Theodosii Melisseni vel Julii Pollucis) (redactio A + B operis sub titulo Epitome fort. sub auctore Trajano Patricio)
Citation: Page — (line) | ||
3(t1) | ΛΕΟΝΤΟΣ ΓΡΑΜΜΑΤΙΚΟΥ | |
t2 | ΧΡΟΝΟΓΡΑΦΙΑ | |
---|---|---|
t3 | ΛΕΙΠΕΙ ΤΑ ΙΞ ΑΡΧΗΣ ΤΗΣ ΙΣΤΟΡΙΑΣ ΤΑΥΤΗΣ. | |
1 | .... Τοίνυν ἐκ τῶν εἰρημένων ἐννοεῖν ὅτι ἠδύνατο ὁ ἄν‐ θρωπος καὶ μετὰ τὴν παράβασιν εἰς αἰῶνας ζῆν, εἰ ἐγεύσατο τοῦ τῆς ζωῆς ξύλου· διὸ ἵνα μὴ κακὸν ἀθάνατον ᾖ ὁ ἄν‐ θρωπος, τοῦ παραδείσου ἐξοστρακίζεται, ὅπως μὴ γεύσηται | |
5 | τοῦ τῆς ζωῆς ξύλου καὶ ἀθάνατος διαμείνῃ. θνητὸν δὲ αὐ‐ τὸν ἀπεφήνατο ὁ θεὸς νεκρότητι περιβαλών· τοῦτο γὰρ οἱ δερμάτινοι χιτῶνες σημαίνουσιν, ἀπὸ τοῦ λόγου τῆς τῶν ζώων νεκρώσεως, ὅπως διὰ τῆς λύσεως τοῦ σώματος καὶ τῆς δέ‐ | |
σεως ἡ ἁμαρτία πᾶσα αὐτόπρεμνος διαφθαρῇ. | 3 | |
4 | Εἴρηται δὲ ὑπὸ τοῦ θεοῦ τὸ “ἰδοῦ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν” οὐχ ὡς προκό‐ ψαντος αὐτοῦ διὰ τῆς ἀπειθείας ἐπὶ τὴν τῆς ἀρετῆς τε καὶ κακίας γνῶσιν, ἀλλ’ ὡς τοιούτου ἐξ ἀρχῆς πλασθέντος. φθά‐ | |
5 | σασα γὰρ εἶπεν ἡ γραφὴ ὅτι ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν. ὁ δὲ πλασθεὶς κατ’ εἰκόνα θεοῦ δῆλον ὡς προκαταβεβλημένην εἶχεν ἐν τῇ φύσει τὴν γνῶ‐ σιν τοῦ καλοῦ τε καὶ τοῦ πονηροῦ. διὸ ἵνα μὴ τῇ αὐτεξου‐ σιότητι κεχρημένος μεταλάβῃ τοῦ τῆς ζωῆς ξύλου καὶ γένη‐ | |
10 | ται κακὸς ἀθάνατος, ἐξεβλήθη σὺν τῇ Ἔυᾳ εἰς τὴν γῆν τῆς κτίσεως αὐτοῦ. τί γὰρ μετὰ ταῦτα πάντα ἡ θεία γραφή; “καὶ ἐξαπέστειλεν αὐτὸν κύριος ὁ θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη· καὶ ἐξέβαλε τὸν Ἀδάμ, καὶ κατῴκισεν αὐτὸν ἀπέναντι τῆς τρυφῆς τοῦ παρα‐ | |
15 | δείσου, καὶ ἔταξε τὰ χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς.” Μετὰ τὸ ἐκβληθῆναι τὸν ἄνθρωπον ἔξω τοῦ μακαρίου χωρίου ἀκαταμάχητοι φρουροὶ καὶ λίαν ὑπέροπτοι φυλάττειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς ἐτάχθησαν, ὡς μηδένα τοῦ λοι‐ | |
20 | ποῦ ἰσχύειν παρελθεῖν ποσὶ βεβήλοις εἰς ἐκεῖνον τὸν τόπον. καὶ γὰρ μάχαιρα φλογίνη ἐτέθη ἐκεῖ ἐπὶ τῷ τὸν πλησιάζοντα, ἐξ ὕλης ὑπάρχοντα, πυρὶ φλεγόμενον ἀναλίσκεσθαι παραυτὰ | |
καὶ ἀπόλλυσθαι. στρέφεται δὲ ἡ ῥομφαία, ἵνα ἐν τῇ πα‐ | 4 | |
5 | λιγγενεσίᾳ, ὅτε καὶ ὁ ἄνθρωπος αὖθις οἰκήτωρ γένηται τοῦ παραδείσου, τοὺς μὲν δικαίους φωτίσῃ παρερχομένους ἐπὶ τὸν θεῖον τῆς ἀθανασίας χῶρον, τοὺς δὲ ἀδίκους, εἴ γε προσ‐ εγγίσαιεν, καταφλέξῃ. αὐτόματα δὲ πάντα ἡ γῆ ἔφερε πρὸ | |
5 | τῆς παραβάσεως τοῦ Ἀδάμ, καὶ μετὰ τοῦτο μηδὲν φέρειν χω‐ ρὶς πόνου ἐκελεύσθη. Ἐξελθὼν τοίνυν ὁ Ἀδὰμ σὺν τῇ Ἔυᾳ ἐκ τοῦ παραδείσου καὶ συνελθὼν αὐτῇ ἐγέννησε τὸν Κάϊν, εἶτα μετ’ αὐτὸν τὸν Ἄβελ. ἦν δὲ Κάϊν μὲν γεωργὸς γῆς, ποιμὴν δὲ προβάτων | |
10 | Ἄβελ. τοῦ δὲ Ἄβελ ἐκ τῶν πρωτοτόκων προβάτων δῶρα θύσαντος τῷ θεῷ, καὶ τοῦ θεοῦ δεξαμένου, καὶ τοῦ Κάϊν οὐκ ἐκ τῶν πρωτογενημάτων ἀλλὰ μετὰ τὴν ἰδίαν καὶ κοινὴν τῶν καρπῶν ἀπόχρησιν θεῷ προσκομίσαντος, καὶ τοῦ θεοῦ μὴ δε‐ ξαμένου, οὐ μόνον ταῦτα ἀλλὰ καὶ ὅσα ἐφεξῆς ἐκ τῆς Λε‐ | |
15 | πτῆς Γενέσεως ἔχουσι τὰ Μακρὰ ἐπὶ κακίᾳ τοῦ Κάϊν (τοῦτο δὲ ἐγένετο φανερὸν διὰ τοῦ ἐξαποσταλέντος οὐρανόθεν πυρὸς εἰς τὴν τῶν προσενεχθέντων ἐξανάλωσιν), ἐζήλωσεν ὁ Κάϊν τὸν Ἄβελ. ζητητέον ἐν πρώτοις διὰ τί τοῦ Κάϊν οὐ προσή‐ κατο τὴν προσφοράν. λύει τοίνυν τὸ ἀπορούμενον αὐτὴ ἡ | |
20 | γραφὴ φήσασα “καὶ ἐγένετο μεθ’ ἡμέρας, προσήνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς,” ὥστε διὰ τοῦτο ἐλέγχεσθαι τὸν Κάϊν ὅτι μὴ τὰ ἀκροθίνια τῶν γενημάτων μήτε τὰ πρωτο‐ | |
γενήματα προσήνεγκε τῶν καρπῶν τῷ θεῷ, ἀλλὰ ταῦτα μὲν | 5 | |
6 | ἑαυτῷ, θεὸν δὲ ἀσεβῶς τοῖς δευτέροις ἐτίμα. ἔπειτα διὰ τί τὴν μὲν ἐκ θυμάτων τοῦ Ἄβελ προσφορὰν δῶρα ἡ γραφὴ προσαγορεύει, τὰ δὲ τῶν καρπῶν τοῦ Κάϊν δῶρα θυσίαν ὀνο‐ μάζει; ἔστι πάλιν εἰς τὸ ζητούμενον εἰπεῖν, ὀρθῷ χρησάμε‐ | |
5 | νοι στοχασμῷ. δῶρον ἡ τοῦ Ἄβελ ὠνομάσθη θυσία, ἐπειδὴ τοὺς δωρουμένους μιμησάμενος θεῷ προσκομίζει τὸ θῦμα· ὃν γὰρ τρόπον οἱ δωρούμενοι πρὸς ἀρέσκειαν τῶν κομιζομέ‐ νων καὶ τὸ μάλιστα κάλλιστον ἐπιλέγονται, καὶ πᾶν ὁλόκλη‐ ρον καὶ μηδὲν ἐξ αὐτοῦ τὸ σύνολον ἀποτεμόμενοι προσκομί‐ | |
10 | ζουσι τοῖς φίλοις τὸ δῶρον, οὕτως καὶ ὁ Ἄβελ τῶν ζώων θύει τὰ πρωτότοκα καὶ τῶν κρεῶν προσφέρει τὰ πιότατα. ἔοικε γὰρ ἐπιδιαιρεῖν ὁ θύων, καὶ τὸ μὲν αἷμα τῷ θυσια‐ στηρίῳ προσχέειν, τὰ δὲ κρέα οἴκαδε ἀποκομίζειν, ὁ δὲ δω‐ ρούμενος πᾶν τῷ λαμβάνοντι παραχωρεῖ τὸ δῶρον. οὕτως | |
15 | οἶμαι τὰ πρωτότοκα καθιεροῦντα τὸν Ἄβελ φιλόθεον μᾶλλον ἢ φίλαυτον τὴν ἑαυτοῦ συνίστησι προαίρεσιν· ἑαυτῷ δὲ ὁ Κάϊν ἀπονέμων τὰ γενήματα, καὶ τῶν δευτεριῶν ἀσεβῶς τὸν θεὸν ἀξιῶν, τῷ καὶ μεθ’ ἡμέρας ἀλλὰ μὴ εὐθέως προσενε‐ γκεῖν φίλαυτος μᾶλλον ἢ φιλόθεος ἐξελέγχεται, καὶ αὐτὸς μὲν | |
20 | εἰκότως προσκρούει, τὸ δὲ δῶρον ὡς ἀδόκιμον αὐτῷ προσ‐ ρίπτεται. | |
Ὁ Κάϊν πρῶτος ἄροτρον ἐπενόησε καὶ πλεονεξίαν, Ἄβελ | 6 | |
7 | δὲ δικαιοσύνης ἐπεμελεῖτο. κτείνας δὲ τὸν Ἄβελ ὁ Κάϊν ἔκρυψε τὸν νεκρόν, λαθεῖν ἐντεῦθεν οἰόμενος· βοῶντος δὲ πρὸς τὸν θεὸν τοῦ αἵματος ἐπακούει ὁ θεός· δικαίων γὰρ ἐπακούει, κἂν τελευτήσαντες ὦσιν, ἀδίκων δὲ καὶ αὐτὰς ἀπο‐ | |
5 | στρέφεται τὰς εὐχάς. τοὺς μὲν γὰρ καὶ τεθνεῶτας νενόμικε ζῆν, τοὺς δὲ καὶ ζῶντας τὴν ἀληθῆ κέκρικε τεθνηκέναι ζωήν. τιμωρεῖ τὸν Κάϊν οὐκ ἀνελὼν αὐτίκα, ἀλλὰ τρόμον αὐτῷ καὶ στεναγμὸν ἐπὶ πάντα τὸν βίον ἐπαρασάμενος· διόπερ ἐκείνου θάνατον ὡς φονέως ὑφορωμένου φησὶν ὁ θεὸς “οὐχ οὕτως, | |
10 | ἀλλὰ πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει,” ὡς ἄν τις εἴπει “μηδὲ μικρὰν μηδὲ παρατρέχουσαν εἶναι τὴν κατὰ σαυτοῦ δίκην ὑπολάβῃς, μηδὲ μεγάλα προσδοκήσῃς τῇ κατὰ τὸν θάνατον συντομίᾳ τὰ ἐπὶ τοῦ ζῆν διαδιδράσκειν κακά, ἀλλὰ χρή σε τοῦ ἁμαρτήματος ἰσόρροπον ὑφίστασθαι | |
15 | τὴν ἐπιτιμίαν. τοιγαροῦν ὁ τοῦ μεγίστου τῶν ἀδικημάτων τοῖς ἄλλοις ὑφηγητὴς ἑπταπλασίως τιμωρηθήσῃ. διὰ τοῦτο τοίνυν οὐ φονευθήσῃ, ὅτι πᾶς ὁ νῦν τὸν κατὰ σοῦ φόνον ἀποτολμήσας, κακῶν σε τῶν κατὰ τὸν βίον ἀπαλλάξας, ἑπτα‐ πλῆν τὴν κατὰ σοῦ παραλύσει τιμωρίαν.” ἄλλως. οὐχ οὕτως, | |
20 | ἀλλὰ πᾶς ὁ ἀποκτείνας Κάϊν. τουτέστιν ἀποκτείνας μὲν ἕκα‐ στος τῷ ἑαυτοῦ ἁμαρτήματι ἀποθανεῖται· σὲ δὲ φόνου κα‐ τάρξαντα καὶ τοῖς ἄλλοις ὑφηγητὴν τοῦ ἁμαρτήματος γενόμενον ὁ ἀποκτείνας ἑπτὰ ἐκδικούμενα παραλύσει, τουτέστιν ἑπταπλα‐ | |
σίως τιμωρηθῆναί σε δεῖ. τὸ μὲν γὰρ τελευτῆσαι τῶν ἐν τῷ | 7 | |
8 | βίῳ πονηρῶν ἐπάγει τὴν κατάπαυσιν, τὸ δὲ ζῆν ἐν φόβῳ καὶ λύπῃ μυρίους ἐπάγει τοὺς σὺν αἰσθήσει θανάτους. τρέμων οὖν καὶ στένων ὁ Κάϊν, καθάπερ δαίμονι κάτοχος, ἐν ἐπιλη‐ ψίᾳ πάντα τὸν ἐξ αὐτοῦ διῆγε βίον, τοῦτο τοῦ μὴ ἀναιρεθῆ‐ | |
5 | ναι παρὰ θεοῦ λαβὼν τὸ σημεῖον· μετὰ γοῦν τὴν καταδίκην χειρόνως ἐβίω, ἅρπαξ καὶ πλεονέκτης γενόμενος, καὶ πρῶτος μέτρα καὶ σταθμὰ καὶ γῆς ὅρους ἐπενόησε, καὶ πόλιν κτίσας εἰς ἓν συνελθεῖν οἰκείους ἠνάγκασε καὶ εἰς πολέμους ἀπα‐ σχολεῖσθαι. | |
10 | Σάβαν δὲ τὴν ἀδελφὴν αὐτοῦ λαβὼν ὁ Κάϊν εἰς γυναῖ‐ κα ἐκτήσατο υἱὸν τὸν Ἐνώς. ἐκ τούτου γίνεται Γαιδάδ, ἐξ οὗ Μαουήλ, ἐξ οὗ Μαθουσάλα. ὁ δὲ Μαθουσάλας γεννᾷ τὸν Λάμεχ. οὗτος δύο γυναῖκας ἀγόμενος, Ἀδδὰν καὶ Σελ‐ λάν, Ἰουβὰλ μὲν κιθαρῳδὸν Ἰωβὴλ δὲ κτηνοτρόφον ἐκ τῆς | |
15 | Ἀδδᾶς παῖδας ἐκτήσατο, Θοβὲλ δὲ σφυροκόπον χαλκοῦ καὶ σιδήρου καὶ Νοεμᾶν θυγατέρα ἐκ τῆς Σελλᾶς. καὶ τὸ μὲν ἐκ Κάϊν γένος μέχρι τούτου μνήμης ἠξίωται ἐν τοῖς βιβλί‐ οις, τοῦ δὲ ἀριθμοῦ τῶν πρώτων ἀποκεκήρυκται, ἵνα μηδὲ τοῖς πρώτοις ᾖ συνταττόμενος μηδὲ τῶν ἐφεξῆς ἀφηγούμε‐ | |
20 | νος· διὰ δὲ τὸ τῆς προαιρέσεως ἄγριον ὥσπερ ἐπὶ τὴν ἄλο‐ γον ἐκ τῆς λογικῆς φύσεως ἐξώρισται. Κάϊν, ὡς λέγει Μωϋ‐ | |
σῆς, τῆς οἰκίας πεσούσης ἐπ’ αὐτὸν ἐτελεύτησεν. ὁ δὲ Ἀδὰμ | 8 | |
9 | γενόμενος ἐτῶν σλʹ ἐγέννησε τὸν Σήθ· καὶ τούτοις ἑπτακόσια ἐπιζήσας ἔτη θνήσκει κατ’ αὐτὴν τῆς παραβάσεως ἡμέραν· χιλιονταετίας γὰρ τῆς τοῦ θεοῦ ἡμέρας ἐχούσης τὸ διάστη‐ μα, ἐννακόσια μόνον ἔτη ζήσας τελευτᾷ. τοῦτον λέγεται πρῶ‐ | |
5 | τον εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθη, ταφῆναι, καὶ τὸ μνῆμα αὐ‐ τοῦ κατὰ τὴν τῶν Ἱεροσολύμων γεγονέναι γῆν Ἑβραϊκή τις ἱστορεῖ παράδοσις. ἦν δὲ ἄρα πρὸ πάντων ἀκόλουθον εἰς τὴν γῆν ταφῆναι, ὅτι πρῶτος ἀκούει παρὰ θεοῦ “γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ·” ἀφανὲς γάρ φησι τὸ τοῦ Ἄβελ γεγενῆ‐ | |
10 | σθαι σῶμα, τοῖς μετέπειτα δικαίοις ἀγαθὰς ὑποφαίνων ἐλ‐ πίδας. Σὴθ Ἀζουρὰν ἀγόμενος τὴν ἀδελφὴν διακοσίων πέντε ὑπάρ‐ χων ἐτῶν ἐγέννησε τὸν Ἐνώς. “πρῶτος οὗτος ἤλπισεν ἐπικαλεῖ‐ σθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ” τουτέστιν ἐν θεοῦ ὀνόματι | |
15 | προσαγορεύειν τὸν θεόν. οὗτος ὁ Σὴθ ἔθηκεν ὀνόματα τοῖς πέντε πλανήταις, Κρόνον Δία Ἄρεα Ἀφροδίτην Ἑρμῆν· τοὺς γὰρ δύο φωστῆρας ἥλιον καὶ σελήνην θεοὺς ἐκάλεσε· πρῶ‐ τος γὰρ τὴν τῶν οὐρανίων κινήσεων σοφίαν ἐπενόησε. τοῦ δὲ Ἀδὰμ προειπόντος φθορὰν ἔσεσθαι τοῦ παντὸς κόσμου ἢ | |
20 | δι’ ὕδατος ἢ διὰ πυρός, στήλας δύο ἐπινοήσαντες οἱ ἐκ τοῦ Σήθ, μίαν ἐκ πλίνθου καὶ ἄλλην ἐκ λίθου, τὰ τῆς ἐπιστήμης | |
ἐνεκόλαψαν. οὗτος ὁ Σὴθ πρῶτος τὰ Ἑβραϊκὰ γράμματα | 9 | |
10 | ἐξευρὼν συνεγράψατο. Ἐνὼς ἐγήματο Ἐμμὰν τὴν ἀδελφὴν αὐτοῦ, ρϛʹ ἐτῶν γενόμενος, καὶ γεννᾷ τὸν Καϊνᾶν. Καϊνᾶν ἑκατὸν ἑβδομήκοντα ἐτῶν ὑπάρχων ἐγέννησε τὸν Μαλελεήλ. Μαλελεὴλ ἐτῶν ἑκατὸν ἑξήκοντα πέντε γενόμενος ἐγέννησε τὸν | |
5 | Ἰάρεδ. Ἰάρεδ γενόμενος διακοσίων ἑξήκοντα δύο ἐτῶν ἐγέν‐ νησε τὸν Ἐνώχ. οὗτος πρῶτος γράμματα μανθάνει καὶ δι‐ δάσκει, καὶ θείων μυστηρίων ἀξιοῦται ἀποκαλύψεως. Ἐνὼχ ἑκατὸν ἑξήκοντα πέντε ἐτῶν γενόμενος ἐγέννησε τὸν Μαθου‐ σάλαν, καὶ διακόσια πρὸς τούτοις ἐπιβιώσας ἔτη, καὶ τοῖς | |
10 | Ἐγρηγόροις τὴν ἐκ παραβάσεως ἐπιμαρτυρούμενος τιμωρίαν, μετατίθεται εἰς Ἐδέμ, ἔνθα ὁ παράδεισος. σημειωτέον ὅπως ἡνίκα ἄγγελοι τὴν ἐπὶ τὸ φαῦλον διολισθάνουσι τροπήν, τη‐ νικαῦτα ἄνθρωπος τῆς εἰς τὸ ἄμεινον καταξιοῦται μεταβο‐ λῆς· ἐν γὰρ ταῖς ἡμέραις τούτου καταβεβηκέναι λέγονται οἱ | |
15 | ἄγγελοι ἐπὶ τῆς γῆς, οἳ καὶ Ἐγρήγοροι ὠνομάσθησαν. Μα‐ θουσάλα ἑκατὸν ὀγδοήκοντα ἐτῶν γενόμενος ἐγέννησε τὸν Λά‐ μεχ. Λάμεχ ἐτῶν ἑκατὸν ὀγδοήκοντα ὀκτὼ ὑπάρχων ἐγέν‐ νησε τὸν Νῶε. Νῶε ἐτῶν πεντακοσίων γενόμενος ἐγέννησε τὸν Σήμ, καὶ μετ’ αὐτὸν ἐγέννησε τὸν Χάμ, καὶ μετ’ αὐτὸν | |
20 | τὸν Ἰάφεθ. Οἱ Ἐγρήγοροι πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων ἐπι‐ μιξίαν ποιησάμενοι γεννῶσι τοὺς γίγαντας, μαντείας τε αὖ καὶ γοητείας ἀνθρώποις εἰσηγηταὶ γενόμενοι, ἔτι δὲ ἀστρονο‐ | |
μίας τε καὶ ἀστρολογίας καὶ πάσης ὑψηλῆς καὶ μετεώρου κι‐ | 10 | |
11 | νήσεως, καὶ ταῖς γυναιξὶ τούτων ἁπάντων παραδεδωκότες τὴν γνῶσιν, εἰς ἄκρον ἐλθεῖν πονηρίας τοὺς ἀνθρώπους παρεσκεύα‐ σαν. τέκνα τῶν Ἐγρηγόρων λέγει πνεύματα πονηρὰ φιλήδονά τε καὶ φιλοσώματα ὑπάρχειν· ἐφ’ οἷς εἰς τὴν καθ’ ἑαυτῶν | |
5 | ἀγανάκτησιν παροργίσαντες τὸν θεὸν εἰς τοὺς τῆς γῆς κατα‐ ταρταροῦνται πυθμένας. κατακλυσμῷ δὲ τοὺς πάντας δια‐ φθεῖραι βουληθεὶς ὁ θεὸς προστάσσει τῷ Νῶε, μόνῳ διὰ δι‐ καιοσύνην εὐαρεστήσαντι, κιβωτὸν κατασκευάσαι πρὸς τὴν αὐτοῦ τε καὶ τοῦ γένους διατήρησιν. καὶ ἡ μὲν κιβωτὸς ἐφ’ | |
10 | ὅλοις ἑκατὸν ὑπ’ αὐτοῦ κατασκευάζεται ἔτεσι· μηκύνονται δὲ οἱ χρόνοι τῆς κατασκευῆς διὰ τὴν πολλὴν αὐτοῦ ἀγαθό‐ τητα· τὴν γὰρ τῆς φθορᾶς ἐπαγωγὴν διὰ μακροθυμίαν ἀνα‐ βαλλόμενος οὐκ ἐποιεῖτο, τοῖς εἰς μετάνοιαν τοῖς συνιοῦσιν ἐπιμετρῶν καιρόν. | |
15 | Εἰσελθόντος δὲ εἰς τὴν κιβωτὸν Νῶε καὶ τῶν τριῶν αὐ‐ τοῦ υἱῶν, καὶ εἰσαγαγόντος κατὰ θείαν ἐπιτροπὴν ἀπὸ μὲν τῶν καθαρῶν ζώων ἑπτὰ ἑπτὰ ἀπὸ δὲ τῶν ἀκαθάρτων δύο δύο, ὡς περιφυλαχθῆναι ἀπαρχὴν εἰς τὴν ἑκάστου γένους διαμονήν, ἐπῆλθεν ὁ κατακλυσμὸς ἐπὶ τὴν γῆν ἑξακοσιοστὸν | |
20 | ἔτος ἄγοντος τοῦ Νῶε, καὶ ἐγένετο ἐφ’ ὅλας τεσσαράκοντα ἡμέρας καὶ νύκτας ἴσας τῶν ὑδάτων ἡ καταφορά. κεκοπα‐ κότος δὲ ἤδη τοῦ ὕδατος, καὶ τῆς κιβωτοῦ τῶν τῆς Ἀρμε‐ νίας ἐπικλυσάσης ὀρῶν, ἐξέρχεται Νῶε καὶ οἱ τρεῖς υἱοὶ αὐ‐ τοῦ μετὰ τῶν γυναικῶν αὐτῶν αὐτῶν καὶ πάντων, καὶ ἐξ αὐτῆς ἐκ‐ | |
25 | βάλλει τὰ ζῶα. Νῶε δὲ θυσίαν προσαγαγὼν τῷ θεῷ ἱκετεύει | 11 |
12 | μηκέτι ποιῆσαι κατακλυσμόν. ἀποδεξάμενος οὖν ὁ θεὸς τὴν τοῦ ἄνδρος ἀρετὴν ὑπέσχετο, σημεῖον ἐπιθεὶς τὸ τόξον τῆς ἴριδος. ἐγένετο ὁ κατακλυσμὸς τῷ ἑξακοσιοστῷ ἔτει τοῦ Νῶε. γίνονται ἀπὸ Ἀδὰμ μέχρι Νῶε καὶ τοῦ κατακλυσμοῦ ἔτη δισ‐ | |
5 | χίλια διακόσια τεσσαράκοντα δύο. Ἐν δὲ τῷ δευτέρῳ ἔτει μετὰ τὸν κατακλυσμὸν Σὴμ γε‐ νόμενος ἑκατὸν ἐτῶν ἐγέννησε τὸν Καϊνᾶν. Καϊνᾶν γενόμε‐ νος ἑκατὸν τριάκοντα ἐτῶν ἐγέννησε τὸν Σάλα. τοῦτον ὁ πατὴρ αὐξηθέντα γράμμασιν ἐξεπαίδευσε. καὶ δή ποτε ὁ | |
10 | Σάλα ἑαυτῷ πορευθεὶς ἀποικίαν κατασκέψασθαι, ἐλθὼν κατὰ τὴν Χαλδαίων, γράμματα ἐπὶ τινῶν εὑρίσκει διακεχαραγμένα πετρῶν· τὰ δὲ ἦν ἄρα τῶν Ἐγρηγόρων αἱ παραδόσεις. ταῦ‐ τα δὲ ἐκγραψάμενος ὁ Σάλα αὐτός τε ἐν αὐτοῖς ἐξημάρτανε, καὶ τοὺς ἄλλους τὴν ἐν αὐτοῖς ἀτοπίαν ἐξεπαίδευε. Σάλα | |
15 | γενόμενος ἑκατὸν τριάκοντα ἐτῶν ἐγέννησε τὸν Ἔβερ. ἐπὶ τούτου πάλιν οἱ ἄνθρωποι εἰς ἄπειρον πληθύνονται ἀριθμόν, καὶ εἰς ἄκρον αὐξηθέντες πονηρίας πύργον ἐννοοῦσι κατα‐ σκευάσαι οὐρανομήκη, τὴν εἰς οὐρανὸν ἑαυτοῖς ἄνοδον διὰ τούτου προμηθούμενοι. τὸν δὲ πύργον ᾠκοδόμουν προστάξει | |
20 | Νεβρὼδ πρὸς ἀποφυγὴν τῶν ἐπομβρίων ὑδάτων, ὡς ἐπιβου‐ λεύοντος αὐτοῖς τοῦ θεοῦ διὰ τοῦ ὕδατος. ἦσαν δὲ τὰ πάν‐ τα τῶν οἰκοδομούντων ἔθνη ἑβδομήκοντα, φωνὴ δὲ αὐτοῖς | |
πᾶσιν ἐνυπῆρχε μία· Νεβρὼδ δὲ αὐτοῖς ὁ γίγας, Χουσὲ τοῦ | 12 | |
13 | Αἰθίοπος υἱός, εἰς βρῶσιν ἀγρεύων ἐχορήγει ζῶα. ὁ δὲ Ἔβερ ὁ τοῦ Σάλα υἱὸς ἐπείγειν ἐκεχείριστο τὴν οἰκοδομήν. δοκοῦντος δὲ αὐτοῖς ἤδη τοῦ ἔργου προκόπτειν συγχέει τὰς γλώσσας ὁ θεὸς εἰς εἴδη φωνῶν κατατεμών. φασὶ δὲ μόνον | |
5 | τὸν Ἔβερ τὴν ἀρχαίαν διατετηρηκέναι φωνήν· καὶ ταύτην οἱ τούτου διαδεξάμενοι ἀπόγονοι ἑαυτοὺς μὲν πατρωνυμικῶς Ἑβραίους προσηγόρευσαν, Ἑβραΐδα δὲ τὴν φωνὴν ἐκάλεσαν. τεκμήριον δὲ τοῦ ταύτην εἶναι τὴν πρὸ τῆς συγχύσεως φω‐ νὴν τὰ τῶν παλαιῶν ὀνόματα. ἐφ’ ὧν γὰρ κατ’ οὐδεμίαν | |
10 | ἔστι γλῶσσαν τὸ σημαινόμενον ἐπιλύσασθαι, κατ’ αὐτὴν τὸ ζητούμενον ἑρμηνεύεται. οἷον τοῦ Ἀδὰμ καθ’ ἑτέραν μὲν οὐδεμίαν φωνὴν τὸ δηλούμενον εὑρίσκεται, κατὰ δὲ ταύτην ἄνθρωπος νενόηται. καὶ ἡ τοῦ Νῶε προσηγορία δι’ ἑτέρας μὲν οὐδεμιᾶς διαλέκτου ἑρμηνεύεται, κατὰ δὲ ταύτην δικαιο‐ | |
15 | σύνη σημαίνεται, καὶ Χοῦς Αἰθίοψ, καὶ Μεσραεὶμ Αἴγυπτος, καὶ Φαλὲκ διαμερισμός. Ὁ μὲν οὖν πύργος ἐφ’ ὅλα τεσσαράκοντα τρία οἰκοδομη‐ θεὶς ἔτη ὑπὸ τῆς κατὰ τὴν σύγχυσιν διαφωνίας ἔμεινεν ἡμι‐ τελής· σύγχυσις δὲ ἀπὸ τοῦ συμβεβηκότος ἡ περὶ τὸν τό‐ | |
20 | πον ὠνομάσθη πόλις, ἡ αὐτόθι κτισθεῖσα Βαβυλωνία· Βα‐ βυλῶνα γὰρ Ἑβραῖοι τὴν σύγχυσιν ὀνομάζουσιν. ὑστέρωθι δὲ ὁ θεὸς ἀνέμῳ τὸν πύργον ὅλον ἀνατρέπει, καὶ ἔστιν ἀνὰ μέσον Ἀσοὺρ καὶ Βαβυλῶνος εἰσέτι τοῦ πύργου φυλασσόμενα | |
τὰ ἴχνη. | 13 | |
14 | Ἔβερ γενόμενος ἑκατὸν τριάκοντα τεσσάρων ἐτῶν ἐγέν‐ νησε τὸν Φαλέκ. ἐν ἀρχῇ τῶν ἡμερῶν Φαλὲκ οἱ τοῦ Νῶε υἱοὶ διχονοήσαντες τῆς γῆς εἰς ἑαυτοὺς ποιοῦνται τὴν διανέ‐ μησιν. Φαλὲκ γενόμενος ρλʹ ἐτῶν ἐγέννησε τὸν Ῥαγαῦ, καὶ | |
5 | ἐπιβιώσας ἔτη σθʹ ἐτελεύτησε. συνάγεται τὰ πάντα ἔτη ἀπὸ Ἀδὰμ ἐπὶ τὴν τοῦ Φαλὲκ τελευτὴν ἔτη τρισχίλια. ὥστε εἰ‐ κότως ταύτης ἔτυχε τῆς ὀνομασίας ὁ Φαλέκ· μερὶς γὰρ ἑρ‐ μηνεύεται ἑκατέρας προαναφωνῶν τὰς διαιρέσεις. τῆς τε γὰρ γῆς τὴν διακλήρωσιν οἱ τοῦ Νῶε παῖδες ἐπὶ τούτου ποιοῦν‐ | |
10 | ται, καὶ τοῦ ὑπονοουμένου τῶν ἑξακισχιλίων ἐτῶν χρόνου ἡ διαίρεσις ἐπὶ τῆς τελευτῆς τῶν ἡμέρων γίνεται τούτου, ἡ μὲν ἐν ἀρχῇ, ἡ δὲ ἐπὶ τῷ τέλει τῆς ζωῆς αὐτοῦ. τότε μεταστέλ‐ λονται οἱ τρεῖς υἱοὶ τοῦ Νῶε πάντας τοὺς ἐξ αὐτῶν, καὶ δι‐ δοῦσιν αὐτοῖς ἔγγραφον τῶν τόπων τὴν κατανέμησιν, καὶ | |
15 | λαγχάνουσιν ἑκάστῳ καὶ ταῖς ἑκάστου φυλαῖς καὶ πατριαῖς τόποι καὶ κλίματα καὶ χῶραι καὶ νῆσοι καὶ ποταμοὶ κατὰ τὴν ὑποκειμένην ἔκθεσιν. Τῷ μὲν οὖν Σὴμ τῷ πρωτοτόκῳ υἱῷ Νῶε ἀπὸ Περσί‐ δος καὶ Βάκτρων ἕως Ἰνδικῆς καὶ Ῥινοκορούρων, τῷ δὲ Χὰμ | |
20 | τῷ δευτέρῳ υἱῷ τοῦ Νῶε ἀπὸ Ῥινοκορούρων ἕως Γαδείρων τὰ πρὸς νότον, τῷ δὲ Ἰάφεθ τῷ τρίτῳ υἱῷ Νῶε ἀπὸ Μη‐ δείας ἕως Γαδείρων τὰ πρὸς βορρᾶν. ἔστι δὲ αἱ λαχοῦσαι χῶραι κατ’ ὄνομα τῷ Σήμ, τῷ πρωτοτόκῳ υἱῷ τοῦ Νῶε, | |
αἵδε, Περσίς, Βακτριανή, Ὑρκανία, Βαβυλωνία, Κορδύνη, | 14 | |
15 | Ἀσσυρία, Μεσοποταμία, Ἀραβία ἡ ἀρχαία, Ἐλυμαΐς, Ἰν‐ δική, Ἀραβία ἡ εὐδαίμων, Κοιλὴ Συρία, Κομμαγήνη καὶ Φοινίκη πᾶσα· ἔστι δὲ ἐν τῷ μέρει αὐτοῦ ποταμὸς ὁ Εὐ‐ φράτης. | |
5 | Ἐκ δὲ τῆς φυλῆς τοῦ Σὴμ ἀνεφάνη ἄνθρωπος γιγαντο‐ γενής, ὀνομασθεὶς ὑπὸ τοῦ πατρὸς Κρόνος εἰς ἐπώνυμον τοῦ πλανήτου ἀστέρος, ὃς πρῶτος κατέδειξεν ἄρχειν καὶ βασιλεύ‐ ειν Ἀσσυρίων. ἔσχε δὲ γυναῖκα Σεμίραμιν τὴν καὶ Ῥέαν καλουμένην, ἐξ ἧς ἔσχε υἱόν, ὃς ἐπεκλήθη Ζεὺς ὁ καὶ Πῖκος, | |
10 | γήμας τὴν ἰδίαν ἀδελφὴν Ἥραν. ἔσχε δὲ Κρόνος καὶ ἕτερον υἱὸν ὀνόματι Ἄφρον, ᾧ ἀπεκλήρωσε τὴν πρὸς Λιβύην γῆν· ὃς ἔγημε τὴν Ἀστυνόμην, γεννήσας ἐξ αὐτῆς θυγατέρα, ἣν ἐκάλεσεν Ἀφροδίτην. ὁ δὲ Κρόνος ἐξωσθεὶς τῆς βασιλείας ὑπὸ τοῦ ἰδίου υἱοῦ Διὸς κατέλιπε Δία καὶ Νῖνον, υἱοὺς αὐ‐ | |
15 | τοῦ, μετὰ τῆς μητρὸς αὐτῶν Ῥέας βασιλεύειν Ἀσσυρίων· αὐτὸς δὲ κατιὼν ἐν τῇ δύσει κρατεῖ καὶ βασιλεύει πάσης Ἰτα‐ λίας. Ζεὺς οὖν ὑποχωρήσας τῶν Ἀσσυρίων παρεγένετο πρὸς τὸν πατέρα· ὁ δὲ παραχωρεῖ αὐτῷ βασιλεύειν πάσης Ἰτα‐ λίας, καὶ κρατήσας πολλοῖς ἔτεσι καὶ τελευτήσας κατατίθεται | |
20 | ἐν Κρήτῃ. μετὰ δὲ Νῖνον ἐβασίλευσεν Ἀσσυρίων Θούρρας, ὃν μετωνόμασαν Ἄρεα ὡς πολεμικώτατον καὶ γενναῖον ὄντα· ὃν οἱ Ἀσσύριοι Βάαλ θεὸν μετωνόμασαν καὶ ἀναστηλώσαντες | |
σέβονται. μετὰ δὲ τὴν τοῦ Διὸς τελευτὴν Φαῦνος υἱὸς αὐ‐ | 15 | |
16 | τοῦ ἐβασίλευσεν, ὃς μετωνομάσθη Ἑρμῆς· ἦν γὰρ λογιώτα‐ τος πάνυ καὶ μαθηματικός· ὅστις καὶ τὴν τοῦ χρυσοῦ ποίη‐ σιν ἐφεῦρεν ἐκ μετάλλων ἀνθρώποις. Τῷ δὲ Χὰμ τῷ δευτέρῳ υἱῷ τοῦ Νῶε ἔλαχον χῶραι κατ’ | |
5 | ὄνομα αἵδε, Αἴγυπτος, Αἰθιοπία ἡ βλέπουσα κατὰ Ἰνδούς, ἑτέρα Αἰθιοπία, ὅθεν ἐκπορεύεται ὁ τῶν Αἰθιόπων ποταμός, Ἐρυθρὰ ἡ βλέπουσα κατὰ ἀνατολάς, Θηβαΐς, Λιβύη ἡ παρεκ‐ τείνουσα μέχρι Κυρήνης, Μαρμαρίς, Σύρτις, Λιβύη ἡ ἀπὸ ποταμέως παρεκτείνουσα μέχρις ἄκρας Σύρτεως, Νουμιδία, | |
10 | Μασσυρίς, Μαυριτανία ἡ παρεκτείνουσα μέχρις Ἡρακλεωτι‐ κῶν στηλῶν κατέναντι Γαδείρων. ἔχει δὲ ἐν τοῖς κατέναντι βορρᾶν τὰ παρὰ θάλασσαν, Κιλικίαν, Παμφυλίαν, Πισιδίαν, Μυσίαν, Λυκαονίαν, Φρυγίαν, Καβαλίαν, Λυκίαν, Καρίαν, Λυδίαν, Μυσίαν ἄλλην, Τρωάδα, Αἰολίδα, Βιθυνίαν, τὴν | |
15 | ἀρχαίαν Φρυγίαν. ἔχει δὲ καὶ νήσους Σαρδινίαν, Κρήτην, Κύπρον, καὶ ποταμὸν Γηὼν τὸν καλουμένον Νεῖλον. Τῷ δὲ Ἰάφεθ τῷ τρίτῳ υἱῷ τοῦ Νῶε ἔλαχον χῶραι κατ’ ὄνομα αἵδε, Μηδία, Ἀλβανία Ἀμαζονίς, Ἀρμενία μι‐ κρά τε καὶ μεγάλη, Καππαδοκία, Παφλαγονία, Γαλατία, | |
20 | Κολχίς, Βοσπόρη, Μαιῶτις, Δερβίς, Σαρματίς, Ταυριανίς, Βαστρανίς, Σκυθία, Θρᾴκη, Μακεδονία, Δαλματία, Μολοσσίς, | |
Θεσσαλία, Λοκρίς, Βοιωτία, Αἰτωλία, Ἀττική, Ἀχαΐα, Πελ‐ | 16 | |
17 | λήνη, ἡ καλουμένη Πελοπόννησος, Ἀρκαδία, Ἠπειρῶτις, Ἰλ‐ λυρίς, Λυχνῖτις, Ἀδριακή, ἀφ’ ἧς τὸ πέλαγος τὸ Ἀδριακόν. ἐπὶ δὲ αὐτῷ καὶ νῆσοι αἵδε, Βρεττανία, Σικελία, Εὔβοια, Ῥόδος, Χίος, Λέσβος, Κύθηρα, Ζάκυνθος, Κεφαληνία, Ἰθάκη, | |
5 | Κέρκυρα καὶ αἱ Κυκλάδες, καὶ μέρος τι τῆς Ἀσίας ἡ κα‐ λουμένη Ἰωνία. ποταμὸς δ’ ἔστιν ἐν τοῖς αὐτοῖς μέρεσι Τί‐ γρις ὁ διορίζων μεταξὺ Μηδίας καὶ Βαβυλῶνος. ἐκ δὲ τῶν τοῦ Ἰάφεθ υἱῶν ἀπὸ μὲν τοῦ Γόμερ Γομαρεῖς οἱ νῦν Γαλά‐ ται, ἐκ δὲ τοῦ Μαγὼθ οἱ νῦν Σκύθαι, καὶ ἀπὸ Μάδου Μῆ‐ | |
10 | δοι, ἐκ δὲ Ἴωνος Ἴωνες καὶ οἱ λοιποὶ Ἕλληνες, ἐκ δὲ τοῦ Θόβελ Θοβηλοὶ οἱ νῦν Ἴβηρες, ἀπὸ δὲ Μεσχῶ Μεσχηνοὶ οἱ νῦν Καππάδοκες, διὸ καὶ Μάζακα ἡ παρ’ αὐτοῖς μητρόπολις, ἀπὸ δὲ Θῆρα Θρᾷκες, ἀπὸ δὲ Θάρρου Θαρσεῖς οἱ νῦν Κί‐ λικες, ἀφ’ οὗ καὶ Ταρσὸς ἡ παρὰ Κίλιξι πόλις ἀξιολο‐ | |
15 | γωτάτη. Γενομένης δὲ τῆς δηλωθείσης διανεμήσεως, ὁ μὲν Σὴμ ἔνθα καὶ ὁ πατὴρ αὐτοῦ κατοικισθεὶς τὴν τῆς κληρονομίας αὐτοῦ μοῖραν εἰς τοὺς παῖδας κατατέμνει τοὺς ἑαυτοῦ, ὁ δὲ Χὰμ υἱὸς Χαναὰμ ἰδὼν τὴν πρὸς τῷ Λιβάνῳ γῆν, ὅτι ἀγα‐ | |
20 | θή τέ ἐστι καὶ εὔφορος καὶ κατὰ πολὺ τῆς ἑαυτοῦ διαλλάτ‐ τουσα, αὐτόθι κατασκηνοῖ, τῶν τοῦ Σὴμ ἐγγόνων ταύτην ἀπο‐ τεμόμενος τὴν μοῖραν, καίτοι τοῦ πατρὸς αὐτὸν καὶ τῶν | |
ἀδελφῶν κωλυόντων, καὶ ὑπόμνησιν παρεχομένων ὧν ὁ πα‐ | 17 | |
18 | τὴρ Νῶε τοῖς παραβαίνουσιν αὐτοῦ τὴν κρίσιν ἐπηράσατο. ἐντεῦθεν πᾶσα ἡ γῆ ἐκείνη Χαναναία προσηγορεύθη. Τῶν τριῶν τοίνυν υἱῶν τοῦ Νῶε τριχῇ, καθὼς εἴρηται, τὸν κόσμον διανειμαμένων, ἀναγκαῖόν ἐστι λοιπὸν ἀναδραμεῖν | |
5 | ἐπὶ τὸ προκείμενον. καταλήξαντες δὲ ἐπὶ τὴν ἐκ Φαλὲκ τοῦ Ῥαγαῦ γένεσιν, ἀρξώμεθα πάλιν ἀπ’ αὐτοῦ. Ῥαγαῦ γενόμενος ρλβʹ ἐτῶν ἐγέννησε τὸν Σερούχ. ἐπὶ τούτου οἱ ἄνθρωποι τὸν κατ’ ἀλλήλων αὐξήσαντες τῦφον στρατηγούς τε ἑαυτοὺς κατεστήσαντο καὶ βασιλεῖς, καὶ τό‐ | |
10 | τε πρῶτον πολεμικὰ κατασκευάσαντες ὄργανα πολεμεῖν ἀλ‐ λήλους ἐνήρξαντο. καὶ εὐθὺς οἱ ἀπὸ Χαναὰμ ἡττῶνται καὶ πρῶτοι τῆς δουλείας ὑποπίπτουσι τῷ ζυγῷ κατὰ τὴν τοῦ Νῶε κατάραν. Σεροὺχ γενόμενος ρλʹ ἐτῶν ἐγέννησε τὸν Να‐ χώρ· ᾤκει δὲ ὁ Σεροὺχ ἐν γῇ Χαλδαίων καὶ ἐν Ὢρ τῇ πό‐ | |
15 | λει. αὐξηθέντα δὲ τὸν Ναχὼρ ἐδίδαξεν ὁ πατὴρ παντὸς ἐπί‐ λυσιν, οἰωνῶν τῶν τε ἐν οὐρανῷ καὶ σημείων διακρίσεις, καὶ τῶν ἐπὶ τῆς γῆς ἁπάντων, καὶ πᾶσαν Χαλδαϊκὴν μαντείαν. καὶ Ναχὼρ γενόμενος οθʹ ἐτῶν ἐγέννησε τὸν Θάρρα. Νίνου δὲ τοῦ πρώτου βασιλέως Ἀσσυρίων τεσσαρακοστὸν ἕκτον ἄγον‐ | |
20 | τος ἔτος τῆς βασιλείας γεννᾶται Ἀβραάμ. οὗτος γήμας τὴν ἑαυτοῦ μητέρα Σεμίραμιν, τὴν καὶ Ῥέαν, κτίζει πόλιν Νι‐ νευί, ἐπονομάσας αὐτὴν Νῖνον· ἀφ’ οὗ Πέρσαις νόμος τὰς | |
ἑαυτῶν μητέρας γαμεῖν καὶ ἀδελφάς, καθὼς καὶ Ζεὺς τὴν | 18 | |
19 | ἰδίαν ἀδελφὴν Ἥραν. μεθ’ ὃν ἐβασίλευσεν Ἀσσυρίων ἡ τού‐ του γυνὴ Σεμίραμις, ἥτις κατεσκεύασε τὰ χώματα διὰ τοὺς κατακλυσμούς. κατὰ δὲ τοὺς αὐτοὺς χρόνους παρ’ Αἰγυπτί‐ οις ἦν ἑξκαιδεκάτη δυναστεία, καθ’ ἣν ἐβασίλευον Θηβαῖοι. | |
5 | Θάρρα γενόμενος ἐτῶν ἑβδομήκοντα ἐγέννησεν ἐκ γυναι‐ κὸς Ἔδνας, θυγατρὸς Ἀβραὰμ πατραδέλφου αὐτοῦ, τὸν Ἀβραάμ, ὅν τινα ἡ μήτηρ ἐκάλεσεν ἐπ’ ὀνόματι τοῦ ἑαυτῆς πατρός· ἔφθη γὰρ ἐκεῖνος πρὸ τῆς τούτου γενέσεως τετελευ‐ τηκέναι. ἐγέννησε δὲ ἔτι ὁ Θάρρα τὸν Ἄρραν καὶ τὸν Να‐ | |
10 | χώρ. ὁ δὲ Ἀβραὰμ λαμβάνει παρὰ τοῦ πατρὸς γυναῖκα τὴν Σάρραν. οὗτος μόνος, τῶν πανταχῇ τὴν περὶ τὰ εἴδωλα πλάνην νοσούντων, τὸν ἀληθῆ θεὸν ἐπέγνω. καὶ ὁ Ἄρραν δὲ ἀγαγόμενος γυναῖκα υἱὸν ἐκτήσατο τὸν Λώτ, θυγατέρα δὲ Μελχάμ· ταύτην δὲ ἑαυτῷ ὁ Ναχὼρ λαμβάνει εἰς γυναῖκα. | |
15 | ἤδη δὲ ἑξηκοστὸν ἔτος ἄγων ὁ Ἀβραάμ, ὡς οὐκ ἐδόκει τὸν πατέρα πείθειν καὶ τοὺς ἄλλους οἰκείους τῆς πρὸς τὰ εἴδω‐ λα δεισιδαιμονίας μεταθέσθαι, λανθάνει νυκτὸς τῶν εἰδώλων ἐμπρῆσαι τὸν οἶκον. ἤδη δὲ ἐξ αὐτῶν ἀναλωθέντων οἱ ἀδελ‐ φοὶ περινοήσαντες ἀναπηδῶσι, βουλόμενοι ἐκ μέσου τοῦ πυ‐ | |
20 | ρὸς ἐξελέσθαι τὰ εἴδωλα. φιλοτιμότερον δὲ ὁ Ἄρραν τῷ προστάγματι προσφερόμενος ἐν μέσῳ διαφθείρεται τοῦ πυ‐ ρός· καὶ θάψας αὐτὸν ὁ πατήρ, ἐγγὺς ὢν τῇ πόλει τῶν | |
Χαλδαίων, μετανίσταται πάντας ἀποφερόμενος τοὺς οἰκείους | 19 | |
20 | εἰς Χαρρὰν τῆς Μεσοποταμίας. ἐνταῦθα δὲ Ἀβραὰμ δέκα τῷ πατρὶ καὶ πέντε συνοικήσας ἔτη ἐννοεῖ ποτὲ νυκτὸς ἐκ τῆς τῶν ἄστρων κινήσεως τοῦ ἐπιόντος καιροῦ κατασκέψασθαι τὴν πιότητα· ἦν γὰρ οὐ μετρίως ὑπὸ τοῦ πατρὸς ἅπασαν | |
5 | τὴν τοιαύτην ἐξασκηθεὶς ἐπιστήμην. καὶ δὴ μετὰ τὴν ἑκά‐ στου τῶν ζητουμένων διάγνωσιν συνίησι περιττὴν ἅπασαν εἶ‐ ναι τὴν τοιαύτην περιεργίαν· δύνασθαι γὰρ αὖθις τὸν θεόν, εἰ βούλοιτο, μετασκευάσαι πρὸς τὸ οἰκεῖον βούλημα τὰ προε‐ γνωσμένα. πᾶσιν οὖν τούτοις καὶ τοῖς τοιούτοις ἐξ ὅλης ἀπο‐ | |
10 | ταξάμενος ψυχῆς, καὶ τελείαν τῆς περὶ τὸ θεῖον εὐσεβείας δοὺς τὴν ἀπόδειξιν, ἀκούει παρὰ θεοῦ “ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου,” καὶ ἐξελθὼν ἅμα τῇ γυ‐ ναικὶ Σάρρᾳ καὶ τῷ Λὼτ τῷ ἀδελφιδῷ μετοικίζεται εἰς τὴν Ἀρφαξὰδ τοῦ πατρὸς αὐτοῦ μερίδα, ἣν οἱ Χαναναῖοι κατα‐ | |
15 | σχόντες τὴν Χαναναίαν ἐκάλεσαν, ὢν ἐτῶν οεʹ. Ὁμοῦ τοίνυν γίνεται ἔτη μέχρι τῆς παροικεσίας Ἀβραὰμ τοσαῦτα. ὁ διαμερισμὸς τῆς γῆς γέγονε τῇ ἀρχῇ τῶν ἡμε‐ ρῶν Φαλέκ. ἀπὸ δὲ τοῦ διαμερισμοῦ τῆς γῆς ἔτη ͵αϛʹ, ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἔτη χίλια δεκαπέντε, ἀπὸ δὲ Ἀδὰμ ἔτη | |
20 | τρισχίλια διακόσια ἑβδομήκοντα ἑπτά. Διατρίψας δὲ ὁ Ἀβραὰμ μετὰ τὴν ἔξοδον ἐν τῇ γῇ τῶν Χαναναίων ἔτη εἰκοσιπέντε γεννᾷ τὸν Ἰσαάκ. πρὸ δὲ τοῦ | |
Ἰσαὰκ γεννᾶται ἐκ τοῦ Ἀβραὰμ ὁ Ἰσμαὴλ ἀπὸ τῆς Ἄγαρ, | 20 | |
21 | ἀφ’ οὗ τὸ τῶν Ἰσμαηλιτῶν γένος, οἱ δὲ αὐτοὶ Ἀγαρηνοί, οἱ καὶ Σαρακηνοὶ καλούμενοι. κατὰ τοῦτον ὁ θεὸς τὸν καιρὸν πῦρ κατὰ τῆς Πενταπόλεως ὑετίζει, καὶ ἀναλίσκει μὲν ἐξ αὐ‐ τῆς ἅπαν τὸ γένος τῶν ἀνθρώπων, διαφθείρει δὲ καὶ αὐτὸ | |
5 | ἀπὸ τῆς γῆς τὸ ἀνάστημα, καὶ τῆς προκειμένης θαλάσσης νε‐ κροῦται τὰ ὕδατα. ὀλίγῳ δὲ ὕστερον ἀπὸ τῆς κατὰ Μαμ‐ βρὴν δρυὸς μεταναστὰς ὁ Ἀβραὰμ ἐπὶ τὸ φρέαρ κατασκη‐ νοῖ τοῦ ὅρκου, ἑαυτῷ τε ἰδίᾳ καὶ τοῖς οἰκέταις αὐτοῦ κατὰ συγγενείας πηξάμενος σκηνάς. τότε πρῶτον Ἀβραὰμ τῆς σκη‐ | |
10 | νοπηγίας ἐφ’ ἑπτὰ ἡμέραις ἐπιτελεῖ τὴν ἑορτήν, ἣν εἰσέτι καὶ νῦν ὁ Ἰσραὴλ ἑορτάζει σκηνοπηγῶν. εἰκοσιπέντε ἐτῶν ἦν, φησίν, ὁ Ἰσαάκ, ὅτε πρὸς θυσίαν ἀνήχθη. εἰς ἐκεῖνον δὲ τὸν τόπον τὸ θυσιαστήριον ᾠκοδόμησεν Ἀβραάμ, ἔνθα ὕστε‐ ρον Δαυὶδ τὸ ἱερὸν ἱδρύσατο. | |
15 | Ἰσαὰκ δὲ γενόμενος ἐτῶν ἑξήκοντα γεννᾷ τὸν Ἡσαῦ καὶ τὸν Ἰακώβ. ἑβδομηκοστὸν καὶ πέμπτον ἄγων ἔτος φεύγει μὲν Ἡσαῦ τὸν ἀδελφὸν αὐτοῦ, καταντᾷ δὲ πρὸς Λάβαν εἰς Χαρ‐ ρὰν τῆς Μεσοποταμίας· ἀδελφὸς δὲ ἦν ὁ Λάβαν τῆς Ῥε‐ βέκας τῆς μητρὸς Ἰακώβ. τούτου νέμει τὰ πρόβατα ἐφ’ ὅλοις | |
20 | ἔτεσιν εἴκοσι, δεκατέσσαρα μὲν Λίαν λαβὼν καὶ Ῥαχὴλ τὰς τοῦ Λάβαν θυγατέρας πρὸς γάμον, ἐπὶ δὲ τοῖς ἓξ ῥητὸν μι‐ σθὸν ποιησάμενος σύμφωνον. ὑστέρωθι δὲ κομίζεται παρὰ | |
τῶν γυναικῶν Βάλλαν καὶ Δελφᾶν τὰς παιδίσκας, καὶ παιδο‐ | 21 | |
22 | ποιεῖται ἐκ τῶν τεσσάρων γυναικῶν, ἐν τοῖς δεκατέσσαρσιν ἔτεσιν οἷς ἐπὶ τῆς Μεσοποταμίας μετὰ τὴν πρώτην διέτριψεν ἑπταετίαν, υἱοὺς μὲν ἕνδεκα καὶ θυγατέρα μίαν, ἐκ μὲν τῆς Λίας γεννήσας τὸν Ῥουβὴμ καὶ τὸν Συμεὼν καὶ τὸν Λευὶ | |
5 | καὶ τὸν Ἰούδαν καὶ τὸν Ἰσάχαρ καὶ τὸν Ζαβουλὼμ καὶ τὴν Δίναν, ἐκ δὲ τῆς Ῥαχὴλ τὸν Ἰωσήφ, ἐκ δὲ τῆς Βάλλας τὸν Δᾶν καὶ τὸν Νεφθαλείμ, ἐκ δὲ τῆς Δελφᾶς τὸν Γὰδ καὶ τὸν Ἀσηρ. τῷ εἰκοστῷ δὲ ἔτει διαφυγὼν τὸν Λάβαν ὁ Ἰα‐ κὼβ ἑβδόμῃ ὑπ’ αὐτοῦ καταλαμβάνεται ἡμέρᾳ ἐν τῷ ὄρει Γα‐ | |
10 | λαάδ. ἐνταῦθα ἐνωμότως ποιησάμενοι συνθήκας χωρίζονται, ὁ μὲν Λάβαν εἰς Χαρράν, ὁ δὲ πλησίον Σικήμων εἰς πόλιν Σαλήμ. ἐνταῦθα ὑφίσταται ὑπὸ Συχὲμ τὴν βίαν ἡ Δίνα. ἔτι δὲ τίκτει ἡ Ῥαχὴλ τῷ Ἰακὼβ τὸν Βενιαμίν, καὶ τελευτή‐ σασα θάπτεται ἐν γῇ Ἐφραθᾶ, ἔνθα νῦν ἔστιν ἡ Βηθλεέμ. | |
15 | Συμεὼν δὲ καὶ Λευὶ τῆς ἀδελφῆς ἐκδικοῦσι τὴν ὕβριν, παντὶ δόλῳ χρησάμενοι εἰς τοὺς περὶ τὸν Συχέμ. ὁ δὲ Ἰακὼβ τῆς ὁράσεως ὑπομνησθεὶς ἧς ἐθεάσατο κατὰ τὴν ἄφιξιν τὴν εἰς Μεσοποταμίαν, ἀνέρχεται εἰς Βαιθὴλ (τοῦτο γὰρ ἦν ὄνομα τῷ τόπῳ, ἐφ’ ᾧ κατοικηθεὶς εἶδε τὸ ὅραμα), καὶ πάντα ἀπο‐ | |
20 | δεκατώσας ἃ ἐκέκτητο, τελευταίους ὑποβάλλει κλήρῳ τοὺς παῖ‐ δας, λαχόντα δὲ τὸν Λευὶ τῷ θεῷ ἀφιεροῖ καὶ καθίστησιν ἱερέα τοῦ θεοῦ, καὶ προσκομίζει πρῶτον τῷ θεῷ θυσίαν τὴν τοῦ παιδὸς ἀποδεκάτωσιν. | |
Ἐπειδὴ τοίνυν τὸ Λευιτικὸν γένος ἐπὶ Ἀαρὼν κατατρέ‐ | 22 | |
23 | χει καὶ Μωϋσῆν, ὧν ὁ μὲν ἱερατεύει ὁ δὲ στρατηγεῖ τῷ Ἰσραήλ, εἰκότως ἐξ αὐτοῦ λαμβάνεται ἡ ἐκ τοῦ Ἰακὼβ γενεα‐ λογία. Ἰακὼβ γενόμενος ὀγδοήκοντα ἑπτὰ ἐτῶν ἐγέννησε τὸν Λευί. Ῥεβέκκα ἠξίωσε τὸν Ἰσαὰκ ἀγαγεῖν Ἡσαῦ καὶ Ἰακὼβ | |
5 | καὶ διαλλάξαι αὐτούς, παρακαλέσαι τε ἅμα καὶ ἐνορκίσαι εἰ‐ ρήνην ἄγειν εἰς ἀλλήλους καὶ τῆς ἀδελφικῆς οἰκειότητος ἀσπά‐ ζεσθαι τὴν διάθεσιν· ὃ δὴ καὶ ποιήσας προεῖπε τῷ Ἡσαῦ ὅτι ἐὰν ἐπαναστῇς τῷ Ἰακὼβ ἐμπέσῃ εἰς χεῖρας αὐτοῦ. τε‐ λευτῶσι δέ, προτέρα μὲν ἡ Ῥεβέκκα, μετ’ οὐ πολὺ δὲ καὶ ὁ | |
10 | Ἰσαάκ, τῷ Ἰακὼβ τῆς πρωτοτοκίας καταλιπόντες τὰ γέρα. οἱ δὲ υἱοὶ τοῦ Ἡσαῦ παρώξυναν τὸν πατέρα αὐτῶν κατὰ Ἰακὼβ καὶ τῶν υἱῶν αὐτοῦ, καὶ καθοπλισθέντες μετὰ ἐθνῶν ἦλθον πρὸς πόλεμον. ὁ δὲ ἀποκλείσας τὰς θύρας τῆς πόλεως, πα‐ ρεκάλει τὸν Ἡσαῦ μνησθῆναι τῶν γονικῶν ἐντολῶν καὶ πα‐ | |
15 | ραινέσεων. τοῦ δὲ μὴ ἀνεχομένου ἀλλὰ μᾶλλον ὑβρίζοντος, τοῦ Ἰούδα παρακαλέσαντος ἐνέτεινε τόξον Ἰακώβ, καὶ πλήξας κατὰ τοῦ δεξιοῦ μαζοῦ τὸν Ἡσαῦ κατέβαλε· καὶ τούτου τε‐ λευτήσαντος ἐπεξῆλθον οἱ υἱοὶ Ἰακὼβ τὰς πύλας ἀνοίξαντες, καὶ πάντας σχεδὸν ἀνεῖλον. | |
20 | Τῷ δευτέρῳ ἔτει τῆς τοῦ Ἰσραὴλ ἐν Αἰγύπτῳ παροικίας ἱερογραμματέα δεινὸν προειπεῖν φησὶν ὅτι τὸ τικτόμενον παι‐ δίον ἐν τῷδε τῷ χρόνῳ τοῖς Ἑβραίοις τὴν Αἰγυπτίων κατα‐ | |
λύσει βασιλείαν· καὶ διὰ τοῦτο Φαραὼ προσέταξε κτείνειν | 23 | |
24 | τὰ τικτόμενα βρέφη τῶν Ἑβραίων. ἐν δὲ τῷ αὐτῷ δευτέρῳ ἔτει Λευὶ γενόμενος τεσσαράκοντα πέντε ἐτῶν γεννᾷ τὸν Καάθ· Καὰθ γενόμενος ἑξήκοντα τριῶν ἐτῶν γεννᾷ τὸν Ἀβραάμ· Ἀβραὰμ γενόμενος ἑβδομήκοντα ἐτῶν γεννᾷ τὸν Μωϋσῆν. | |
5 | τὸν δὲ Ἀβραάμ φασι τὸν πατέρα Μωϋσέως εὔξασθαι τῷ θεῷ μὴ περιιδεῖν ἀπολλύμενον τὸ γένος τῶν Ἑβραίων· χρη‐ ματισθῆναι δὲ κατ’ ὄναρ περὶ τῆς γενέσεως καὶ δυνάμεως τοῦ παιδίου Μωϋσέως, οὗ τεχθέντος καὶ ἐκθέτου γενομένου Θέρμουθις ἡ τοῦ Φαραὼ θυγάτηρ ἀνείλετο. τοσοῦτον δὲ ἦν | |
10 | κάλλει ἀστεῖον τὸ παιδίον ὡς τοὺς ὁρῶντας αὐτὸ ἀμεταστρε‐ πτὶ θαυμάζοντας ἐνορᾶν. Ἐκ τοῦ Ἀβραὰμ καὶ τῆς Χεττούρας γεννᾶται Ἰεξάν, ἐκ δὲ τοῦ Ἰεξὰν Δαδάμ, ἐκ δὲ τοῦ Δαδὰμ Ῥαγουὴλ καὶ Ἰοθὸρ ὁ καὶ Ἰωβάβ, ἐκ δὲ τοῦ Ἰοθὸρ Σεπφώρα, ἣν ἔγημε Μωϋσῆς, | |
15 | καθὼς ἱστορεῖ Δημήτριος, ὡς φάσκει Εὐσέβιος ἐν τῷ Χρο‐ νικῷ. Μωϋσῆς μὲν ἀπὸ Ἀβραὰμ ἕβδομος, ἡ δὲ Σεπφώρα ἕκτη. Μωϋσῆς ὢν ἐτῶν ὀγδοήκοντα ἀφηγεῖται τῆς ἐξόδου τῆς ἐξ Αἰγύπτου τῶν τετρακοσίων τριάκοντα ἐτῶν τῆς παροικίας | |
20 | τῆς τε Χαναὰν καὶ τῆς Αἰγύπτου. σημειωτέον ὅτι δεῖ τὰ τετρακόσια τριάκοντα ἔτη τῆς τοῦ λαοῦ παροικίας ἀριθμεῖ‐ σθαι οὕτως. τριακοστὸν ἄγων ἔτος ὁ Ἰωσὴφ ἐγχειρίζεται | |
τὴν τῶν Αἰγυπτίων ἀρχήν. ἑπτὰ τοίνυν ἐνιαυτῶν τῆς εὐθη‐ | 24 | |
25 | νίας καὶ δύο τοῦ λιμοῦ διελθόντων κατῆλθεν Ἰακὼβ σὺν τοῖς τέκνοις εἰς Αἴγυπτον. τὸν Νεῖλον δέ φασι μὴ ἀνελθεῖν ἐν ὅλοις ἑπτὰ ἔτεσι τοῦ λιμοῦ τοῦ ἐν Αἰγύπτῳ. ἦν οὖν τότε Ἰωσὴφ ἐτῶν τριάκοντα ἐννέα, ἔζησε δὲ τὰ πάντα ἔτη ἑκατὸν | |
5 | δέκα. μετὰ γοῦν τὸν θάνατον Ἰωσὴφ δουλεύουσιν Ἑβραῖοι τοῖς Αἰγυπτίοις ἔτη ἑκατὸν τεσσαράκοντα τέσσαρα. τὰ δὲ πάντα ἔτη τῆς τῶν Ἑβραίων ἐν Αἰγύπτῳ διατριβῆς διακόσια δεκαπέντε· ἐξ οὗ δῆλον ὅτι ἀπὸ Χαναὰν εἰς τὴν Αἴγυπτον τὴν μετοίκησιν ἐποιήσαντο μέχρι τῆς ἐξόδου τοῦ λαοῦ, ἧς | |
10 | δείκνυται ἡγησάμενος κατὰ τὸ ὀγδοηκοστὸν ἔτος Μωϋσῆς. οὐ γὰρ ἐν Αἰγύπτῳ μόνῃ γίνεται ἡ παροίκησις τῶν τετρακοσίων τριάκοντα ἐτῶν, ἀλλὰ καὶ ἐν γῇ Χαναὰν πρὸ τοῦ εἰς Αἴγυ‐ πτον κατελθεῖν τὸν Ἰακώβ· ὅπερ ἡμῖν καὶ αὐτὴ παρίστη‐ σιν ἡ γραφὴ λέγουσα “ἡ δὲ παροίκησις τῶν υἱῶν Ἰσραήλ, ἣν | |
15 | παρῴκησαν ἐν γῇ Αἰγύπτῳ καὶ ἐν γῇ Χαναάν, ἔτη τετρακόσια τριάκοντα.” Ἐν δὲ τοῖς χρόνοις Ἀβραὰμ ἦν ὁ Μελχισεδὲκ ἀνὴρ θεο‐ σεβής, υἱὸς Σίδου βασιλέως, υἱοῦ Αἰγύπτου, ὃς κτίζει πόλιν Σιδῶνα. καὶ ἔστι τοῦ μὲν Ἀβραὰμ ἀπὸ τῆς ἐκ Χαρρὰν εἰς | |
20 | Χαναὰν ἀναβάσεως μέχρι τῆς Ἰσαὰκ γενέσεως ἔτη εἰκοσι‐ πέντε, τοῦ δὲ Ἰσαὰκ τὰ μέχρις Ἰακὼβ ἔτη ἑξήκοντα, τοῦ δὲ Ἰακὼβ τὰ μέχρι Λευὶ ἔτη ὀγδοήκοντα ἑπτά. ὄντος τοῦ Λευὶ | |
ἐτῶν τεσσαράκοντα τριῶν κατῆλθεν ὁ Ἰακὼβ σὺν τῇ πανοι‐ | 25 | |
26 | κεσίᾳ εἰς Αἴγυπτον, ὢν ἐτῶν ἑκατὸν τριάκοντα. τοῦ δὲ Λευὶ τὰ μέχρι Καὰθ ἔτη τεσσαράκοντα πέντε, τοῦ δὲ Καὰθ τὰ μέχρις Ἀβραὰμ ἔτη ἑξήκοντα τρία, τοῦ δὲ Ἀβραὰμ τὰ μέχρι Μωϋσέως ἔτη ἑβδομήκοντα, τοῦ δὲ Μωϋσέως τὰ μέχρι τῆς | |
5 | ἐξόδου ἔτη ὀγδοήκοντα. ὡς εἶναι ἀπὸ τῆς τοῦ Ἀβραὰμ ἐν γῇ Χαναὰν παροικίας μέχρι τῆς εἰς Αἴγυπτον καθόδου ἔτη διακόσια δεκαπέντε, καὶ ἀπὸ τῆς εἰς Αἴγυπτον καθόδου μέ‐ χρι τῆς ἐκεῖθεν ἐξόδου τοῦ λαοῦ ἕτερα διακόσια δεκαπέντε· ὁμοῦ τετρακόσια τριάκοντα. | |
10 | Κατὰ τούτους τοὺς χρόνους Ἴναχος πρῶτος Ἄργους ἐβασίλευσε, καὶ ἐπὶ τούτοις ὁ λαὸς διατρίβει ἐν τῇ ἐρήμῳ ἔτη τεσσαράκοντα. Φορωνεὺς Ἀργείων ἐβασίλευσε, καθ’ ὃν ὁ ἐπὶ Ὠγύγου κατακλυσμὸς ὑπὸ Ἑλλήνων ἱστορεῖται. καὶ Ἀσσυρίων μετὰ Πῖκον τὸν βασιλέα τὸν πρῶτον, ὃς ἐν Κρή‐ | |
15 | τῃ ἀπέθανεν, ὃς καὶ τοῖς τότε καιροῖς Ζεὺς μετωνομάσθη, Σε‐ μίραμις δὲ Νίνου ἐβασίλευσεν. Ἰησοῦς ὁ τοῦ Ναυῆ παραλαβὼν τὴν ἡγεμονίαν, καὶ δια‐ περάσας τὸν Ἰορδάνην, ἄρχει τοῦ λαοῦ ἔτη εἰκοσιπέντε. οὗ‐ τος ἐπόρθησεν ἐπαρχίας ἑπτὰ καὶ καθεῖλε βασιλεῖς εἰκοσιεν‐ | |
20 | νέα. γίνονται τοίνυν ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ ἔτη δισχίλια διακόσια ἑξήκοντα τρία, ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἕως τοῦ διαμερισμοῦ τῆς γῆς ἔτη τϛθʹ, ἀπὸ δὲ τοῦ διαμερισμοῦ | |
ἕως τῆς παροικίας Ἀβραὰμ ἔτη χιϛʹ, ἀπὸ δὲ τῆς παροικεσίας | 26 | |
27 | Ἀβραὰμ ἕως τῆς τελευτῆς Ἰησοῦ τοῦ Ναυῆ ἔτη υϛεʹ. ὁμοῦ γίνονται ἀπὸ Ἀδὰμ ἔτη ͵γψοδʹ. Μετὰ Ἰησοῦν πρεσβύτεροι ἐκ τῆς Ἰούδα καὶ Συμεὼν φυλῆς, τοῖς ἀλλήλων σχοινίσμασιν ἀνὰ μέρος βοηθοῦντες, | |
5 | ἐπάρξαι τοῦ λαοῦ λέγονται ἔτη λʹ. μετὰ τοῦτο ὁ λαὸς εἰδώ‐ λοις λατρεύσας ἐκδίδοται τῷ Χασαρσαθὼν βασιλεῖ Μεσοπο‐ ταμίας, ὃς ἐβασίλευσεν αὐτῶν ἔτη ὀκτώ. κατὰ τούτους τοὺς χρόνους Προμηθεὺς μυθεύεται σοφὸς ὢν ἐν παιδείᾳ, ἐν ᾗ τοὺς ἀνθρώπους ἀπὸ ἰδιωτείας μετέπλασεν. | |
10 | Ἐπιστρέψαντος τοίνυν τοῦ λαοῦ πρὸς θεὸν ἀνίστησι τὸν Γοθονιήλ, ὃς ἔκρινε τὸν λαὸν ἔτη νʹ. ἀδελφὸς δὲ ἦν ὁ Γο‐ θονιὴλ τοῦ Χαλέβ. ἐν τούτοις τοῖς χρόνοις ὁ ἐπὶ Δευκαλίω‐ νος κατακλυσμὸς γεγονέναι λέγεται. τοῦτον τὸν κατακλυσμὸν δοκοῦσι καὶ Αἰγύπτιοι μεμνῆσθαι, φάσκοντες τὴν χώραν αὐ‐ | |
15 | τῶν μὴ κατακεκλύσθαι, τοπικοῦ γενομένου. τὸν γὰρ πρότε‐ ρον κατακλυσμὸν οὐδὲ γινώσκουσιν· οὔπω γὰρ ἦν αὐτοῖς ὁ πατριάρχης γεννηθείς. Χὰμ γὰρ ὁ υἱὸς τοῦ Νῶε πατὴρ ἦν τοῦ Μεσραείμ, ἀφ’ οὗ οἱ Αἰγύπτιοι. Αὖθις ἁμαρτήσαντες οἱ υἱοὶ παραδίδονται τῷ Αἰγλώμ, | |
20 | βασιλεῖ Μωαβιτῶν, καὶ δουλεύουσιν αὐτῷ ἔτη ιηʹ. πάλιν δὲ αὐτοὺς ἐπιστρέψαντας ἐξαιρεῖται διὰ τοῦ ἀμφοτεροδεξίου | |
Ἀώδ. ἔσχε δὲ τοῦ ἀμφοτεροδεξίου τὸ ἐπώνυμον διὰ τὸ | 27 | |
28 | ὁμοίως ἐν παντὶ πράγματι τῇ εὐωνύμῳ χρῆσθαι χειρὶ καθά‐ περ καὶ τῇ δεξιᾷ. ὃς ἡγήσατο τοῦ λαοῦ ἔτη νʹ. τούτου ἐν ἔτει εἰκοστῷ ἑβδόμῳ ἐβασίλευσε τῆς Ἀττικῆς Κέκροψ ὁ δι‐ φυὴς διὰ τὸ δύο γλώσσαις λαλεῖν. ἐν δὲ τῷ οζʹ ὁ κατακλυ‐ | |
5 | σμὸς ἐν Θεσσαλίᾳ καὶ Αἰθιοπίᾳ ὑπ’ αὐτῶν μνημονεύεται. Προσπταίσας πάλιν ὁ λαὸς κυριεύεται ὑπὸ Ἰαβῆς βασι‐ λέως Χαναναίων ἔτη εἴκοσιν. ἐπὶ τούτου προφητεύει Δε‐ βώρρα γυνὴ Λαφιδὼθ, ἐκ φυλῆς Νεφθαλείμ, ἔτη μʹ. κατὰ τούτους τοὺς χρόνους Κάδμος ὁ ἐν Θήβαις ἐβασίλευσεν, ὃς | |
10 | Τειρεσίαν φιλόσοφον καὶ μάντιν ἐν Θήβαις ἤγαγε, περὶ οὗ φησὶ Σοφοκλῆς ὅτι τὴν Παλλάδα ἰδὼν λουομένην ὁ Τειρεσίας μετεβλήθη ἐξ ἀνδρὸς εἰς γυναικείαν φύσιν. Μετὰ δὲ τὴν Δεβώρρας τελευτὴν ἐξήμαρτε πάλιν ὁ λαός, καὶ κατεδουλοῦντο τοῖς Μαδιηναίοις ἑπτὰ ἔτη. Γεδεὼν δὲ | |
15 | αὐτοῖς ἐκ φυλῆς Μανασσῆ, θείοις σημείοις τῆς νίκης κομι‐ σάμενος τὴν πίστιν, ἐπανίσταται, καὶ ἐν τριακοσίοις ἀνδράσι δώδεκα διαχειρισάμενος μυριάδας ἦρξε τοῦ λαοῦ ἔτη μʹ. Ἀβιμέλεχ ὁ τούτου υἱὸς ἔτη τρία, Θώλα υἱὸς Φούα ἐκ φυ‐ λῆς Ἐφραὶμ ἔτη κγʹ, Ἰαεὶρ ὁ Γαλααδίτης ἐκ φυλῆς Ἐφραὶμ | |
20 | Μανασσῆ ἔτη κβʹ. μετὰ τοῦτον ἐξήμαρτεν ὁ λαός, καὶ παρε‐ δόθη τοῖς Ἀμανίταις ἔτη ιηʹ. ἔπειτα τὴν πρὸς θεὸν ποιησά‐ μενος ἐπάνοδον, σώζει διὰ τοῦ Ἰεφθάε τοῦ Γαλααδίτου, μη‐ | |
τρὸς μὲν ὄντος ἑταίρας, φυλῆς δὲ Μανασσῆ. οὗτος ἄρχει | 28 | |
29 | τοῦ λαοῦ ἔτη ἕξ. μετὰ δὲ τοῦτον ἦρξεν Εὐσεβὼν ἐκ τῆς Ἰούδα φυλῆς ὁ Βηθλεεμίτης ἔτη ζʹ. κατὰ τούτους τοὺς χρό‐ νους τὸ Ἴλιον ἐκτίσθη καὶ Ἀσκληπιὸς τὴν ἰατρικὴν ἐπιστή‐ μην μετῄει. Αἰγλὼμ ὁ Ζαβυλωνίτης ἔκρινε τὸν Ἰσραὴλ ἔτη | |
5 | δέκα, Ἀδὼμ υἱὸς Ἐλεὶμ ὁ Μαραθωνίτης ἔτη ὀκτώ. κατὰ τούτους τοὺς χρόνους Ὀρφεὺς ὁ ποιητὴς ἐγνωρίζετο. Προσπταίσας πάλιν ὁ λαὸς ἐκδίδοται ἀλλοφύλοις ἔτη μʹ. ἐπιστρέψαντας δὲ αὐτοὺς πρὸς θεόν, ἀνίστησι τὸν Σαμψών, Μανωὲ μὲν υἱόν, φυλῆς δὲ Δᾶν, ὅστις καταπολεμήσας τοὺς | |
10 | ἀλλοφύλους ἄρχει ἔτη κʹ. κατὰ τούτους τοὺς χρόνους Ἡρα‐ κλῆς ἐγνωρίζετο, ὁ τοὺς δώδεκα ἄθλους διανύσας. Σαμανὲς ἡγήσατο τοῦ λαοῦ ἔτος ἕν, ἀναρχίας γεγονυίας κατὰ τὰς Ἑβραϊκὰς παραδόσεις, ὅτε καὶ ἔπραττεν ἕκαστος ὅπερ ἐβού‐ λετο, οἷα εἰκὸς ἐν ἀναρχίᾳ γίνεσθαι. ἔτη μʹ εἰρήνην ἔσχε | |
15 | πρὸς τοὺς ἀλλοφύλους ὁ λαός, ἔτη λʹ Σαμανεὶ αὐτοῦ ἡγου‐ μένου. Ἠλεὶ ὁ ἱερεὺς ἦρξε τοῦ λαοῦ ἔτη κʹ. κατὰ τούτους τοὺς χρόνους ὁ Ἰλιακὸς πόλεμος ἐγένετο ἔτεσι δέκα, καὶ τὸ Ἴλιον ἥλω. Σαμουὴλ διαδεξάμενος τοῦ Ἠλεὶ τὴν ἱερατείαν καὶ τὴν ἡγεμονίαν κρατεῖ τοῦ λαοῦ. φασὶ δὲ αὐτὸν δώδεκα | |
20 | ἐτῶν εἶναι, ὅτε πρῶτον ἐφάνη αὐτῷ λαλήσας ὁ θεός. σὺν οἷς ἡ κιβωτὸς ἐν τῷ Ἀμιναδὰμ οἴκῳ διέτριψε, καὶ βασιλέων χρι‐ | |
σθέντων ἦν ἀντιλαμβανόμενος ὁ Ἠλεὶ ἔτη οʹ. | 29 | |
30 | Γίνεται τοίνυν ἀπὸ τῆς τελευτῆς Ἰησοῦ ἐπὶ τὴν τελευτὴν Σαμουὴλ ἔτη χιʹ, ἀπὸ δὲ Νῶε καὶ τοῦ κατακλυσμοῦ ἔτη βρκʹ, ἀπὸ δὲ Ἀδὰμ ἔτη ͵δτπβʹ. Ὁ μὲν οὖν Σαμουὴλ αὐτός τε ἤδη γεγηρακὼς καὶ τοῦ | |
5 | λαοῦ ὀκνηρότερον ποιούμενος τὴν ἐποψίαν, τῶν τε παίδων αὐτοῦ δώροις ἀεὶ τοῦ δικαίου προϊεμένων τὴν κρίσιν, χρίει βασιλέα, τοῦ λαοῦ μὲν καταναγκάζοντος τοῦ θεοῦ δὲ συγχω‐ ρήσαντος, τὸν Σαοὺλ υἱὸν Κίς, ἐκ φυλῆς Βενιαμίν. Σαοὺλ γὰρ καὶ ὁ παῖς αὐτοῦ τὰς ὄνους ζητοῦντες εἰσῆλθε πρὸς | |
10 | Σαμουήλ· εἶπε δὲ τῷ Σαοὺλ περὶ τῆς βασιλείας ὁ Σαμουὴλ καὶ περὶ ὧν ἐζήτει. Σαοὺλ ἐξελθὼν τῷ συγγενεῖ αὐτοῦ καὶ προσφιλεῖ τὰ μὲν ἄλλα ἐξεῖπε, περὶ δὲ τῆς βασιλείας οὐκ ἀνήγγειλε, δηλῶν ὡς οὐ φίλοις οὐδὲ συγγενέσιν ἐπὶ τῶν με‐ γάλων πραγμάτων δεῖ θαρρεῖν διὰ τὸ ἐπὶ βασκανίᾳ τῶν ἀν‐ | |
15 | θρώπων εὐχερές. οὗτος ὁ Σαοὺλ συνεπισχύοντος τοῦ Σα‐ μουὴλ βασιλεύει ἔτη εἴκοσιν· ἐπροεφήτευε δὲ ἐπ’ αὐτοῦ ἅμα καὶ ἱεράτευεν ὁ Σαμουήλ. Ἀβενὴρ δὲ αὐτῷ ὁ τοῦ Νὴρ υἱὸς τῆς στρατηγίας ἀφηγεῖτο. τοῦ δὲ Σαοὺλ προσπταίσαντος τῷ θεῷ ἐπιχρίει πάλιν ὁ Σαμουὴλ εἰς βασιλέα τὸν Δαβὶδ τὸν | |
20 | τοῦ Ἰεσσαί, ἐκ τῆς Ἰούδα φυλῆς. Καὶ ὁ μὲν Σαμουὴλ τελευτᾷ δύο φθάσας ἔτη τὸν Σαούλ, βασιλεύει δὲ ὁ Δαβὶδ ἑπτὰ μὲν ἔτη περιόντος Σαούλ, μετὰ | |
δὲ τὴν τούτου τελευτὴν λγʹ. ἐπὶ τούτου μὲν Ἀβίαθα ἐτύγ‐ | 30 | |
31 | χανεν ἀρχιερεύς, ὁ τοῦ Ἀβιμέλεχ, ἐκ τῆς συγγενείας Ἠλεί, ἐξ ἑτέρας δὲ πατριᾶς Σαδώκ· προεφήτευον δὲ αὐτός τε Δα‐ βὶδ καὶ Γὰδ καὶ Νάθαν καὶ Ἀσὰφ καὶ Ἰδιθούμ· ἐστρατη‐ λάτει δὲ αὐτῷ Ἰωάβ. χρὴ τοίνυν ἐντετάχθαι τῷ παντὶ ἀρι‐ | |
5 | θμῷ μʹ μὲν τοῦ Σαοὺλ ἔτη, μʹ δὲ καὶ τοῦ Δαβίδ, διὰ τὸ ὡς εἴρηται τὰ ἑπτὰ ἔτη ἔτι περιόντος τοῦ Σαοὺλ βεβασιλευκέναι αὐτόν. διὰ τὸν γάμον τῆς Μελχῶ οὐχὶ ἑκατὸν ἀκροβυστίας ἀλλὰ ἑξακοσίας κεφαλὰς τῶν ἀλλοφύλων τὸν Σαούλ φασιν ἐζητηκέναι καὶ εἰληφέναι ὑπὸ τοῦ Δαβίδ. ἐπὶ τούτου Ἰωὰβ | |
10 | ὁ ἄρχων τῆς στρατείας ἠρίθμησε τὰς φυλὰς Ἰσραήλ, καὶ ἦν ὁ ἀριθμός, ὃν κατηρίθμησε, χιλιάδες ἑκατὸν καὶ ἑξακόσιαι δύο, οἱ δὲ υἱοὶ Ἰούδα τετρακόσιαι ἑβδομήκοντα· τὸν δὲ Λευὶ καὶ τὸν Βενιαμὶν οὐ κατηρίθμησε. πεπτώκασι δὲ ἐκ τοῦ λαοῦ διὰ τοῦτο χιλιάδες ἑβδομήκοντα. ᾠδάς φασι καὶ | |
15 | ὕμνους τὸν Δαβὶδ συντάξαι εἰς θεὸν ἀμέτρους μετ’ ὀργάνων πολλῶν μουσικῶν. ἀλλὰ καὶ πόλυν χρυσὸν συνταφῆναι τῷ Δαβὶδ ὑπὸ Σολομῶντος· ὃν ταῖς πολιορκίαις οἱ κατὰ και‐ ροὺς βασιλεῖς τῶν Ἑβραίων ἀνοίγοντες ἐλάμβανον ταλάντων χρήματα πολλά. ταῖς δὲ θήκαις τῶν βασιλέων οὐδεὶς ἐνε‐ | |
20 | χείρισεν· ἦσαν γὰρ μεμηχανευμέναι ὑπὸ Σολομῶντος, ὡς μὴ ταύτας εὑρίσκεσθαι. Σολομῶν ὁ τοῦ Δαβὶδ τὸν πατέρα διαδεξάμενος βασι‐ λεύει ἔτη μʹ. οὗτος τὸν ναὸν τοῦ θεοῦ τῷ τετάρτῳ ἔτει τῆς | |
βασιλείας αὐτοῦ θεμελιώσας, καὶ ἐν ἑπτὰ ἔτεσιν αὐτὸν κατα‐ | 31 | |
32 | σκευάσας, τῷ ἑνδεκάτῳ ἔτει τῆς ἀρχῆς αὐτοῦ ἀφιεροῖ. ἱερά‐ τευε δὲ ἐπὶ τούτου Σαδώκ, καὶ προεφήτευον Νάθαν ὁ τὴν οἰκοδομὴν αὐτὸν τοῦ ἱεροῦ ποιήσασθαι παραθαρσύνας καὶ Ἀχιὰμ ὁ Σιλωνίτης καὶ Σαμέας υἱὸς Σαλαμῆ καὶ Ἀδδώ· | |
5 | τήν τε στρατιωτικὴν δύναμιν ἐγχειρίζεται Βανέας υἱὸς Ἰω‐ δαέ. τούτῳ γίνεται μόνος ἐκ τοσούτου γυναικῶν πλήθους υἱὸς Ῥοβοάμ. πολλὰ πονήματα ἐγγράφως τέθεικεν, ἀλλὰ καὶ ἐπῳδὰς καὶ ἐξορκισμοὺς κατὰ δαιμόνων ἐπενόησεν, αἷς χρώ‐ μενοί τινες Ἰουδαῖοι, δακτύλιόν τινα ἔχοντα σφραγῖδα καὶ | |
10 | ῥίζαν ἐξ ὧν ὑπέδειξε Σολομῶν ἐν τῇ ῥινὶ τιθέντες τοῦ πά‐ σχοντος, ὀσφραινόμενον τὸ δαιμόνιον ἐξέλκεσθαι, σημείου τι‐ θεμένου ἢ ποτηρίου μεστοῦ ὕδατος ἢ ἑτέρου τινὸς ἀγγείου, ὃ πάντως συνέτριβε φεῦγον τὸ δαιμόνιον. κατὰ τούτους τοὺς χρόνους Ὅμηρος καὶ Ἡσίοδος ἐγνωρίζετο. | |
15 | Ῥοβοὰμ υἱὸς Σολομῶντος βασιλεύει ἔτη ιηʹ. ἐπὶ τούτου τὸ πᾶν τοῦ λαοῦ πλῆθος διαιρεῖται· καὶ αὐτῷ μὲν ἡ ἐξ Ἰούδα παραμένει φυλὴ καὶ ἡ τοῦ Βενιαμίν, αἱ δὲ λοιπαὶ πᾶσαι αἱ δέκα φυλαὶ Ἱεροβοὰμ τὸν τοῦ Ναβάτ, ἐκ φυλῆς Ἐφραίμ, ἕνα τῶν Σολομῶνος οἰκείων, ἑαυτῶν βασιλέα προε‐ | |
20 | στήσαντο. ἦν μὲν οὖν τῷ Ῥοβοὰμ ὁ τῆς βασιλείας οἶκος ἐν Ἱερουσαλήμ, ἐκαλεῖτο δὲ τὸ ὑπ’ αὐτὸν ταττόμενον πλῆθος Ἰού‐ δας καὶ ὁ οἶκος Δαβίδ, ἐκ τῆς ἐπικρατεστέρας φυλῆς εἰλη‐ | |
φὼς τὴν προσηγορίαν. τοῦ δὲ Ἱεροβοὰμ Σαμάρεια μὲν ἡ | 32 | |
33 | μητρόπολις, ὁ δὲ τῆς βασιλείας οἶκος ἐν Θερσᾶ, θυσιαστήριά τε δύο, ἓν μὲν ἐν Βαιθὴλ (τὴν γὰρ μίαν τῶν δαμάλεων ἐν‐ ταῦθα καθιδρύει), θάτερον δὲ ἐν Σαμαρείᾳ ἐν τῇ τοῦ Δᾶν φυλῇ· καὶ ἐνταῦθα γὰρ ἑτέραν ἀνιέρωσε δάμαλιν. ὄνομα | |
5 | δὲ τῷ ὑπ’ αὐτὸν λαῷ Ἰσραὴλ διὰ τὸ πλῆθος καὶ Ἐφραὶμ διὰ τὴν τοῦ βασιλέως φυλήν. ἐπροεφήτευον δὲ ἔτι καὶ τότε Σαμέας ὁ τοῦ Σαλαμῆ, καὶ ὁ ἐξ Ἰούδα εἰς Σαμάρειαν ἀφι‐ κόμενος καὶ προφητεύσας τῷ Ἱεροβοὰμ πρὸς τὸ θυσιαστήριον. ὃς καὶ ἀναιρεῖται τῷ τοῦ θεοῦ παραβῆναι τὴν ἐντολήν, ἀπαν‐ | |
10 | τηθεὶς ὑπὸ λέοντος καθ’ ὁδὸν αὐτῷ ἐπανιόντι συγκυρή‐ σαντος. Ἀβιᾶ διαδεξάμενος τὴν τοῦ πατρὸς ἀρχὴν βασιλεύει ἔτη τρία. Ἀσᾶ μετὰ τοῦτον βασιλεύει ὁ υἱὸς ἔτη μαʹ. οὗτος ἤδη γηραιὸς ὢν ἀρθριτικῷ τοὺς πόδας ἤλγησε πάθει· προ‐ | |
15 | φητεύει δὲ ἐπὶ τούτου Ἀνανίας. Ἰωσαφὰτ μετὰ τοῦτον ὁ υἱὸς βασιλεύει ἔτη κεʹ, ἐπροεφήτευον δὲ ἐπ’ αὐτοῦ Μιχαίας ὁ υἱὸς Ἐμβλᾶ καὶ Ἀβδιοῦ υἱὸς Ἀνανίου καὶ Ἐλέαζαρ καὶ Ἀνανίας· ἦν δὲ καὶ ψευδοπροφήτης Σεδεκίου υἱὸς Χαναάν. κατὰ τούτους τοὺς χρόνους καὶ Ἠλίας ἐν τῷ Ἰσραὴλ προε‐ | |
20 | φήτευσε, καὶ μετ’ αὐτὸν Ἐλισσαῖος. Ἰωρὰμ τὸν πατέρα Ἰω‐ σαφὰτ διαδεξάμενος βασιλεύει ἔτη ὀκτώ, ἀνὴρ ἐπ’ ἀσεβείᾳ τοὺς πολλοὺς ὑπερβαλόμενος· γαμβρὸς δὲ ἦν Ἀχαὰβ τοῦ Ἰσραηλιτῶν βασιλέως, οὗ καὶ ζηλοτὴς ἐγένετο τοῦ βίου. καὶ | |
ἐπὶ τούτου προφητεύουσιν οἱ αὐτοί, ἱεράτευε δὲ Ἰωδαέ. | 33 | |
34 | Ὀχοζίας δὲ τοῦτον διαδεξάμενος βασιλεύει ἔτος ἕν· ἀνεῖλε δ’ αὐτὸν Ἰηοῦ βασιλεὺς Ἰσραήλ, ὅτε ἐξωλόθρευε τὸ γένος Ἀχαάβ. Γοθολία μετὰ τοῦτον ἡ Ζαμβρῆ τοῦ Ἰσραηλιτῶν βασι‐ | |
5 | λέως θυγάτηρ, γυνὴ δὲ τοῦ Ἰωράμ, μήτηρ δὲ τοῦ Ὀχοζίου, βασιλεύει ἐπὶ Ἰσραὴλ ἔτη ὀκτώ. αὕτη πασῶν ἀσεβεστάτη γενομένη γυναικῶν πάντας ἀναιρεῖ τοὺς Ὀχοζίου παῖδας, Ἀχαὰβ τὸν Ἰσραηλιτῶν βασιλέα τιμωρουμένη· ἐδόκει γὰρ ἐκ τοῦ γένους εἶναι τούτου. Ἰωσαβὲδ ἡ τοῦ Ὀζίου ἀδελφή, | |
10 | γυνὴ τοῦ ἀρχιερέως Ἰωδαέ, κλέψας Ἰωὰς τὸν Ὀχοζίου υἱὸν ἔτι βρέφος ὄντα ἀνατρέφει· ἱεράτευε δὲ ἐπ’ αὐτῆς Ἰωδαέ, καὶ προεφήτευε Ζαχαρίας ὁ υἱὸς αὐτοῦ. Ἰωὰς τὸν Ὀχοζίου υἱόν, ὀκταέτη τυγχάνοντα, Ἰωδαὲ χρίσας ὁ ἀρχιερεὺς ἀνέδειξε βασιλέα, Γοθολίαν ἀνελών. εὐσεβὴς δὲ κατ’ ἀρχὰς γενόμενος | |
15 | πάντα καθαιρεῖ τὰ εἴδωλα, πλὴν τῶν εἰδώλων τῶν μετεώρων. ἐπὶ τούτου ὁ ἀρχιερεὺς ἐτελεύτησε Ἰωδαέ, βιώσας ἔτη ρλʹ. σημειωτέον ὅτι τοῦτον οὗτος φαίνεται μόνος βιώσας τὸν χρό‐ νον μετὰ Μωϋσῆν. εἰδωλολατρεῖ δὲ ἐπὶ τέλει ὁ Ἰωάς, καὶ Ζαχαρίαν τὸν τοῦ Ἰωδαὲ υἱὸν τὸν προφήτην αἰτιώμενον τὴν | |
20 | ἐκτροπὴν καταλεύσας ἀναιρεῖ· βασιλεύει δὲ ἔτη μʹ. Ἀμε‐ σίας δὲ τοῦτον διαδέχεται ὁ υἱός, καὶ βασιλεύει ἔτη κθʹ· ἐπὶ | |
τούτου Σίβυλλα ἡ Κυμαία ἐγνωρίζετο. | 34 | |
35 | Ὀζίας καὶ Ζαχαρίας υἱὸς Ἀμεσίου ἐβασίλευσεν ἔτη νβʹ, ἀνὴρ εὐσεβής. ὕστερον δὲ τῶν ἁγίων ἐπιβῆναι πειραθεὶς λεπροῦται, καὶ ἐδίκαζεν ἀντ’ αὐτοῦ ὁ υἱὸς αὐτοῦ. ἦν δὲ ἀρχιερεὺς ἐπὶ αὐτοῦ Ἀζαρίας, ἐπροεφήτευον δὲ Ἀμὼς καὶ | |
5 | Ἡσαίας ὁ υἱὸς αὐτοῦ καὶ Ὠσηὲ ὁ τοῦ Βεκρεὶ καὶ Ἰωνᾶς ὁ τοῦ Ἀμαθὶ ὁ ἐκ Γοφέρ. κατὰ τούτους τοὺς χρόνους Λυ‐ κοῦργος Λακεδαιμόνιος ἐνομοθέτει. Ἰωαθὰμ ὁ υἱὸς Ὀζίου ἐβασίλευσε μετὰ τὴν τελευτὴν τοῦ πατρὸς ἔτη ιϛʹ. καὶ ἐπὶ τούτου προφητεύει Ἡσαίας καὶ Μιχαίας, ἀρχιερατεύει δὲ | |
10 | Οὐρίας. ἐν τῷ πρώτῳ ἔτει τῆς τούτου βασιλείας Ἴφιτος τὰς Ὀλυμπιάδας συνέστησεν. ἐν δὲ τῇ αὐτῇ πρώτῃ Ὀλυμ‐ πιάδι Ῥῶμος καὶ Ῥωμύλος ἐγεννήθησαν, οἵτινες ἐν τῇ ἑβδό‐ μῃ Ὀλυμπιάδι τὴν Ῥώμην ἤρξαντο κτίζειν· ἡ δὲ ἀριστοκρα‐ τία ἀπὸ Ῥωμύλου καὶ τῶν ὑπάτων ἀρξαμένη κατέπαυσε μέ‐ | |
15 | χρι τῆς Ἰουλίου Καίσαρος μοναρχίας, διαρκέσασα ἐπὶ ἔτη σμεʹ. Τοῦ Ἰούδα δωδέκατος ἐβασίλευσεν Ἄχαζ ἔτη ηϛʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δψηʹ. Ἄχαζ συντυχὼν τῷ Θετλαβαλασὰρ ἐν Δαμασκῷ θυσιαστήριόν τι εἰδωλικὸν εἶδε· τούτου λαβὼν | |
20 | τὰ μέτρα ἀπέστειλεν εἰς Ἰσραὴλ πρὸς Οὐρίαν τὸν ἀρχιερέα, κελεύσας ὅμοια αὐτοῦ ποιῆσαι· ἐν ᾧ τοῖς θεοῖς Σύρων ἔθυεν ὑποστρέψας, τὸν δὲ ναὸν τοῦ θεοῦ ἔκλεισεν. Ἐζεκίας τὸν Ἄχαζ διαδεξάμενος ὁ υἱὸς βασιλεύει ἔτη κθʹ, ἀνὴρ εὐσεβέ‐ | |
στατος. ἔτι καὶ ἐπὶ τούτου Ἡσαίας καὶ Ὠσηὲ καὶ Μιχαίας | 35 | |
36 | ἐπροεφήτευον. ἐπὶ τούτου Σαλμανασὰρ βασιλεὺς Ἀσσυρίων μετῴκισε τοὺς ἐν Σαμαρείᾳ εἰς τὴν Μηδίαν καὶ Βαβυλωνίαν φυλάσσειν, βασιλεύοντος αὐτῶν κατ’ ἐκεῖνο καιροῦ Ὠσηὲ προ‐ φήτου· ἔτος δὲ ἦν τῆς βασιλείας Ἐζεκίου ἕκτον. οὗτος ὁ | |
5 | Ἐζεκίας τὸν ὄφιν, ὃν ἐκρέμασε Μωϋσῆς, καθεῖλεν, ὅτι αὐτῷ ἐθυμίαζεν ὁ λαός. ἀλλὰ καὶ βίβλον Σολομῶνος ἰάματα παν‐ τὸς πάθους ἐγκεκολαμμένην ἐξέκοψε. κατὰ τούτους τοὺς χρό‐ νους Θαλῆς Μιλήσιος ἐν Τενέδῳ ἀπέθανε καὶ Σίβυλλα Ἐρυ‐ θραία ἐγνωρίζετο. | |
10 | Μανασσῆς υἱὸς Ἐζεκίου ἐβασίλευσεν ἔτη νεʹ, ἀνὴρ μια‐ ρώτατος καὶ μηδὲν ἔλαττον Χαναναίων εἰδωλολατρήσας· λέ‐ γεται δὲ τὸν ἐπὶ τέλει χρόνον εὐσεβῶς βεβιωκέναι. ἐπὶ τού‐ του Ἡσαίας ὁ προφήτης μετήλλαξε τὸν βίον. κατὰ τούτους τοὺς χρόνους Ῥωμύλος ἐν τῷ βουλευτηρίῳ μελιστὶ διαιρεθεὶς | |
15 | ἐξεφορήθη, βασιλεύσας ἔτη ληʹ, οὔσης Ὀλυμπιάδος ιϛʹ. Ἀμὼς υἱὸς Μανασσῆ τὸν πατέρα διαδεξάμενος βασιλεύει ἔτη βʹ. κατὰ τούτους τοὺς χρόνους Μίδας τῆς Φρυγίας βασιλεὺς ἀπέθανεν, ὅντινα τοῖς τότε καιροῖς ὄνου ὦτα ἔχειν ἔλεγον. Ἰωσίαν τὸν πατέρα Ἀμὼς διαδεξάμενος ὀκταετὴς ἀντιλαμβά‐ | |
20 | νεται τῆς ἀρχῆς, καὶ βασιλεύει ἔτη λαʹ. ἐν τῷ ὀκτωκαιδε‐ κάτῳ ἔτει τῆς τούτου βασιλείας εὑρὼν ὁ ἱερεὺς Χελκίας βι‐ βλίον ἐν τῷ ἱερῷ (πατὴρ δὲ ἦν ὁ Χελκίας Ἱερεμίου τοῦ προ‐ | |
φήτου) προσκομίζει τῷ βασιλεῖ· ὁ δὲ (εὐλαβὴς γὰρ ἦν) τό | 36 | |
37 | τε πάσχα κυρίῳ ἐπετέλει ἀπὸ τῶν χρόνων Ἰησοῦ υἱοῦ τοῦ Ναυῆ τοιοῦτον μὴ γενόμενον, καὶ τῶν ἐν ἀσεβείᾳ τὸν βίον ἐξεληλυθότων τὰ ὀστᾶ συναγαγὼν ἐπὶ τῷ θυσιαστηρίῳ κατέ‐ καυσε τῶν εἰδώλων, καὶ πάντα καταστρεψάμενος εὐσεβείας | |
5 | τῷ λαῷ παρεῖχεν ὑποδείγματα. φασὶ δὲ τὸν Χελκίαν ἀνα‐ γνόντα τὸ βιβλίον παραυτίκα διαπεφωνηκέναι. προεφήτευον δὲ ἐπὶ τούτου Ἱερεμίας ὁ τοῦ Χελκίου καὶ Σοφονίας, καὶ Ἡλιβὰ γυνὴ Σελεὶμ τοῦ ἱματιοφύλακος τοῦ ἱερέως· ἦν δὲ καὶ ψευδοπροφήτης Ἀνανίας. κατὰ τούτους τοὺς χρόνους | |
10 | Σίβυλλα ἐν Σάμῳ ἐγνωρίζετο, καὶ τὸ Βυζάντιον ἐκτίσθη ὑπὸ Μεγαρέων. Ἰωάχαζ υἱὸς Ἰωσίου, τὸν πατέρα διαδεξάμενος, βασι‐ λεύει μῆνας τρεῖς. Νεβὰδ δὲ βασιλεὺς Αἰγύπτου ἐπιστρα‐ τεύσας τῇ Ἱερουσαλὴμ καὶ χειρωσάμενος τὸν Ἰωάχαζ εἰς | |
15 | Αἴγυπτον αἰχμάλωτον ἀπάγει, καὶ καθίστησιν ἀντ’ αὐτοῦ βα‐ σιλέα ἐπὶ Ἱερουσαλὴμ τὸν Ἰωακεὶμ καὶ τὸν Ἐλιακείμ· ὁ ἀδελφὸς Ἰωάχαζ. οὗτος τὴν βασιλείαν διαδεξάμενος βασι‐ λεύει ἔτη ιαʹ. ἐπὶ τούτου Ναβουχοδονόσορ ἐξάρας ἀπὸ Βα‐ βυλῶνος πάσης Αἰγυπτίας ἐπεκράτησε γῆς, καὶ τῶν Αἰγυ‐ | |
20 | πτίοις πλησιοχώρων οὐκ ὀλίγην ἀποσπάσας ἐκέκτητο, τουτέ‐ στιν ἀπὸ τοῦ χειμάρρου Αἰγυπτίου ἕως τοῦ ποταμοῦ Εὐφρά‐ του, καὶ τὴν Ἰουδαίαν ὑπόφορον ἅπασαν κατέστησε· καὶ | |
ἐδούλευσεν Ἰωακεὶμ τῷ Ναβουχοδονόσορ ἔτη γʹ. ἐπὶ τούτου | 37 | |
38 | προφητεύουσιν Ἱερεμίας καὶ Βουζὶ καὶ Οὐρίας ὁ τοῦ Σαμέου, ὃν καὶ φυγόντα εἰς Αἴγυπτον Ἰωακεὶμ συλλαβόμενος ἀναι‐ ρεῖ. τοῦτον τὸν Ἰωακεὶμ δήσας χαλκείοις δεσμοῖς ὁ Ναβου‐ χοδονόσορ εἰς Βαβυλῶνα ἀπήγαγε· μεθ’ οὗ ἀπῆλθον αἰχμά‐ | |
5 | λωτοι Δανιὴλ καὶ Ἀνανίας Μισαήλ τε καὶ Ἀζαρίας. κατὰ τούτους τοὺς χρόνους Ἐπίδαμνος ἐκτίσθη καὶ μετωνομάσθη Δυρράχιον. Ἰωακεὶμ ὁ καὶ Ἰεχονίας, τὸν πατέρα Ἐλιακεὶμ διαδεξάμενος, βασιλεύει μῆνας τρεῖς. πολιορκοῦντος τὴν Ἱε‐ ρουσαλὴμ τοῦ Ναβουχοδονόσορ ἐν ἔτει ὀγδόῳ τῆς αὐτοῦ βα‐ | |
10 | σιλείας, ὑπεξελθὼν Ἰωακεὶμ τῆς πόλεως σὺν Ἐσθᾷ τῇ μητρὶ καὶ πᾶσι τοῖς ἑαυτοῦ προσπίπτει τῷ Ναβουχοδονόσορ· ὁ δὲ καὶ τὴν πόλιν ἐδαφίζει καὶ τούτους αἰχμαλώτους ἀπάγει σὺν ἄλλοις πολλοῖς, μεθ’ ὧν ἀπήχθη καὶ ὁ προφήτης Ἰεζεκιήλ. καθίστησι δὲ ἀντ’ αὐτοῦ τῶν ὑπολοίπων ἡγεμόνα τὸν Μαν‐ | |
15 | θανίαν, πατράδελφον αὐτοῦ, Σεδεκίαν αὐτὸν μετονομάσας, ὅρκους παρ’ αὐτοῦ κατὰ τοῦ θεοῦ περὶ τοῦ μὴ ἀποστῆναι κομισάμενος. Συνάγεται τοίνυν ἀπὸ πρώτου ἔτους Ἄχαζ καὶ πρώτης Ὀλυμπιάδος μέχρι τῆσδε τῆς μετοικεσίας ἔτη ρμαʹ, ἀπὸ δὲ | |
20 | Σαοὺλ τοῦ πρώτου βασιλεύσαντος Ἑβραίων ἔτη υϛʹ, ἀπὸ δὲ τῆς τελευτῆς Ἰησοῦ τοῦ Ναυῆ ἔτη ͵αρʹ, ἀπὸ δὲ Νῶε καὶ τοῦ κατακλυσμοῦ ἔτη ͵βχʹ, ἀπὸ δὲ Ἀδὰμ ἔτη ͵δωοβʹ. Φυλαττομένης δὲ ἡμῖν τῆς τῶν χρόνων ἀκολουθίας διὰ | |
τῆς τῶν ἐκ Δαυὶδ ἡγεμονίας, οὐκ ἄτοπον οἶμαι τῶν ἐπὶ Σα‐ | 38 | |
39 | μάρειαν ἡγησαμένων ἐν παρεξόδῳ τοὺς χρόνους ἐπιδραμεῖν. τελευτήσαντος τοῦ βασιλέως Σολομῶντος Ῥοβοὰμ ὁ τούτου παῖς ἀνέρχεται εἰς Σίκιμα· ἐκεῖ γὰρ ὁ λαὸς συνήθροιστο ὥστε καταστῆναι ὑπ’ αὐτῶν βασιλέα. μέλλοντι δὲ αὐτῷ χρίε‐ | |
5 | σθαι προσῆλθεν ὁ λαὸς παρακαλῶν ἀπὸ τοῦ πλήθους κουφι‐ σθῆναι τῶν τελεσμάτων ὧν ὁ πατὴρ αὐτοῦ Σολομῶν ἐφορο‐ λόγει τὸν λαόν. ὁ δὲ τρεῖς ἡμέρας πρὸς διάσκεψιν καὶ τὴν τοῦ δέοντος ἀπόκρισιν λαβών, καὶ παρὰ μὲν τῶν πρεσβυτέ‐ ρων ἀκούσας κουφισθῆναι τὸν λαόν, παρὰ δὲ τῶν ὁμηλίκων | |
10 | ἐπιφορτίσαι μᾶλλον, τούτοις πεισθεὶς κατὰ τὴν τρίτην ἡμέ‐ ραν τὴν τῶν νεολαίων συμβουλίαν πρὸς τὸν λαὸν ἀποκρίνε‐ ται. οἱ δὲ ἀναχωροῦσιν ἀποταξάμενοι τῇ ὑπ’ αὐτῷ ἀρχῇ, καὶ αἱ μὲν δέκα φυλαὶ καθιστῶσιν ἐφ’ ἑαυτῶν τὸν Ἱεροβοὰμ τὸν τοῦ Ναβὰτ καὶ Σαρίρας γυναικὸς ἑταίρας υἱόν, ἐκ φυλῆς | |
15 | ὁρμώμενον τῆς Ἐφραίμ, βασιλέα, παραμένουσι δὲ τῷ Ῥο‐ βοὰμ ἡ τοῦ Ἰούδα καὶ τοῦ Βενιαμὶν φυλή. ἐξ ἐκείνου διαι‐ ρεθεὶς ὁ λαὸς ἰδίᾳ ἕκαστον μέρος καὶ τὸ ὄνομα καὶ τὸν τῆς βασιλείας οἶκον ἐκέκτητο, καθάπερ ἐν τοῖς ἀνωτέρω εἴρηται. Ἱεροβοὰμ τοίνυν ὁ τοῦ Ναβὰτ βασιλεύει ἐν τῇ Σαμαρείᾳ | |
20 | ἔτη κβʹ. ἐπὶ τούτου προφητεύει ὁ Σιλωνίτης. ἐπὶ αὐτοῦ Σουλακεὶμ ὁ Αἰγύπτιος στρατεύσας ἐπὶ Ἱερουσαλὴμ πάντας ἀφαιρεῖται τοῦ ναοῦ τοὺς θησαυροὺς καὶ τοὺς τοῦ βασιλέως | |
αὐτῶν Ἱεροβοάμ. Ναβὰτ τὸν Ἱεροβοὰμ διαδεξάμενος ὁ υἱὸς | 39 | |
40 | βασιλεύει ἔτη βʹ. Βαασὰ ὁ υἱὸς Ἐχεὶμ τὸν Ναβὰτ ἀποκτεί‐ νας βασιλεύει ἐν Σαμαρείᾳ ἔτη κδʹ. προφητεύει ἐπὶ τούτου Ἰοῦ υἱὸς Ἀνανίου. Ἴλα τὸν πατέρα διαδεξάμενος Βαασὰ βασιλεύει ἔτη δύο. Ζαμβρῆ ὁ τῶν ἁρμάτων τὴν ἡγεμονίαν | |
5 | ὑπὸ τοῦ Ἴλα ἐγχειρισθεὶς ἀναιρεῖ τοῦτον, καὶ πάντα αὐτοῦ διαφθείρας τὸν οἶκον βασιλεύει μῆνας ἑπτά. Ζαμβρῆ ὁ τῆς στρατείας ἡγεμὼν τῷ Βαμβρῆ βασιλεύοντι ἐπανίσταται· ὡς δ’ ἐν πολλοῖς ἐδόκει κατὰ κράτος νικᾶν, πυρὶ τὰ ἑαυτοῦ ὑφά‐ ψας ὁ Ζαμβρῆ τούτῳ συναπόλλυται. στασιάζοντος δὲ τοῦ | |
10 | Ἰσραὴλ περὶ βασιλέως, καὶ τοῦτον μὲν ἐνίων αἱρουμένων ἑτέρων δὲ Θαμνῆ υἱὸν Γονάθ, καὶ τῶν τοῦ Ζαμβρῆ κρατη‐ σάντων, βασιλεύει ἐπὶ Σαμάρειαν ἔτη δώδεκα. Ἀχαὰβ τὸν πατέρα Ζαμβρῆ διαδεξάμενος βασιλεύει ἔτη εἰκοσιδύο. τοῦ‐ τον Ἰεζάβελ ἡ γυνὴ (θυγάτηρ δὲ ἦν αὕτη Εἰσβάαλ βασιλέως | |
15 | Σιδωνίων) τὴν θεοσέβειαν ἠπάτησεν ἐξορχήσασθαι. Μιχαίας ὁ προφήτης ἦν ἐπὶ Ἀχαὰβ διαδησάμενος τὴν κεφα‐ λὴν τελαμῶνι καὶ ὀνειδίσας αὐτὸν διὰ τὸν Ἄδερ. κατὰ τοῦτον τὸν καιρὸν συμβαίνει κτισθῆναι τὴν Ἱεριχώ, κτίζει δὲ ταύτην Ἄχαρ ἀπὸ Βαιθήλ, ἐν τῇ θέσει τοῦ θεμελίου Ἀβειρὼν τὸν | |
20 | πρωτότοκον ἀποβαλὼν υἱὸν κατὰ τὴν τοῦ Ἰησοῦ χρησμῳδίαν, Σεγοὺρ δὲ τὸν νεώτερον ἐπὶ συντελείᾳ τῆς πόλεως. ἐπὶ τούτου προφητεύουσιν Ἠλίας καὶ Ἀβδιοῦ. κρυπτόμενος δὲ ἀεὶ Ἀβδιοῦ διετέλει καὶ τοὺς ἄλλους ἀποκρύπτων προφήτας, τὴν ἐξ Ἰεζάβελ | |
δεδιὼς ἐπιβουλήν. χρίει δὲ ἐπὶ τέλει ὁ Ἠλίας τὸν Ἐλισσαῖον | 40 | |
41 | εἰς προφήτην. προεφήτευε δὲ ἔτι καὶ Μιχαίας. Ὀχοζίας τὸν Ἀχαὰβ διαδεξάμενος ὁ υἱὸς αὐτοῦ ἐβασίλευσεν ἔτη δύο, καὶ ἐπὶ τούτου προφητεύουσιν Ἠλίας καὶ Ἐλισσαῖος. Ἰωρὰν ὁ τούτου ἀδελφὸς διαδεξάμενος τὴν ἀρχὴν βασιλεύει ἔτη ιβʹ. | |
5 | ἐπ’ αὐτοῦ Ἠλίας ἀνελήφθη ἀπὸ τῆς γῆς. ἐπὶ τούτου λιμώ‐ ξαντες οἱ κατ’ ἐκείνην τὴν περίχωρον, τὰ ἴδια σφάξαντες τέ‐ κνα τῶν σαρκῶν ἀπεγεύσαντο, καὶ ἐν κόπρῳ περιστερᾶς ἀντὶ ἁλὸς ἀποβαπτόμενοι ἐχρῶντο. Ἰοῦ υἱὸς Σαφὰτ τοῦ Ναμεσῆ, ὑπὸ Ἐλισσαίου χρισθεὶς εἰς βασιλέα ἐπὶ Σαμαρείας, πάντα | |
10 | τοῦ Ἀχαὰβ ἐτιμωρήσατο τὸν οἶκον· αὐτὸν μὲν γὰρ τὸν βασιλέα Ἰωρὰν κατατοξεύσας ἀναιρεῖ, εὑρὼν θεραπευόμενον τὰ τραύματα, κρημνῷ δὲ Ἰεζάβελ τὴν τούτου διαχειρίζεται μητέρα, καὶ ἑβδομήκοντα τοῦ Ἀχαὰβ υἱοὺς διαχειρισάμενος προύθηκεν αὐτῶν ἐπὶ τὰς διεξόδους τὰς κεφαλάς. ἔπειτα | |
15 | συναγαγὼν ἅπαντας τοὺς τοῦ Βάαλ προφήτας καὶ ἱερεῖς καὶ δήμους, δημοτελῆ θυσίαν ἐπιτελεῖν προσποιησάμενος, πάντας ὑφ’ ἓν ἀποσφάττει, καὶ τὸ εἰδωλεῖον κατασκάπτει, καὶ καθί‐ στησιν αὐτὸ λυτρῶνα· ἐβασίλευσε δὲ ἔτη κηʹ. ἐπροεφήτευσε δὲ ἔτι καὶ ἐπὶ τούτου Ἐλισσαῖος. | |
20 | Ἰωάχαζ τὸν πατέρα Ἰοῦ διαδεξάμενος βασιλεύει ἔτη ιζʹ. ἔτι καὶ ἐπὶ τούτου Ἐλισσαῖος ἐπροφήτευε καὶ ἐτελεύτησεν. Ἰωὰς υἱὸς Ἰωάχαζ βασιλεύει μετ’ αὐτὸν ἔτη ιϛʹ. Ἱεροβοὰμ | |
τὸν Ἰωὰς διαδεξάμενος ὁ υἱὸς ἐβασίλευσεν ἔτη μαʹ, ἐπροεφή‐ | 41 | |
42 | τευον δὲ ἐπ’ αὐτοῦ Ἰωνᾶς καὶ Ἀμώς. Ζαχαρίας τὸν πατέ‐ ρα Ἱεροβοὰμ διαδεξάμενος ἐβασίλευσε μῆνας ἕξ. Σελὰμ τὸν Ζαχαρίαν ἀνελὼν ἐβασίλευσε μῆνα αʹ. Μαναεὶμ ὁ τοῦ Γαδῆ τὸν Σελὰν ἐπαναστὰς ἐβασίλευσεν ἔτη δέκα. οὗτος μὴ δεξα‐ | |
5 | μένους αὐτὸν τοὺς ἐν Θεσσᾷ χειρωσάμενος ἀναιρεῖ, καὶ τὰς ἐν γαστρὶ ἐχούσας διαρρήσσει. Φαλκίας ὁ τοῦ Μαναεὶμ υἱὸς τὸν πατέρα διαδεξάμενος ἐβασίλευσεν ἔτη δύο. Φακεὲ ὁ τοῦ Ῥομελίου τὸν Φαλκίαν ἀνελὼν ἐβασίλευσεν ἔτη εἴκοσι. ἐπὶ τούτου Θεγλαφαλασὰρ ὁ Ἀσσυρίων βασιλεὺς εἰς τὴν Ἰου‐ | |
10 | δαίαν ἐπιστρατεύσας τὰ πλεῖστα τῆς γῆς αὐτῶν σφετερίζε‐ ται. Ὠσηὲ μετὰ τὸν Φακεὲ ὁ τοῦ Ἴλα βασιλεύει ἔτη θʹ. ἐπὶ τούτου Σαλμανασὰρ βασιλεὺς Ἀσσυρίων ἐπιστὰς τῆς Σαμα‐ ρείας αὐτόν τε ἀπάγει αἰχμάλωτον καὶ πάντα σὺν αὐτῷ τὸν Ἰσραήλ, καὶ κατοικίζει αὐτοὺς ἐν Ἀλαὲ καὶ Ἀβὼρ Μηδικαῖς | |
15 | πόλεσι, καὶ ἐπὶ ποταμῷ Γοζᾶν, ἔνθα τῆς εἰς θεὸν παραβά‐ σεως δίκας ἐκτίνουσι κακουχούμενοι. Ὁ δὲ Ἀσσύριος Βαβυλωνίους ἐν Σαμαρείᾳ πεμψάμενος, ἄνδρας αἰσχρῶς καὶ ἀνόμως βεβιωκότας, οἰκεῖν αὐτόθι ἐκέ‐ λευσε. τούτους ὁ θεὸς λέοντας ἐξαποστέλλων διέφθειρε. πυ‐ | |
20 | θόμενος δὲ ὁ βάρβαρος, καὶ συνεὶς ἐπὶ τῆς γῆς δέον ἐκείνης τὴν κατὰ νόμον θεῷ λατρείαν ἐπιτελεῖσθαι, ἕνα τῶν ἱερέων ἐξαποστείλας τὰ νομιζόμενα αὐτόθι ποιεῖν ἐκέλευσεν. ὁ δὲ | |
καταμένων ἐν Βαθὴλ τόν τε νόμον αὐτοὺς ἐξεπαίδευσε καὶ | 42 | |
43 | τὸν θεὸν σέβεσθαι ἐδίδασκε, καὶ οὕτως ἐξ ἐκείνου συμβαίνει τὴν γῆν ἐκ τῶν λεόντων ἠρεμῆσαι. τούτους εἰσέτι Σαμαρεί‐ τας ἀπὸ τῆς χώρας προσαγορεύουσι, διὸ καὶ ἀλλόκοτοι τὰς προαιρέσεις, διὰ δὲ τὴν τοῦ νόμου διδασκαλίαν βραχεῖαν | |
5 | ἔχουσι θεοσεβείας ἔμφασιν· καὶ γὰρ οὐδὲ τῆς δεκαλόγου πλεῖον παραλαβεῖν ἠξιώθησαν. ἐνταῦθα τῆς Ἰσραηλιτικῆς βασιλείας οἱ χρόνοι κατέληξαν εἰς ἔτη τριακόσια τρία καὶ μῆνας ἑπτά, ἀρξάμενοι μὲν ἀπὸ Ἱεροβοὰμ τοῦ Ναβάτ, κατα‐ λήξαντες δὲ εἰς Ὠσηὲ τὸν τοῦ Ἴλα καὶ τὴν ὑπὸ Σαλμανα‐ | |
10 | σὰρ τοῦ Ἰσραὴλ μετοικεσίαν ἀπὸ Σαμαρείας εἰς Μηδίαν. ἤκμαζε δὲ καὶ ἡ προκειμένη τοῖς ἐκ Δαβὶδ βασιλέως, τὴν μὲν ἀρχὴν ἀπὸ τοῦ δεκάτου τῆς τοῦ Σαοὺλ ἔχουσα μοναρ‐ χίας, καταλήξασα δὲ ἐπὶ τὸν τριμηναῖον Ἰωακείμ· τοῦτον γὰρ ὁ Ναβουχοδονόσορ Ἰούδα πορθήσας μετῴκισεν εἰς Βα‐ | |
15 | βυλῶνα. Ἀκόλουθον λοιπὸν ἐπιδραμεῖν τοῖς ἐν τοῖς ἑβδομήκοντα τῆς αἰχμαλωσίας ἔτεσιν ἡγησαμένοις. ἄχρι τούτου τοῦ τε‐ λευταίου Ἰωακεὶμ συνάγονται ἀπὸ Ἀδὰμ ἔτη ͵δωοβʹ. λοιπὸν οὖν τοὺς ἐφεξῆς χρόνους ἀπὸ τοῦ αʹ ἔτους Σεδεκίου δεῖ ψη‐ | |
20 | φίζειν. ἐκπορθήσας ὁ Ναβουχοδονόσορ τὰ Ἱεροσόλυμα, καὶ τὸν Ἰωακεὶμ εἰς Βαβυλῶνα σὺν τοῖς ἄλλοις ἀπαγαγών, Μαν‐ | |
θανίαν δὲ τὸν τούτου ἀδελφὸν τῶν ἐπιλοπίπων βασιλέα κατα‐ | 43 | |
44 | στήσας, ὃν καὶ Σεδεκίαν μετωνόμασε, ἐπὶ τῆς οἰκείας γῆς μεθ’ ἡσυχίας μένειν ἐδίδου, κομιζόμενος ἀπὸ τοῦ Σεδεκίου τὰς ἐτησίους ἀποφοράς. ἐπ’ ἐννέα μὲν ἔτη τούτου τὰ τέλη παραπέμποντος ἡσύχασεν ὁ Ἰσραήλ· κατὰ δὲ τοῦτον ὁ Σε‐ | |
5 | δεκίας τὸν ἐνιαυτὸν ἀποστάς, καὶ πάσῃ τὸν θεὸν καὶ τὸν βα‐ σιλέα παραλογισάμενος ἀγνωμοσύνῃ, παρορμᾷ πάλιν κατὰ τῶν Ἱεροσολύμων τὸν Ναβουχοδονόσορ. ὁ δὲ τὴν πόλιν δευτέρῳ πολιορκῶν ἔτει χειροῦται, καὶ τὸν ναὸν ἐμπιπρᾷ, καὶ τοῦ Σεδεκίου κατ’ ὄψιν ἀνεῖλε τοὺς παῖδας, κἀκεῖνον ἐκτυφλώσας | |
10 | καὶ πέδαις περιβαλὼν ἅμα παντὶ τῷ λαῷ κατάγει εἰς Βαβυ‐ λῶνα, Γολίαν τῶν ἐπιλοίπων ἡγεμόνα καταστήσας, υἱὸν Ἀχι‐ κάν. καὶ τοῦτο μὲν οἱ δυνατοὶ τῶν αὐτόθι κατέλιπον, καὶ ἀνελόντες ἀναχωροῦσι, δεδιότες τοὺς Χαλδαίους, ἀπάραντες εἰς Αἴγυπτον, ἔνθα μετ’ οὐ πολὺ διαφθείρονται, ζηλωταὶ τῆς | |
15 | Αἰγυπτιακῆς γενόμενοι δεισιδαιμονίας. Σεδεκίας δὲ ἀπάγεται τὰ πάντα βασιλεύσας ἔτη ιαʹ. ἦν ἀρχιερεὺς ἐπ’ αὐτοῦ Ἀρέας, καὶ προεφήτευον ἐν μὲν τῇ Ἰου‐ δαίᾳ Ἱερεμίας ἐν δὲ τῇ Βαβυλῶνι Δανιήλ· κατὰ δὲ τὸ δεύ‐ τερον τῆς αἰχμαλωσίας καὶ τῆς Σεδεκίου βασιλείας ἔτος ἐμή‐ | |
20 | νυσέ τε καὶ διέκρινε τὸ ἐνύπνιον τῷ Ναβουχοδονόσορ. ὁ δὲ Ἰεζεκιὴλ κατὰ τὸ πέμπτον αὐτῶν ἔτος προεφήτευεν. ἔπειτα προφητεύει Ναοὺμ καὶ Μαλαχίας. τοῦ Σεδεκίου τελευτήσαν‐ τος ἐν Βαβυλῶνι εἰς τὸν ἐπίλοιπον τῆς ἑβδομηκονταετίας χρό‐ | |
νον, μετὰ ἕνδεκα ἔτη τῆς τοῦ Σεδεκίου βασιλείας ἤρξαντο οἱ | 44 | |
45 | ὑποτεταγμένοι. οὗτος ὁ Ναβουχοδονόσορ τρίτον ἐπόρθησε τὰ Ἱεροσόλυμα, πρῶτον μὲν ὅτε ἐν τῷ τρίτῳ ἔτει Ἐλιακεὶμ ἀνῆλθε καὶ ἔλαβεν αὐτόν τε Ἰεχονίαν καὶ τὴν τούτου μητέρα καὶ σὺν τῷ ἄλλῳ πλήθει τὸν προφήτην Ἰεζεκιήλ, ἔτος ἄγων τῆς | |
5 | βασιλείας πρῶτον· δεύτερον δὲ ὅτε ἐν τῷ τρίτῳ μηνὶ Ἰεχο‐ νίου, τοῦ καὶ Ἰωακείμ, ἀνῆλθε καὶ ἔλαβε σὺν ἑτέροις τὸν Δανιὴλ καὶ Ἀνανίαν καὶ Μισαὴλ καὶ Ἀζαρίαν, ἔτος ἄγων αὐτὸς ὄγδοον τῆς βασιλείας· τὸ δὲ τρίτον ὅτε ἐν τῷ ἑνδε‐ κάτῳ ἔτει τοῦ Σεδεκίου ἀνῆλθε, καὶ τὸν μὲν ναὸν ἐνέπρησε, | |
10 | τὸν δὲ Σεδεκίαν ἐξετύφλωσε, καὶ τοὺς υἱοὺς αὐτοῦ σὺν ἑτέ‐ ροις κατέσφαξε, καὶ τὸ λοιπὸν πλῆθος ἀπήγαγεν εἰς αἰχμα‐ λωσίαν, ἔτος ἄγων αὐτὸς τῆς βασιλείας ἐννεακαιδέκατον. Ναβουχοδονόσορ πρὸς τοῖς δεκαεννέα ἔτεσιν οἷς πρότε‐ ρον ἐκράτησε, βασιλεύει ἔτη εἴκοσι καὶ πέντε. προεφήτευον | |
15 | δὲ ἐπ’ αὐτοῦ οἱ εἰρημένοι Δανιὴλ καὶ Ἰεζεκιήλ. Μαρωδὰχ τοῦτον διαδεξάμενος βασιλεύει ἔτη δώδεκα. Βαλτάσαρ ὁ τού‐ του ἀδελφός, υἱὸς Ναβουχοδονόσορ, ἐβασίλευσεν ἔτη τέσσα‐ ρα· ἔτι ἐπὶ τούτου Δανιὴλ προφητεύει, καὶ ἐπιλύεται αὐτῷ τὸ ὅραμα ὃ δειπνῶν ἐθεάσατο καὶ πίνων εἰς τὰ ἱερατικὰ | |
20 | ἐκπώματα. τοῦτον ἀκολούθως τῇ τοῦ ὁράματος ἑρμηνείᾳ κατὰ τὴν ἐχομένην νύκτα Δαρεῖος ἀνελών, ὁ τοῦ Ἀσουήρου υἱός, ἐκράτησε τῆς ἀρχῆς. Δαρεῖος ὁ εἰρημένος τοῦ Ἀσουή‐ | |
ρου υἱός, ὃς ἐπεκλήθη Ἀστυάγης, ἐβασίλευσεν ἔτη δεκαεπτά. | 45 | |
46 | ἐπὶ τούτου Δανιὴλ εἰς τὸν λάκκον ἐμβάλλεται τῶν λεόντων, καὶ μηδὲν ὑπ’ αὐτῶν παθὼν ἑβδομαῖος ὑπὸ τοῦ βασιλέως ἀνιμᾶται, καὶ τῶν ἑβδομάδων αὐτῷ τὸ μυστήριον ἀποκαλύ‐ πτεται. καὶ εἴ τις ἀκριβῶς τῶν ἑβδομάδων ἐξετάσαι βουλη‐ | |
5 | θείη τὸν λόγον καὶ διαριθμήσασθαι τοὺς χρόνους, ἀρξάμενος ἀπὸ ἐξόδου λόγου κατὰ τὸν προφήτην τοῦ οἰκοδομηθῆναι Ἱε‐ ρουσαλήμ, τουτέστιν ἀπὸ Νεεμίου υἱοῦ Ἀχελῆ, τοῦ ἀρχιοι‐ νοχόου Ἀρταξέρξου, ὃς ἀξιώσας καὶ ἐπιτραπεὶς ἄνεισιν οἰκο‐ δομήσων τὰ Ἱεροσόλυμα, εὑρήσει τὰς οʹ συμπεραιουμένας | |
10 | ἑβδομάδας, τουτέστι τετρακόσια ἐνενήκοντα ἐπὶ τὸν καιρὸν ἐκεῖνον, ὅτε παλαιοῦται τὸ παράπτωμα καὶ συντελεῖται ἡ ἁμαρτία καὶ σφραγίζεται ὅραμα καὶ προφητεύει καὶ χρίεται ἅγια ἁγίων, τουτέστιν ἐπὶ τὴν τοῦ Χριστοῦ παρουσίαν καὶ τὴν λοιπὴν πραγματείαν. | |
15 | Κῦρος ὁ Πέρσης καταλύσας τὴν Μήδων καὶ Ἀσσυρίων δυναστείαν, κρατήσας τε τῆς Ἀσίας ἁπάσης, ἐβασίλευσεν ἔτη λαʹ. τούτου τῷ πρώτῳ ἐνιαυτῷ ἑβδομηκονταετὴς χρόνος τῆς μετοικεσίας συμπληροῦται. ἐν δὲ τῷ ἐρχομένῳ ἔτει συγχω‐ ρεῖ τοὺς δυναμένους τῶν Ἑβραίων οἰκίζειν ἀνελθόντας τὰ | |
20 | Ἱεροσόλυμα, καὶ τὸν ναὸν ἀνοικοδομηθῆναι προσέταξε. τῆς δὲ ἐπανόδου ἡγεῖτο Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ μέγας ἱερεὺς καὶ | |
Ζοροβάβελ ὁ τοῦ Σαλαθιήλ, καὶ προεφήτευον Ἀγγαῖος καὶ | 46 | |
47 | Ζαχαρίας ὁ τοῦ Ἀδδώ. καταθέμενοι δὲ οἱ περὶ τὸν Ἰησοῦν τοῦ ναοῦ τὴν ἕδραν, ἐφ’ ὅλα μβʹ ἔτη τὸ ἔργον ἐκωλύοντο συμπεραιῶσαι, μέχρις οὗ Δαρεῖος ὁ υἱὸς Ὑστάσπεω δευτέρῳ ἔτει τῆς ἑαυτοῦ βασιλείας τοὺς ἐμποδίζοντας ἀναστείλας τε‐ | |
5 | λείαν ἐπιτρέπει τοῦ ναοῦ τὴν κατασκευήν, καὶ συμπληροῦται ἐν ἄλλοις τέτρασιν ἔτεσιν, ὥστε συντελεσθῆναι αὐτὸν ἐν ὅλοις ἔτεσι τεσσαρακονταέξ. φανερὰ δέ ἐστι τῶν ὑποκειμένων ἡ ἀπόδειξις. Καμβύσης ὁ καὶ Ἀρταξέρξης (ὁ αὐτὸς δέ ἐστιν ὁ καὶ ἐν τῷ Ἔσδρα λεγόμενος Ἀρθασασθὰ) τὸν Κῦρον ὁ | |
10 | υἱὸς διαδεξάμενος ἐβασίλευσεν ἔτη ὀκτώ. Σφενδάτις καὶ Κι‐ μάρδιος ἀδελφοὶ Μάγοι, Μῆδοι τῷ γένει, ἐπιθέμενοι βασι‐ λεύουσι μῆνας ἑπτά. Δαρεῖος ὁ Κύρου μὲν ἀπόγονος, Ὑστά‐ σπου δὲ υἱός, τοῖς Μάγοις ἐπιθέμενος καὶ κρατήσας ἐβασί‐ λευσε μέχρι συμπληρώσεως Ἱερουσαλὴμ ἔτη ἓξ καὶ πρὸς τού‐ | |
15 | τοις ἄλλα τριάκοντα, ὥστε βεβασιλευκέναι ἔτη λϛʹ. κατὰ τούτους τοὺς χρόνους Πυθαγόρας ὁ φιλόσοφος ἐτελεύτησε καὶ Ἱπποκράτης ὁ ἰατρὸς ἐγνωρίζετο. Ξέρξης ὁ Δαρείου υἱὸς ἐβασίλευσεν ἔτη κʹ. Ἀρτάβανος ἐβασίλευσε μῆνας ζʹ. Ἀρτα‐ ξέρξης ὁ Ξέρξου ὁ μακρόχειρ (καὶ οὗτος ἐν τῷ Ἔσδρα Ἀρ‐ | |
20 | πασασθὰ κέκληται) ἐβασίλευσεν ἔτη μαʹ. ἐπὶ τούτου τὰ κατὰ Ἐσθὴρ καὶ Μαρδοχαῖον καὶ Ἀμμᾶν ἐπράχθη· καθ’ ὃν καιρὸν καὶ Ἔσδρας προεφήτευε. συγχωρήσαντος Ἀρτα‐ | |
ξέρξου Ἔσδρας ὁ ἱερεὺς τοὺς ὑπολοίπους ἀναγαγὼν εἰς Ἰσραὴλ | 47 | |
48 | τὸν νόμον ἐξεπαίδευε. Νεεμίας τε ὁ ἀρχιοινοχόος Ἀρταξέρ‐ ξου, ἀνὴρ ἐκ γένους ὢν ἱερατικοῦ, παρακαλέσας τὸν βασιλέα καὶ ἐπιτραπεὶς ἄνεισιν εἰς τὴν Ἰουδαίαν καὶ τὴν Ἰσραήλ. τειχίζει δὲ αὐτήν, τῶν ἐπιθεμένων ἕνεκα ὅπλοις τοὺς ἐνερ‐ | |
5 | γοῦντας περιτειχίσας, καὶ τὸν λαὸν σὺν τῷ Ἔσδρᾳ τῷ Μωϋ‐ σέως ἐξεπαίδευε νόμῳ, πᾶσαν ἐξ αὐτῶν Ἑλληνικὴν ἀποκινή‐ σας ἀγωγήν· καὶ ᾠκοδομήθη πλατεῖα καὶ περίτειχος ἡ πό‐ λις. ὅθεν ἄρχονται ἀριθμεῖσθαι αἱ οʹ ἑβδομάδες αἱ ἐν τῷ Δανιὴλ εἰκοστῷ ἔτει τῆς βασιλείας Ἀρταξέρξου. ἐντεῦθέν | |
10 | φασι τὰς ἑβδομάδας ἀριθμεῖσθαι τὰς ἑβδομήκοντα τὰς ἐν τῇ τοῦ Δανιὴλ ὀπτασίᾳ μέχρι τῆς τοῦ κυρίου παρουσίας καὶ τῶν ἑξῆς ἐπιβεβηκότων. φανερὸν δέ ἐστιν ὅτι αἱ ἐβδομάδες ποιοῦσιν ἔτη υζʹ. κατὰ τούτους τοὺς χρόνους Σωκράτης ἐγένετο. | |
15 | Ξέρξης ὁ Ἀρταξέρξου υἱὸς τὴν ἀρχὴν διαδεξάμενος βα‐ σιλεύει μῆνας δύο. Σουγδιανὸς βασιλεύει μῆνας ἑπτά. Δα‐ ρεῖος ὁ Ξέρξου ὁ ἐπικληθεὶς Νόθος ἀνελὼν τὸν Σουγδιανὸν ἐβασίλευσε Περσῶν ἔτη ιθʹ. Ἀρταξέρξης ὁ Δαρείου καὶ Παρυσάτιδος τὸν πατέρα διαδεξάμενος ἐβασίλευσεν ἔτη μβʹ. | |
20 | κατὰ τούτους τοὺς χρόνους Πλάτων ὁ φιλόσοφος καὶ Ἀρι‐ στοτέλης ἐγνωρίζετο. Ἀρταξέρξης ὁ ἐπικληθεὶς Ὦχος ἐβασί‐ λευσεν ἔτη κβʹ. Ναρσῆς τοῦτον διαδεξάμενος ἐβασίλευσεν ἔτη δʹ. Δαρεῖος ὁ Ἀρσάμου ἐβασίλευσε μετὰ τὸν Ναρσῆν | |
ἔτη ϛʹ. Ἀλεξάνδρου δὲ τοῦ Μακεδόνος Πέρσαις ἐπικειμέ‐ | 48 | |
49 | νου, Δαρεῖον οἱ περὶ τὸν Βῆσον ἀναιροῦσιν ἐν Βάκτροις, καὶ καταλύεται. ἡ Περσῶν βασιλεία, ἐφ’ ὅλοις παρατείνασα ἔτεσι τριακοσίοις, τὰ μὲν τῆς μετοικεσίας οʹ τὰ δὲ ἑξῆς σλʹ, καὶ μεταπίπτει εἰς Μακεδόνας ἡ βασιλεία. Ἀλέξανδρος δηλοῖ Ἰαδ‐ | |
5 | δοῦ τῷ ἀρχιερεῖ δοῦναι αὐτῷ συμμαχίαν κατὰ Δαρείου· τοῦ δὲ ἀπειπόντος Τύρον καὶ Γάζαν πόλεις πορθεῖ μετὰ κόπου· ἔνθα καὶ Σάτυρον βλέπει καθ’ ὕπνους ἐν τῇ πορθήσει Τύρου, φή‐ σαντος αὐτὸν τοῦ ὀνειροκρίτου “σὰ Τύρος Ἀλέξανδρε.” εἶθ’ οὕτως ἀνῆλθεν εἰς Ἰσραήλ, καὶ ὑποτάξας αὐτὴν καὶ παρὰ | |
10 | τοῦ ἀρχιερέως λαβὼν συμμαχίαν, καὶ ὡς θεὸν τιμήσας καὶ προσκυνήσας, ὑπεχώρησε πρὸς Πέρσας. Ἀλέξανδρος ὁ Μακεδὼν τὴν Περσῶν καταλύσας ἀρχὴν περιῆγεν εἰς Μακεδονίαν. οὗτος ἑβδόμῳ ἔτει τῆς ἑαυτοῦ βα‐ σιλείας χειρωσάμενος Πέρσας ἔτι πρὸς τούτοις ἑπτὰ ἔτεσι | |
15 | βασιλεύει καὶ Περσῶν μετὰ τὸν Δαρεῖον ἔτη ἓξ καὶ μῆνας ἕξ. τούτου τελευτήσαντος ἐν Βαβυλῶνι διαδέχονται τὴν ἀρ‐ χὴν ἐπὶ τῆς Μακεδονίας Φίλιππος ὁ ἀδελφὸς αὐτοῦ, Ἀντί‐ γονος δὲ τὴν ἐπὶ τῆς Ἀσίας, Πτολεμαῖος δὲ ὁ Λάγου καὶ Ἀρσινόης τῆς Μελεάγρου θυγατρὸς τὴν ἐπ’ Αἰγύπτου, καὶ | |
20 | τὴν ἐπὶ Συρίας Σέλευκος ὁ Νικάτωρ. Πτολεμαῖος τοίνυν ὁ Λάγου ἐβασίλευσεν Αἰγύπτου ἔτη μʹ. κατὰ τούτους τοὺς χρόνους Ἐπίκουρος ὁ φιλόσοφος ἐγνω‐ | |
ρίζετο. Πτολεμαῖος ὁ φιλάδελφος ἐβασίλευσεν ἔτη ληʹ. οὗτος | 49 | |
50 | Ἑβραίους καταδουλωσάμενος εἰς τὴν Ἑλληνίδα μεταβάλλει φωνὴν ἐκ τῆς Ἑβραΐδος τὰς θείας γραφάς, καὶ ποιοῦνται τὴν ἑρμηνείαν ἄνδρες ἑβδομήκοντα ἐν σοφίᾳ παρὰ τοῖς Ἑβραίοις ἐπαινούμενοι. τῆς θείας οὖν γραφῆς ἑρμηνευθείσης καὶ ἀνα‐ | |
5 | γνωσθείσης ἐκπλαγῆναί τε τὸν βασιλέα ἐπὶ τῷ κάλλει τῶν θείων λογίων καὶ πάντας τοὺς ἐν τέλει. παρόντος οὖν Με‐ νεδήμου φιλοσόφου καὶ Δημητρίου Φαληρέως, καὶ θαυμαζόν‐ των τὴν δύναμιν τῶν λόγων, ἠρώτησεν ὁ βασιλεὺς ὅτι τοι‐ ούτων τῶν θείων λόγων, πῶς οὐδεὶς ἱστορικῶν ἢ ποιητῶν | |
10 | ἐμνήσθη αὐτῶν; καὶ ἀπεκρίθη Δημήτριος ὅτι οὐδείς ποτε ἐτόλμησε τούτων ἅψασθαι διὰ τὸ καὶ Θεόπομπον θελήσαντα περὶ αὐτῶν παραφροσύνῃ κρατηθῆναι, καὶ ὄναρ ἰδεῖν ὅτι τοῦτο αὐτῷ συμβέβηκε περιεργασαμένῳ τὰ θεῖα, καὶ Θεόδε‐ κτον τὸν τραγῳδιῶν ποιητὴν ἐν ἑνὶ δράματι μνησθέντα τῶν | |
15 | ἱερῶν τούτων βιβλίων τυφλωθῆναι· ἑκατέρους δὲ ἀποιχομέ‐ νους τοῦ τολμήματος καὶ τὸ θεῖον ἐξευμενισαμένους ὑγιεῖς γενέσθαι. Πτολεμαῖος δὲ ὁ εὐεργέτης, ὁ τοῦ φιλαδέλφου καὶ Εὐ‐ ρυδίκης καὶ Ἀρσινόης, ἐβασίλευσεν ἔτη κϛʹ. κατὰ τούτους | |
20 | τοὺς χρόνους Ἰησοῦς ὁ τοῦ Σιράχ, ὁ τὴν Σοφίαν συγγράψας, παρ’ Ἑβραίοις ἐγνωρίζετο. Πτολεμαῖος ὁ φιλοπάτωρ ὁ τοῦ | |
εὐεργέτου υἱός, ἐβασίλευσεν ἔτη ιζʹ. ἐπὶ τούτου ὁ λαὸς τῶν | 50 | |
51 | Ἑβραίων αἰχμάλωτος ἐν Αἰγύπτῳ ἀπαχθεὶς τοιοῦτόν τι ἔπα‐ θεν. οὗτος γὰρ προσέταξε τοῖς ἑαυτοῦ ὑπασπισταῖς ἐλέφαν‐ τας πεντακοσίους, οὓς εἶχε, ποτίσαι οἶνον λιβανωτόν, ὅπως ἅπαντας τοὺς Ἰουδαίους δι’ αὐτῶν ἀπολέσῃ· εὐξαμένων δὲ | |
5 | ἐκείνων οἱ ἐλέφαντες εἰς τοὺς ἰδίους στρατιώτας τε καὶ δή‐ μους ἐμπηδήσαντες πολὺν αὐτῶν ὄχλον ἐν τῇ περιεχούσῃ μα‐ νίᾳ κατέσφαξαν· καὶ οὕτως σωθέντες μετὰ εὐχαριστίας ἀπε‐ λύθησαν εἰς τὰ ἴδια. Πτολεμαῖος ὁ ἐπιφανής, ὁ τοῦ φιλο‐ πάτορος υἱός, ἐβασίλευσεν ἔτη δʹ. Πτολεμαῖος ὁ φιλομήτωρ, | |
10 | ὁ τοῦ ἐπιφανοῦς υἱός, ἐβασίλευσεν ἔτη λεʹ. ἐπὶ τούτου Ἀν‐ τίοχος ὁ ἐπιφανὴς τοὺς Μακκαβαίους μὴ βουλομένους μιαρο‐ φαγεῖν ἐκόλαζεν. Ἐπὶ Πτολεμαίου τοῦ φιλομήτορος ἱεράτευον Ἰουδαίοις Ὑρκανὸς καὶ Ἀριστόβουλος, καὶ Ὑρκανῷ μὲν συνεμάχει τὸ | |
15 | δημοτικόν, Ἀριστοβούλῳ δὲ οἱ ἱερεῖς. ἦν δέ τις Ὀνίας ὀνό‐ ματι εὐσεβὴς καὶ δίκαιος ἐκ τῶν ἱερέων, ὃς καὶ ἀνομβρίαν ἔλυσεν εὐξάμενος. τοῦτον ἠνάγκασεν εὔξασθαι περὶ νίκης· ὁ δὲ ηὔξατο λέγων “θεὲ δέσποτα, μήτε τῷ δήμῳ κατὰ τῶν ἱερέων σου μήτε τοῖς ἱερεῦσι κατὰ τοῦ δήμου σου βοηθήσῃς.” | |
20 | τοῦτον δὲ εὐθέως ἐλίθασαν. καὶ παρευθὺ ἡ θεία δίκη τού‐ τους μετελθοῦσα ἐπήγαγε κατ’ αὐτῶν Πομπήϊον Ῥωμαίων στρατηγὸν ὃς καὶ τὴν πόλιν ἐπόρθησε, καὶ εἰσελθὼν εἰς τὰ | |
ἅγια τῶν ἁγίων δι’ εὐσέβειαν οὐδενὸς τῶν ἱερῶν σκευῶν | 51 | |
52 | ἥψατο, καίπερ πολλῶν χρημάτων ὄντων, ἀλλὰ καθᾶραι τὸ ἱερὸν καὶ τὰς θυσίας ἐπιτελεῖν προσέταξεν. ἔπεμψε δὲ Ἀρι‐ στόβουλος δῶρον Πομπηΐῳ ἄμπελον χρυσῆν διακοσίων τα‐ λάντων ἐγχειρισθεὶς τὴν ἱερατείαν καὶ ἐπικράτειαν τῶν | |
5 | Ἰουδαίων. Πτολεμαῖος ὁ τοῦ φιλομήτορος ἀδελφός, ὁ δεύτερος εὐ‐ εργέτης, βασιλεύει ἔτη κθʹ. Πτολεμαῖος ὁ Φούσκων ἐβασί‐ λευσεν ἔτη ιζʹ, μῆνας ϛʹ. Πτολεμαῖος ὁ ἐπικληθεὶς Ἀλεξᾶς ἐβασίλευσεν ἔτη ιʹ. Πτολεμαῖος ὁ δεύτερος σωτήρ, ὁ υἱὸς | |
10 | τοῦ δευτέρου εὐεργέτου καὶ Κλεοπάτρας τῆς εὐεργέτιδος, ἐβασίλευσεν ἔτη κʹ. Πτολεμαῖος ὁ ἐπικληθεὶς νέος Διόνυσος ἐβασίλευσεν ἔτη λʹ. Κλεοπάτρα ἡ τοῦ νέου Διονύσου θυγά‐ τηρ τελευτήσαντα διαδέχεται τὸν πατέρα, καὶ συμβασιλεύει αὐτῇ Πτολεμαῖος ὁ ἀδελφός. τοῦτον διενεχθέντα πρὸς αὐ‐ | |
15 | τὴν ἀνελοῦσα μόνη κατέσχε τὴν ἀρχήν, καὶ βασιλεύει ἔτη κβʹ. ὅτι ἐν τῷ ἀριθμῷ τῶν χρόνων τετάρτῳ μόνῳ ἔτει τῆς βασιλείας Κλεοπάτρας δεῖ ἀριθμεῖν. Ἰούλιος Καῖσαρ κατὰ τὸ τέταρτον ἔτος τῆς βασιλείας Κλεοπάτρας ὑπὸ τῶν Ῥωμαίων ἀναρρηθεὶς ὕπατος, εἰς τὴν | |
20 | ἀνατολὴν σὺν πολλῇ κατελθὼν δυνάμει, καὶ πολλοὺς τῶν αὐ‐ τόθι τροπωσάμενος καὶ ὑποφόρους καταστήσας, ἰδίους τῶν τόπων καθίστησιν ἐπιμελητάς. Ἀντίπατρον μὲν οὖν τὸν Ἀσκα‐ | |
λωνίτην τῆς Παλαιστίνης κατέστησε διοικητήν· υἱὸς δὲ ἦν | 52 | |
53 | Ἀντίπατρος Ἡρώδου τινὸς τῶν ἐν νεωκόροις ἀριθμουμένων καὶ τῶν αὐτόθι τοῦ Ἀπόλλωνος ἱεροδούλων. παῖδα δὲ ὄντα ποτὲ τὸν Ἀντίπατρον λῃσταὶ ἀναρπάσαντες Ἰδουμαῖοι κατεῖ‐ χον, λύτρα ὑπὲρ αὐτοῦ κομιεῖσθαι ὑπειληφότες· τοῦ δὲ πα‐ | |
5 | τρὸς αὐτοῦ εἰς ἔσχατον πενίας ἐληλακότος ἔμεινε παρὰ τοῖς ἁρπάσασι δουλεύων καὶ τοῖς ἐκείνων ἔθεσι τρεφόμενος. ἀναι‐ ρεθέντος δὲ τοῦ Ἀντιπάτρου φαρμάκῳ βασκανίᾳ τῆς πολλῆς εὐδαιμονίας ὑπὸ Βαλλίχου τινὸς Ἰουδαίου, διαδέχονται οἱ παῖδες αὐτοῦ τὴν ἀρχήν, Ἡρώδης καὶ Φασάϊλος. καὶ ὁ μὲν | |
10 | τὴν Ἰδουμαίαν καὶ τὴν Ἱεροσόλυμον ἐκληρώσατο γῆν, ὁ δὲ τὴν Ἰουδαίαν καὶ Γαλιλαίαν. γνοὺς δὲ ὡς Ὑρκανὸς ὁ πρὸ αὐτοῦ βασιλεύσας τὸν τοῦ Δαβὶδ τάφον ἀνοίξας τρισχίλια ἔλαβε τάλαντα, ἤνοιξε καὶ αὐτός, καὶ χρήματα μὲν οὐχ εὗρε, κόσμον δὲ χρύσεον καὶ κειμήλια πολλὰ ἀνείλετο. πειραθέν‐ | |
15 | τος δὲ αὐτοῦ ἐνδοτέρω χωρεῖν, οὗ τὰ σώματα Δαβὶδ καὶ Σολομῶντος ἐτέθησαν, πῦρ ἐξελθὸν δύο τῶν δορυφόρων διέ‐ φθειρε. γενόμενος δὲ καὶ εἰς τὴν Αἴγυπτον Ἰούλιος τῆς Κλεοπάτρας κρατύνει τὴν ἀρχήν, τῶν ἐπιτιθεμένων ἀναστεί‐ λας τὰς ἐπιβουλάς, καὶ τὰ ἐπὶ τῆς ἀνατολῆς ἅπαντα διοικη‐ | |
20 | σάμενος ἐπανῆλθεν εἰς τὴν Ῥώμην. | |
21t | Γάϊος Ἰούλιος Καῖσαρ. | |
22 | Γάϊος Ἰούλιος Καῖσαρ ἐβασίλευσεν ἔτη δʹ καὶ μῆνας ζʹ. | 53 |
54 | Καῖσαρ δὲ ἐπεκλήθη, ὃ λέγεται ἀνατομή, ὅτι θανούσης τῆς μητρὸς αὐτοῦ ἐν τῷ ἐννάτῳ μηνὶ ταύτην ἀνατεμόντες ἐξήγα‐ γον αὐτόν. οὗτος καὶ δικτάτωρ ἐκλήθη, ὅ ἐστι μονάρχης· δικτατωρία δέ ἐστιν ἀρχὴ ἀνυπεύθυνος. μετωνόμασται δὲ ὁ | |
5 | ἐπονομαζόμενος Κυιντίλιος μὴν Ἰούλιος διὰ Καίσαρα, ὡς ἐν τούτῳ αὐτοῦ μοναρχήσαντος. ὁ αὐτὸς Ἰούλιος μεγίστοις ἀγῶσι Γερμανοὺς καὶ Γάλλους καὶ Βρετανοὺς χειρωσάμενος, ὑποφόρους τοῖς Ῥωμαίοις πεντακοσίας πόλεις οἰκουμένας κα‐ τεστήσατο. τούτῳ ἐτέχθη ἵππος ἀντὶ ὁπλῆς χηλὰς ἔχων, καὶ | |
10 | μηδένα ἕτερον ἀναβάτην δεχόμενος ἢ αὐτόν, ὡς ὁ Βουκεφά‐ λας τὸν Ἀλέξανδρον. τούτῳ μέλλοντί ποτε τὴν αὔλειον ἐξιέ‐ ναι θύραν ἀπερχομένῳ ἐπὶ τὸ βουλευτήριον εἰκὼν αὐτοῦ πρὸ τῶν θυρῶν ἑστῶσα αὐτομάτως κατέπεσε, καὶ πρὸς τούτῳ χάρτην αὐτῷ τις ἐπέδωκεν ἔχοντα πᾶσαν τὴν κατ’ αὐτοῦ με‐ | |
15 | λετωμένην ἐπιβουλήν· καὶ νομίσας ἄλλο τι εἶναι, καὶ μὴ ἐντυχὼν ἀλλὰ δεδωκὼς ἑτέρῳ φυλάττειν, ἐσφάγη ὑπὸ Βρού‐ του καὶ Κασσίου ἐν τῷ βουλευτηρίῳ. | |
19t | Ὀκτάβιος Αὔγουστος. | |
20 | Ὀκτάβιος Αὔγουστος Καῖσαρ ἐβασίλευσεν ἔτη νϛʹ· ἀφ’ οὗ Αὔγουστοι οἱ Ῥωμαίων βασιλεῖς καὶ ὁ μὴν Αὔγουστος | |
ἐκλήθη, ὅ ἐστι Σεβαστός, Σεξτίλιος πρὶν ὀνομαζόμενος. τῇ | 54 | |
55 | δὲ νυκτὶ ᾗ ἐγεννήθη, εἶδεν ὁ πατὴρ αὐτοῦ καθ’ ὕπνους ἐκ τῶν κόλπων τῆς γυναικὸς αὐτοῦ τὸν ἥλιον ἀνατέλλοντα. Ἀν‐ τώνιος δὲ στρατηγὸς καὶ ὕπατος Ῥωμαίων, ἀνελὼν Κάσσιον καὶ Βροῦτον τοὺς φονεύσαντας Ἰούλιον Καίσαρα, ἦλθεν ἐν | |
5 | Συρίᾳ ἔρωτι κρατηθεὶς Κλεοπάτρας· ὅθεν ἐπανελθεῖν εἰς Ῥώμην οὐκ ἐγνώκει ὡς λόγον ἀποδώσων. ὁ γοῦν Αὔγουστος τὴν ἐξ Ἰταλίας συναθροίσας δύναμιν κάτεισιν ἐπὶ Ἀντώνιον, καὶ γενομένης συμβολῆς ἡττᾶται Ἀντώνιος καὶ φεύγει μετὰ τῆς Κλεοπάτρας εἰς Αἴγυπτον. καὶ ὁ μὲν Ἀντώνιος ἑαυτὸν | |
10 | διαχειρίζει, ἡ δὲ Κλεοπάτρα εὐλαβουμένη τὸν ἐν τῇ Ῥώμῃ θρίαμβον καὶ συσχεθεῖσα, ἀσπίδα τὸ θηρίον ἑαυτῇ προσενε‐ γκαμένη τελευτᾷ. Ἥλιος καὶ Σελήνη τὰ ταύτης τέκνα συσχε‐ θέντα προήχθη ἐν τῷ θριάμβῳ Ῥώμης. ἐπὶ Αὐγούστου ἀρ‐ χὴν ἡ τετάρτη λαμβάνει βασιλεία, ἣν ὁ Δανιὴλ ἐν τῇ τῶν | |
15 | τεσσάρων θηρίων ὀπτασίᾳ τέταρτον θηρίον φοβερὸν ὀνομά‐ ζει. τότε πρῶτον ἐπὶ τῆς τετάρτης βασιλείας ἐμονάρχησεν Αὔγουστος, ὅτε καὶ ὁ τῶν πρώτων τεσσάρων στοιχείων δη‐ μιουργός, τὸν τετραπέρατον κόσμον ἐν τούτοις συνδήσας, Ἰη‐ σοῦς Χριστὸς ὁ τοῦ θεοῦ υἱὸς τὴν ἐκ γυναικὸς ἀειπαρθέ‐ | |
20 | νου γέννησιν δι’ ἡμᾶς κατεδέξατο, ᾧ ἡ ἐπουράνιος ἀνάκειται βασιλεία. Ἠγαπᾶτο δὲ ὑπὸ Αὐγούστου Μαικήνας ἀνήρ τις σοφός, | |
ὅς ποτε δικάζοντος τοῦ Καίσαρος καὶ πολλῶν θάνατον κατα‐ | 55 | |
56 | ψηφισαμένου, μὴ δυνάμενος διὰ τὸ πλῆθος τοῦ λαοῦ ἐντυ‐ χεῖν αὐτῷ, ἔγραψεν “ἀνάστηθι δήμιε,” καὶ σφραγίσας ἔρριψεν ἐν τῷ κόλπῳ αὐτοῦ· ὅπερ ἀναγνοὺς ὁ Καῖσαρ ἀνέστη, κελεύσας ἀργῆσαι τὰ κριθέντα ὑπ’ αὐτοῦ. πάλιν δέ τις τῶν στρατιωτῶν | |
5 | φιλούμενος παρ’ αὐτῷ ἐδεήθη τῆς εἰς τὸ βουλευτήριον αὐτοῦ παρουσίας, εἰπόντος δὲ αὐτὸν μὲν ἀσχολεῖσθαι, ἐπιτρέψαι δέ τινι τῶν φίλων παραγενέσθαι καὶ τὴν χρείαν πληρῶσαι, ὀρ‐ γισθεὶς ἔφη “ἐγὼ μέντοι, ὁσάκις ἂν τῆς ἐμῆς ἐπικουρίας ἐδεήθης, οὐκ ἄλλον ἀντ’ ἐμοῦ ἔπεμψα.” ἐρυθριάσας οὖν ὁ | |
10 | Καῖσαρ συναπῆλθε καὶ συνέπραξεν. εἶχε δὲ καὶ Ἀθηνόδω‐ ρον τὸν Ἀλεξανδρέα σοφώτατον πάνυ, ὃς ἐν τοῖς αἰσχίστοις ἔργοις τοῦ Καίσαρος ἐλέγχων αὐτὸν ἐπηνώρθου. ὁ δὲ Καῖ‐ σαρ πολλάκις ἐν τῇ συγκλήτῳ τὸν Ἀθηνόδωρον ἐπαινῶν προ‐ σετίθει ὡς καὶ αὐτὸς ἐκεῖνος ὑπὸ Ἀθηνοδώρου διώρθωται, | |
15 | κακὸν βίον πρότερον ἐσχηκώς. ὁ γοῦν Ἀθηνόδωρος καταγη‐ ράσας ᾔτησεν εἰς τὴν ἰδίαν πεμφθῆναι πατρίδα· ἔλεγε γὰρ ὡς τέλειος εἴη ὁ Καῖσαρ κατὰ πᾶσαν φιλοσοφίαν καὶ πρᾶ‐ ξιν. ὡς δὲ μέλλων ἀπαίρειν ἠσπάζετο αὐτόν, καὶ ἐπικύψας πρὸς τὸ οὖς παρεκάλει ἵνα, ὁσάκις ὀργισθῇ, μὴ πρότερον κε‐ | |
20 | λεύσῃ τί πρακτέον, πρὶν ἂν καθ’ ἑαυτὸν ἀριθμήσῃ τὰ εἰκο‐ σιτέσσαρα στοιχεῖα· ᾔδει γὰρ αὐτὸν ὀξύθυμον καὶ εὐμετά‐ βλητον ὄντα. ὁ δὲ Καῖσαρ αἰσθόμενος ἔφη “εὖ γε ὑπέμνη‐ | |
σάς με ὡς ἀτελής εἰμι· διὰ τοῦτο οὐ συγχωρήσω σοι τῆς | 56 | |
57 | ἐνεγκαμένης ἐπιβῆναι.” οὗτος ὁ Αὔγουστος ἀπελθὼν ἐν Δελ‐ φοῖς ἠρώτησε τίς μετ’ αὐτὸν βασιλεύσει· τοῦ Πυθίου δὲ μηδὲν ἀποκριναμένου, καὶ τοῦ Αὐγούστου πάλιν ἐρωτήσαντος διὰ τί σιγᾷ τὸ μαντεῖον, ἔφη ἡ Πυθία ταῦτα “παῖς Ἑβραῖος | |
5 | κέλεταί με, θεὸς μακάρεσσιν ἀνάσσων, τόνδε δόμον προλιπεῖν καὶ ὁδὸν αὖθις ἱκέσθαι. ἄπιθι τοίνυν λοιπὸν ἐκ δόμων ἡμετέρων.” Τῷ δὲ ͵εφʹ ἔτει ἀπὸ κτίσεως κόσμου καὶ τεσσαρακοστῷ δευτέρῳ ἔτει Αὐγούστου ἐξῆλθε δόγμα παρ’ αὐτοῦ ἀπογρά‐ | |
10 | φεσθαι πᾶσαν τὴν οἰκουμένην, ἐν ᾧ ἔτει καὶ ὁ κύριος ἡμῶν ἐγεννήθη, Ἡρώδου βασιλεύοντος τῆς Ἰουδαίας, ὃν ὁ Καῖσαρ Αὔγουστος προεχειρίσατο. ἐν δὲ τῷ μέλλειν αὐτὸν ἀποβιῶ‐ ναι κεραυνὸς εἰς τὴν εἰκόνα αὐτοῦ ἐμπεσὼν τὸ πρῶτον γράμ‐ μα τοῦ ὀνόματος αὐτοῦ ἠφάνισε. συγκαλεσάμενος οὖν τοὺς | |
15 | ὑπάτους καὶ βουλευτὰς εἶπεν ὅτι τὴν Ῥώμην πηλίνην παρα‐ λαβὼν λιθίνην ὑμῖν καταλείπω, ἐμφαίνων τὸ στερρὸν τῆς δυνάμεως. παρηγγύησε δὲ τοῖς ἐν τέλει πᾶσιν ἐν τῇ τελευτῇ αὐτοῦ χεῖρας κροτῆσαι καὶ γελάσαι ὡς ἐπὶ μίμου τελευτῆς. τοῦτο δὲ ποιῆσαι διωρίσατο ἀποσκώπτων εἰς τὸν ἀνθρώπινον | |
20 | βίον ὡς γέλωτος ἄξιον. Ἡρώδης οὐ μόνον διὰ τοὺς ἐν Βηθλεὲμ ἀναιρεθέντας ἐπὶ τῇ κατὰ τοῦ Χριστοῦ μανίᾳ παιδοκτόνος ὀνομάζεται, | |
ἀλλὰ καὶ διὰ τοὺς ἰδίους υἱούς. τρεῖς μὲν ἀποκτείνας τῶν | 57 | |
58 | ἑαυτοῦ παίδων, καὶ τὴν μητέρα τούτοις ἐπικατασφάξας καὶ τὸν τῆς γυναικὸς ἀδελφόν, ἑτέρους τε πολλοὺς τῶν οἰκείων ἀποκτείνει, καὶ πλῆθος οὐκ ὀλίγον Ἰουδαίων διαφθείρει ἐν τῇ αὐτοῦ τελευτῇ. ἰστέον ὅτι τρεῖς ἔσχεν Ἡρώδης ὁ μέγας υἱούς, | |
5 | Ἡρώδην τὸν καὶ Ἀντίπαν, τὸν καὶ ἀποτεμόντα τὸν πρόδρο‐ μον, ἐφ’ οὗ καὶ ὁ κύριος ἐσταυρώθη ἐπὶ Τιβερίου Καίσαρος· καὶ Ἡρώδην τὸν καὶ Φίλιππον, ᾧ πρῶτον Ἡρωδιὰς ἐγαμήθη, καὶ ἔσχε θυγατέρα Σαλώμην τὴν ὀρχησαμένην· καὶ Ἡρώδην τὸν καὶ Ἀγρίππαν, τὸν ἀνελόντα τὸν Ζεβεδαίου Ἰάκωβον, | |
10 | ὃς καὶ ἀδελφὸς μὲν ἦν Ἡρωδιάδος πατὴρ δὲ Ἀγρίππα καὶ Βερενίκης, ἐφ’ ὧν ὁ Παῦλος ἀπελογήσατο κρινόμενος. | |
13t | Τιβέριος. | |
14 | Τιβέριος ἐβασίλευσεν ἔτη κβʹ μῆνας ζʹ. οὗτος ἔσχε Γάϊον | |
15 | ἀδελφιδοῦν, ἀστρολόγου δὲ τοῦ Θρασύλου γέγονε φοιτητής, ὃς τοσοῦτος ἦν τὴν τέχνην ὡς ἀγανακτήσαντά ποτε τὸν Τι‐ βέριον κατ’ αὐτοῦ, καὶ βουληθέντα διὰ τοῦ τείχους αἴφνης αὐτὸν ὠθῆσαι ἐσκυθρώπασεν, ἐρωτήσαντος δὲ Τιβερίου τὴν αἰτίαν ἀπεκρίνατο αἰσθάνεσθαι κλιμακτῆρα ἐγγὺς αὐτοῦ, καὶ | |
20 | τὸν Τιβέριον θαυμάσαντα ἐᾶσαι αὐτόν. οὗτος ἀκούσας τὰ περὶ τοῦ Χριστοῦ διὰ βασιλικοῦ τύπου ἠβουλήθη ἀναγορεῦ‐ σαι θεόν. ἀλλὰ τοῦτο μὲν ἀντεπράχθη παρὰ τῆς συγκλήτου· | |
Πιλάτῳ δὲ παραστάσιμος εἰς Ῥώμην ἤχθη, καὶ εἰς τοσαύτην | 58 | |
59 | πέπτωκε περίστασιν ὑπὸ Τιβερίου διὰ τὸ σταυρῶσαι τὸν Χριστὸν ὥστε αὑτὸν φονεῦσαι. τὸν δὲ Τιβέριον ὁ Γάϊος ἐν τῇ νόσῳ αὐτοῦ ἱμάτια πολλὰ ἐπιθεὶς ἀπέπνιξε. περὶ δὲ Τιβε‐ ρίου φασὶν ὅτι βραδέως τοὺς ἄρχοντας διεδέχετο φειδοῖ τῶν | |
5 | ὑπηκόων, καὶ ὅτι ἐρωτηθεὶς διὰ τί οὕτως ποιεῖ, εἶπε τὴν πα‐ ροιμίαν τῶν ἐπικαθημένων μυιῶν τῷ τραύματι καὶ τοῦ θε‐ λήσαντος ἀποσοβῆσαι ταύτας καὶ κωλυθέντος ὑπὸ τοῦ τραυ‐ ματίου εἰπόντος, ἵνα μὴ ἄλλαι πεινῶσαι αἵματος ἐπέλθοιεν. Ἐπὶ Τιβερίου ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν τῷ | |
10 | πεντεκαιδεκάτῳ ἔτει αὐτοῦ βαπτίζεται, ἐν δὲ τῷ ὀκτωκαιδε‐ κάτῳ ἔτει τὸ σωτήριον ὑπέστη πάθος, ἐν ἔτει ͵εφλγʹ. γρά‐ φει δὲ καὶ Ἰώσηπος περὶ τοῦ κυρίου ἡμῶν “ἔτι κατὰ τοῦτον τὸν καιρὸν ἦν Ἰησοῦς σοφὸς ἀνήρ, εἴ γε αὐτὸν ἄνδρα λέγειν χρή· ἦν γὰρ παραδόξων ἔργων ποιητὴς καὶ διδάσκαλος ἀν‐ | |
15 | θρώπων τῶν ἐν ἡδονῇ τὰ ἀληθῆ δεχομένων.” πολλοὺς γὰρ καὶ ἀπὸ Ἑλλήνων ἠγάγετο. ὁ Χριστὸς οὗτος ἦν ὃν Πιλάτος σταυρώσας οὐκ ἐξεπαύσαντο οἱ τὸ πρῶτον αὐτὸν ἀγαπήσαν‐ τες· ἐφάνη γὰρ αὐτοῖς τῇ τρίτῃ ἡμέρᾳ πάλιν ζῶν, τῶν θείων προφητῶν ταῦτά τε καὶ ἄλλα μυρία περὶ αὐτοῦ θαυ‐ | |
20 | μάσια εἰρηκότων. ἐπὶ Τιβερίου, μετὰ τὴν ἀνάληψιν τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν, ἐκλέγονται ὑπὸ τῶν ἀποστόλων | |
Ματθίας ἀντὶ τοῦ προδότου καὶ Ἰάκωβος ἀδελφὸς τοῦ κυρίου | 59 | |
60 | πρῶτος ἐπίσκοπος Ἱεροσολύμων, καὶ διάκονοι τὸν ἀριθμὸν ἑπτά, Στέφανος ὁ πρωτόμαρτυς καὶ οἱ σὺν αὐτῷ. Φίλιππος δὲ ὁ ἐξ αὐτῶν εἷς ποιῶν ἐν Σαμαρείᾳ τεράστια, ἀρθεὶς ὑπὸ πνεύματος ἐπέστη Κανδάκῃ. οὗτος πρῶτος ἐβαπτίσθη ὑπὸ Φι‐ | |
5 | λίππου ἐξ ἐθνῶν, τῆς προφητείας πληρωθείσης ἔργῳ. “Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ.” ἀλλὰ καὶ Μάγοι Χριστὸν προσκυνήσαντες πρότερον τὴν τῶν ἐθνῶν κλῆσιν ᾐνίξαντο, καὶ Κορνήλιος πρῶτος ἐξ ἐθνῶν Πέτρῳ διὰ πίστεως προσῆλ‐ θεν. ἐπὶ τούτοις Παῦλος τὸ τῆς ἐκλογῆς σκεῦος δι’ ἀποκα‐ | |
10 | λύψεως Ἰησοῦ Χριστοῦ ἀπόστολος δείκνυται. | |
12t | Γάϊος. | |
13 | Γάϊος ἐβασίλευσεν ἔτη τρία καὶ μῆνας θʹ. ἦν δὲ μοιχι‐ κώτατος πάνυ. οὗτός ποτε προϊὼν κατὰ τὴν ἀγοράν, καὶ πη‐ | |
15 | λὸν ἐν τῇ ὁδῷ ἰδών, ἤγαγε Φλάβιον Οὐεσπασιανὸν τότε ἀγο‐ ρανόμον ὄντα, καὶ ὡς ἀμελήσαντος τὸν πηλὸν ἐς τὴν ἐσθῆτα αὐτοῦ βληθῆναι ἐκέλευσεν· ὅπερ ἐσήμαινε τὰ κοινὰ τεταρα‐ γμένα αὐτὸν ὑπολήψεσθαι. οὗτος ἐσφάγη ὑπὸ Κλαυδίου. ἐπὶ Γαΐου Ἀγρίππας βασιλεύει τῆς Ἰουδαίας, καὶ Σίμων ὁ Μά‐ | |
20 | γος παρὰ Φιλίππου βαπτίζεται, ἑνὸς τῶν ζʹ διακόνων. | 60 |
61(1t) | Κλαύδιος. | |
2 | Κλαύδιος ἐβασίλευσεν ἔτη ιγʹ μῆνας εʹ. οὗτος δειλὸς ὢν πάντας τοὺς προσιόντας αὐτῷ ἐποίησεν ἐρευνᾶσθαι, μή τι ξιφίδιον ἔχουσι, καὶ ἐν τοῖς συμποσίοις ὡπλισμένοι εἰς φυ‐ | |
5 | λακὴν παρειστήκεισαν αὐτῷ· ἐξ οὗ καὶ εἰς τοὺς λοιποὺς εἴ‐ θιστο γίνεσθαι. καὶ τοὺς κατηγορήσαντας τῶν ἰδίων δεσπο‐ τῶν δούλους καὶ ἀπελευθέρους μονομαχεῖν ἠνάγκαζε καὶ δια‐ φέρεσθαι, τινὰς δὲ καὶ τοῖς οἰκείοις παραδέδωκε δεσπόταις. μύκητα δὲ πεφαρμαγμένον φαγὼν ἐτελεύτησεν. ἐπὶ Κλαυ‐ | |
10 | δίου Ἀγρίππας, ὁ καὶ Ἡρώδης, ἀνεῖλεν Ἰάκωβον τὸν ἀδελ‐ φὸν Ἰωάννου μαχαίρᾳ, καὶ Πέτρον ἔθετο ἐν φυλακῇ ὡς ἀναιρήσων αὐτόν. Σίμων δὲ ὁ Μάγος τὸν χριστιανισμὸν ἀποβαλόμενος καὶ Μάγοις προσομιλήσας, ἐν Ῥώμη κατελθὼν ὡς θεὸς ἐτιμᾶτό τε καὶ ἐσέβετο διὰ τὰς ὑπ’ αὐτοῦ γοητείας. | |
15 | Πέτρου δὲ διὰ ταῦτα ἐπιδημήσαντος τῇ Ῥώμῃ ἡ μὲν τοῦ Σίμωνος ἀπέβη καὶ παραχρῆμα σὺν τῷ ἀνδρὶ καταλέλυτο δύ‐ ναμις· παρακλήσει δὲ πάντων Μάρκον προετρέψατο Πέτρος ἐκ τῆς διὰ λόγου αὐτοῦ διδαχῆς Ῥωμαίοις τὸ εὐαγγέλιον γράψαι. ὁ δὴ Μάρκος καὶ ἐν τῇ Αἰγύπτῳ στείλας πρῶτος | |
20 | ἐπίσκοπος καὶ κῆρυξ Ἀλεξανδρείας καθίσταται. Ἀγρίππας δὲ λαμπρὰν καὶ χρυσοϋφῆ ἐσθῆτα περιβαλόμενος ἐδημηγόρησεν | |
Ἰουδαίοις· τῶν δὲ φησάντων “θεοῦ φωνὴ καὶ οὐκ ἀνθρώ‐ | 61 | |
62 | πων,” ἡσθεὶς ἐπὶ τούτῳ, αὐτίκα παρ’ ἀγγέλου ῥομφαίᾳ πλη‐ γεὶς τελειοῦται. | |
3t | Νέρων ὁ υἱὸς Κλαυδίου. | |
4 | Νέρων ἐβασίλευσεν ἔτη ιγʹ μῆνας ηʹ, περὶ οὗ λόγιον ἦν | |
5 | ἔσχατος Αἰνεαδῶν μητροκτόνος ἡγεμονεύσει· κατήγετο γὰρ ἐκ τῆς γενεᾶς Αἰνείου καὶ Ῥωμύλου καὶ Αὐ‐ γούστου· ὃς τὴν μητέρα καὶ τὴν μνηστὴν ἀνελὼν εὐνοῦχον ἔγημεν. οὗτος ἀνεῖλε τοὺς ἀποστόλους Πέτρον καὶ Παῦλον καὶ πολλοὺς ἑτέρους μάρτυρας. ᾧ τινὶ διὰ τὸν αἰσχρὸν καὶ | |
10 | ἀσελγῆ βίον αὐτοῦ ἐπέθεντό τινες ἀναιρήσοντες. ὁ δὲ παρε‐ κάλει τοὺς συνόντας αὐτῷ ἀνελεῖν αὐτόν. ὡς δὲ οὐδεὶς τοῦτο ἠνέσχετο πρᾶξαι, “ἐγὼ μόνος” ἔφη “οὔτε φίλον ἔχω τὸν σώ‐ ζοντα οὔτε ἐχθρὸν τὸν ἀναιροῦντά με. ἀποθανεῖν θέλει ἡ ψυχή, καὶ ἡ χεὶρ οὐχ ὑπηρετεῖ.” τελευταῖον δὲ εἰπὼν “ὦ | |
15 | Ζεῦ, οἷος τεχνίτης κιθαρῳδὸς ἀπόλλυται” ἑαυτὸν ἀνεῖλεν. ἀποθανόντος δὲ αὐτοῦ πιλία ὡς ἐλευθερούμενοι Ῥωμαῖοι ἐφό‐ ρεσαν. παρ’ οὗ καὶ Ἀβλάβιος περὶ τῆς κατ’ αὐτοῦ ἐπιθέ‐ σεως, ὡς οἰκεῖος αὐτοῦ ὤν, ἐρωτηθεὶς ἔφη “ἐφίλησά σε παν‐ τὸς μᾶλλον καὶ ἐμίσησα· ἐφίλησα ἐλπίσας ἀγαθὸν αὐτοκράτορα | |
20 | ἔσεσθαι, μισῶ δὲ ὅτι ταῦτα ποιεῖς· οὔτε γὰρ ἁρματηλάτῃ οὔτε | |
κυνηγῷ οὔτε κιθαρῳδῷ δουλεύειν δύναμαι.” εἶτα Γάλβας μὴ | 62 | |
63 | ὢν ἐξ αἵματος βασιλικοῦ διεδέξατο αὐτόν. Ἀγρίππα τελευ‐ τήσαντος Φῆστος καθίσταται διάδοχος ὑπὸ Νέρωνος, Παῦλος δὲ κηρύσσων τὸ εὐαγγέλιον δικαιολογησάμενος ἐπὶ Φήστου πέμπεται πρὸς Νέρωνα, καὶ τὸ μὲν ἀπολογεῖται, δεύτερον δὲ | |
5 | ἐν Ῥώμῃ ἐλθὼν τὴν κεφαλὴν ἀποτέμνεται παρὰ Νέρωνος. ὡσαύτως καὶ Πέτρον τὸν κορυφαῖον ἀνασκολοπισθῆναι προ‐ στάττει. ἐπὶ τούτου Ἰουδαῖοι Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου ἀπὸ τοῦ πτερυγίου τοῦ ἱεροῦ ὠθήσαντες ἐφόνευσαν· καὶ παρευθὺ διὰ τὴν τούτου ἀναίρεσιν Οὐεσπασιανός, στρα‐ | |
10 | τηγὸς ὢν Ῥωμαίων, πορθεῖ τὰ Ἱεροσόλυμα, ὡς Ἰώσεπος ἱστορεῖ. | |
13t | Γάλβας. | |
14 | Γάλβας ἐβασίλευσε μῆνας θʹ ἡμέρας ιγʹ, ἦν δὲ τῶν εὐ‐ | |
15 | πατριδῶν, εἶχε δὲ παραδυναστεύοντα τὸν Ὄθωνα, ὃς ἰδὼν τὸν Γάλβαν Λούκιον εἰς υἱοθεσίαν παραλαβόντα, φθονήσας καὶ τὸ στράτευμα κατ’ αὐτοῦ κινήσας, ἀπέκτεινεν αὐτόν. ἀπαιτούμενος δὲ ὁ Ὄθων χρήματα παρὰ τῶν στρατιωτῶν, ἃ ὑπέσχετο αὐτοῖς, ἔφη “οὐ δεῖ αὐτοκράτορα ἀναγκάζεσθαι.” | |
20 | Ὄθων ἐβασίλευσε μῆνας τρεῖς ἡμέρας ηʹ, ἦν δὲ γένους ἀσή‐ μου. θύων δέ ποτε ἐν τῷ ἱερῷ τὰ τῆς Ἀφροδίτης ᾄσματα | |
τοῖς ἱεροῖς παρέμιξε. καὶ διὰ τοῦτο Βιταλίου αὐτῷ ἐπανα‐ | 63 | |
64 | στάντος ξιφιδίῳ ἑαυτὸν διεχειρίσατο, εἰπὼν “τί γάρ με ἔδει μακροῖς αὐλοῖς αὐλεῖν;” Γάλβας καὶ Ὄθων καὶ Βιτάλιος ἐν πολέμοις ὄντες ὑπὸ στρατιωτῶν ἀνῃρέθησαν. Οὐεσπασιανὸν δὲ τὰ Ἱεροσόλυμα ἐκπορθοῦντα ὡς ἐχέφρονα καὶ ἀνδρεῖον ἡ | |
5 | τῶν Ῥωμαίων σύγκλητος ἀνηγόρευσε βασιλέα. | |
6t | Βιτάλιος. | |
7 | Βιτάλιος ἐβασίλευσεν ἔτος ἕν, γένους ἐπιφανοῦς ὤν. οὗ‐ τος ἀστρολόγους καὶ ἀστρονόμους καὶ γόητας ἐντὸς ῥητῆς ἡμέ‐ ρας πάντας ἐκ χωρῆσαι τῆς Ἰταλίας προσέταξεν· ᾧ καὶ | |
10 | πρόγραμμα ἔρριψαν προαγγέλλοντες ἐντὸς ἡμέρας ῥητῆς ἀπαλλαγήσεσθαι αὐτὸν τοῦ βίου, ὃ δὴ καὶ γέγονεν. ἐσφάγη δὲ ὑπὸ στρατιωτῶν. | |
13t | Οὐεσπασιανός. | |
14 | Οὐεσπασιανὸς ἐβασίλευσεν ἔτη δέκα ἡμέρας ὀκτώ, ἦν δὲ | |
15 | γονέων ἀσήμων. αὐτοκράτωρ δὲ γέγονεν ἐν Παλαιστίνῃ, ἔτι τὰς πόλεις τῶν Ἰουδαίων πολιορκῶν· ὅστις καὶ Ἰώσηπον τὸν συγγραφέα ὑποχείριον ἐποιήσατο. ἀνήχθη δὲ ἐν Ῥώμῃ ἀναγορευθεὶς ὑπὸ τοῦ στρατοῦ βασιλεύς, καταλιπὼν Τῖτον τὸν υἱὸν αὐτοῦ τὴν Παλαιστίνην πολιορκεῖν. οὗτος τελευτᾷ | |
20 | νόσῳ. περὶ τῆς Οὐεπασιανοῦ ἁλώσεως τῆς Ἱερουσαλὴμ καὶ | |
Τίτου υἱοῦ αὐτοῦ Ἰώσηπος θαυμαστῶς ἱστορεῖ. | 64 | |
65(1t) | Τῖτος υἱὸς Οὐεσπασιανοῦ. | |
2 | Τῖτος ἐβασίλευσεν ἔτη δύο μῆνας γʹ. οὗτος πολιορκεῖ τὰ Ἱεροσόλυμα. ἀνῃρέθη δὲ ὑπὸ Δομετιανοῦ ἀδελφοῦ, ὃς νοσήσαντα ἔβαλεν αὐτὸν εἰς λάρνακα ξυλίνην χιόνος γέμουσαν | |
5 | ὡς δῆθεν θεραπεύσων, καὶ ἀπέκτεινε. Τῖτος ἀπειλαῖς οὐ τιμω‐ ρίαις ἐφόβει μόνον. βασιλεύοντος οὖν αὐτοῦ οὐ παρῆλθεν ἡμέρα ἐν ᾗ τι δῶρόν τινι ἢ εὐεργεσίαν οὐ παρέσχε· βασι‐ λέως γάρ ἐστι τὸ εὐεργετεῖν καὶ ἀληθεύειν. ἔλεγε δὲ ὅτι τὸν βλέποντα βασιλέα οὐ δεῖ ἐξέρχεσθαι λυπούμενον. | |
10t | Δομετιανός. | |
11 | Δομετιανὸς ἐβασίλευσεν ἔτη ιεʹ μῆνας ιαʹ. οὗτος τὰς γενέσεις τῶν πρώτων τῆς Ῥώμης ἐρευνῶν, καὶ οὐκ ὀλίγους εὑρίσκων ἐν δυνάμει ἔσεσθαι, ἀνῄρει διὰ προφάσεως, ἀνο‐ σιουργὸς ὢν καὶ ἀνδρομανίας ἀνάμεστος· ἐφ’ οὗ Τιμόθεος | |
15 | ὁ ἀπόστολος ἐμαρτύρησε, καὶ Ἰωάννης ὁ εὐαγγελιστὴς ὡς ὑπεύθυνος ἐν Πάτμῳ τῇ νήσῳ ἐξώριστο. ὁ δέ γε Ἀπολλώ‐ νιος ὁ Τυανεὺς τῷ τότε καιρῷ ἀκμάζων, ἐν Βυζαντίῳ ἐλθὼν καὶ παρακληθεὶς ὑπό τινων ἐστοιχείωσεν ὄφεις μὲν καὶ σκορ‐ πίους μὴ πλήσσειν, κώνωπας μὴ παρεῖναι, ἵππους μὴ κατο‐ | |
20 | φρυοῦσθαι μήτε μὴν ἀγριαίνεσθαι ἢ κατά τινος ἢ κατ’ ἀλλή‐ | 65 |
66 | λων. οὗτος ὁ Δομετιανὸς Νερούαν ἐκέλευσεν ζῶντα βληθῆ‐ ναι εἰς πῦρ, τῶν ἀστρονόμων εἰπόντων ὑπὸ κυνῶν τοῦτον ἀναλωθήσεσθαι· ὑετὸς δὲ κατενεχθεὶς πολὺς τὴν πυρὰν κα‐ τέσβεσε, καὶ δεδεμένου ἔτι τὼ χεῖρε κύνες ἀφεθέντες κατέφα‐ | |
5 | γον. Λάρπος δὲ ἀστρονόμος εἶπεν εἰς ὄψιν τῷ Δομετιανῷ τεθνήξεσθαι ἡμέρᾳ τῇδε. ὁ δὲ ἐκέλευσεν αὐτὸν τηρηθῆναι ἐν δεσμῷ, ὡς ἂν τῆς ἡμέρας διελθούσης τῇ ἐπαύριον ἀναιρή‐ σων. ἀλλὰ θανόντος Δομετιανοῦ ἀπελύθη ἀβλαβής. Δομετια‐ νὸς τοὺς ἀπὸ γένους Δαυὶδ καὶ Χριστοῦ ἀναιρεῖσθαι προσέ‐ | |
10 | ταξεν· ἐδεδίει γὰρ τὴν παρουσίαν τοῦ κυρίου, ὡς καὶ Ἡρώ‐ δης, τοῦ κηρύγματος ἤδη δύναμιν λαμβάνοντος. ἤγαγον οὖν συγγενεῖς τοῦ κυρίου πρὸς Δομετιανόν, καὶ ἐπηρώτησεν εἰ ἐκ Δαυὶδ καὶ Χριστοῦ εἰσί, καὶ ὡμολόγησαν. “καὶ πό‐ σων” ἔφη “χρημάτων κυριεύετε;” “ἐννέα” φησὶ “δηναρίων οἱ | |
15 | πάντες καὶ πλέθρων γῆς ὀλίγων, ἐξ ὧν καὶ τοὺς φόρους ἀναφέρομεν.” καὶ τὰς χεῖρας σκληρὰς ἐκ τῆς ἐργασίας ἐδείκνυον. ὁ δὲ καὶ ὁποία τίς ἐστιν ἡ τοῦ Χριστοῦ βασι‐ λεία, καὶ πότε φανησομένη, αὖθις ἠρώτησεν. οἱ δὲ ἔφασαν ὡς οὐ κοσμικὴ μὲν οὐδὲ ἐπίγειος, ἐπουράνιος δὲ καὶ ἐπὶ | |
20 | συντελείᾳ τῶν αἰώνων, ὅταν ἔλθῃ ἐν δόξῃ κρῖναι ζῶντας καὶ νεκρούς· ἐφ’ οἷς αὐτῶν καταφρονήσαντα ἐλευθέρους μὲν αὐτοὺς ἀφεῖναι κελεῦσαι, τὸν δὲ τῆς ἐκκλησίας διωγμὸν κα‐ | |
ταπαῦσαι. | 66 | |
67(1t) | Νέρβας ὁ καὶ Μάρκος. | |
2 | Νέρβας ἐβασίλευσεν ἔτος ἓν μῆνας δʹ, σώφρων ὢν καὶ ἐπιεικής. οὗτος ἀνεκαλέσατο τῆς ἐξορίας, ἀποστείλας αὐτὸν ἐν Ἐφέσῳ, ἔνθα καὶ τελευτᾷ. ἐκ Παιονίας δὲ ἀγγελία ἐπι‐ | |
5 | νικίων ἐλθοῦσα παρὰ Τραϊανοῦ ἀνελθὼν ἐν τῷ Καπετω‐ λίῳ καὶ λιβανωτὸν ἐπιθύσας στάς τε ἐπὶ βήματος καὶ με‐ γάλα βοῶν, τῆς τε βουλῆς καὶ τοῦ δήμου τῶν Ῥωμαίων πα‐ ρόντων, ἔφη “ἀγαθῇ τύχῃ Μάρκος Νέρβας Τραϊανὸν υἱο‐ ποιοῦμαι.” οὗτος ἀπηγόρευσε τοῦ ἐκτέμνειν τινῶν τὰ αἰ‐ | |
10 | δοῖα ἐν Ῥώμῃ· καὶ νόσῳ τελευτᾷ. | |
11t | Τραϊανός. | |
12 | Τραϊανὸς ἐβασίλευσεν ἔτη ιθʹ μῆνας ϛʹ. ὃς ἦν μισοπό‐ νηρος καὶ φιλοδίκαιος· γυμνώσας γάρ ποτε ξίφος ἐνώπιον τῶν ἐν τέλει πάντων ἐπέδωκε τῷ ἐπάρχῳ λέγων “δέξαι τοῦτο, | |
15 | καὶ εἰ μὲν καλῶς ἄρχω, ὑπὲρ ἐμοῦ, εἰ δὲ μή, κατ’ ἐμοῦ αὐ‐ τῷ χρῆσαι.” προεχειρίσθη δὲ ὑπὸ Νέρβα διὰ τὴν ἀρετὴν αὐτοῦ ὡς πολεμικώτατος καὶ πολλὰ κατορθώματα ἐν Ῥώμῃ καὶ πανταχοῦ πεποιηκώς. φίλου δέ τινος αὐτῷ ποτὲ διαβλη‐ θέντος ὡς ἐπιβούλου, καὶ τούς τε ὀφθαλμοὺς ἐκκεντηθέντος | |
20 | καὶ τὸ γένειον ἀποκειραμένου, ἐπεὶ τυφλὸς πρὸς Τραϊανὸν | 67 |
68 | εἰσήχθη, πολλὰ λυπηθεὶς ἐπὶ τούτῳ πόλιν τε κτίσας ἐπὶ τῷ ὀνόματι αὐτοῦ τὴν νῦν Τραϊανούπολιν ὀνομαζομένην, καὶ τοῦτον κατοικτείρας, ὡς δεσπότην τῆς πόλεως ἐκεῖσε ἀπέστει‐ λεν ἕως τῆς αὐτοῦ τελευτῆς. θνήσκει δὲ Ἀδριανὸν προχει‐ | |
5 | ρισάμενος εἰς βασιλέα. ἐπὶ τούτου ἐμαρτύρησεν ὁ ἅγιος Ἰγνάτιος ὁ θεοφόρος καὶ Συμεὼν ὁ τοῦ Κλεόπα. Τραϊανὸς προσέταξε τὸ Χριστιανῶν φῦλον μὴ ἐκζητεῖσθαι μέν, ἐμπεσὸν δὲ κολάζεσθαι. ἐπὶ αὐτοῦ Σίμωνα τὸν Μάγον Μένανδρος διεδέξατο, γόης καὶ ἀπατεών, Σαμαρεὺς τὸ γένος, ἑαυτὸν | |
10 | Χριστὸν ὀνομάζων. ἦν δὲ καὶ Κήρινθος αἱρεσιάρχης τότε, καὶ Νικόλαος εἷς τῶν ἑπτὰ διακόνων. | |
12t | Ἀδριανὸς Αἴλιος. | |
13 | Ἀδριανὸς Αἴλιος ἐβασίλευσεν ἔτη κʹ μῆνας ιαʹ. ἦν δὲ φιλολόγος ἐπιτήδειος ἔν τε τῷ πεζῷ λόγῳ καὶ τῷ ἐμμέτρῳ, | |
15 | συγγενὴς καὶ υἱοπεποιημένος τῷ Τραϊανῷ. οὗτος ἐν Μυσίᾳ ἔνθα ἐθήρασεν, ᾠκοδόμησε πόλιν, καὶ ἐκάλεσεν αὐτὴν Ἀδρια‐ νοῦ θήρας ἐν τοῖς μιτάτοις, καὶ ἑτέραν πόλιν ἐν τῇ Θρᾴκῃ ἐπ’ ὀνόματι αὐτοῦ. οὗτος καὶ τὴν Ἰουδαίων πόλιν κατέ‐ στρεψε διὰ τὸ βουληθῆναι τοὺς Ἰουδαίους ἀνοικοδομῆσαι τὸν | |
20 | ἐν Ἱεροσολύμοις ναόν, καὶ ἐν μιᾷ ἡμέρᾳ πεντήκοντα ὀκτὼ μυριάδας ἀνεῖλε. σημεῖον δὲ γέγονε τῆς ἀναλώσεως αὐτῶν | |
ὡς τὸ τοῦ Σολομῶντος μνημεῖον αὐτομάτως διαλυθῆναι. τὰ | 68 | |
69 | δὲ παλαιὰ λείψανα τῆς πόλεως ἐρειπίσας καὶ ἐρημώσας, κτί‐ ζει ἐπὶ τῷ ἰδίῳ ὀνόματι τὴν πόλιν, Αἰλίαν αὐτὴν ἐπονομά‐ σας. ἐν δὲ τῷ ναῷ τὸν αὐτοῦ ἀνδριάντα ἀνεστήλωσε διὰ τὸ εἶναι αὐτὸν λωβόν, ὅπως εὕρῃ ἴασιν. Σίμιλον δέ τινα ἔν | |
5 | τε φρονήσει καὶ ἐπιεικείᾳ καὶ ἀρεταῖς πολλαῖς κεκοσμημένον πάνυ ἐτίμα, καὶ ἐν μεγάλῃ ἀρχῇ ἐτίμησεν αὐτόν· ἀλλ’ ἐπ’ ὀλίγον τῆς ἀρχῆς κρατήσας δεηθεὶς ἐξέστη αὐτῆς, καὶ ἐν ἀγρῷ ἑπτὰ ἔτη διατρίψας ἐτελεύτησεν, ἐπιγραφῆναι προστά‐ ξας ἐν τῷ μνήματι αὐτοῦ οὕτως “Σίμιλος ἐνταῦθα κατάκει‐ | |
10 | ται, βιώσας μὲν ἔτη τόσα, ζήσας δὲ ἑπτά.” θνήσκει δὲ Ἀδρια‐ νὸς Ἀντωνῖνον προχειρισάμενος. ἀπέθανε δὲ βίᾳ τῆς νόσου, κράζων “ὦ Ζεῦ, πόσον κακόν ἐστιν ἐπιθυμοῦντά τινα ἀπο‐ θανεῖν καὶ μὴ τυγχάνειν.” ἐπὶ Ἀδριανοῦ ὑπῆρχον αἱρεσιῶ‐ ται, ἐχθροὶ τῆς τῶν Χριστιανῶν πίστεως Σατορνῖνος καὶ Βα‐ | |
15 | σιλείδης καὶ Καρποκράτης. | |
16t | Ἀντωνῖνος ὁ εὐσεβής. | |
17 | Ἀντωνῖνος ὁ εὐσεβὴς ἐβασίλευσεν ἔτη κδʹ, υἱοποιηθεὶς τῷ Ἀδριανῷ, καὶ πρῶτος τῶν αὐτοκρατόρων εὐσεβὴς ἐπεκλή‐ | |
θη· πᾶσαν γὰρ ἀρετὴν ἐπεκτήσατο. θνήσκει δὲ προβαλόμε‐ | 69 | |
70 | νος εἰς βασιλέα Μάρκον Ἀντωνῖνον τὸν ἴδιον γαμβρόν. ἐπὶ Ἀντωνίνου Οὐήρου Βαρδισάνης τις Σύρος διαλεκτικώτατος καὶ σοφὸς ἦν, ὥστε θαυμάζεσθαι αὐτοῦ τὸν πρὸς Ἀντωνῖνον κατὰ εἱμαρμένης λόγον. | |
5t | Μάρκος Ἀντωνῖνος ὁ φιλόσοφος καὶ Βῆρος ὁ γαμβρὸς αὐτοῦ. | |
6 | Μάρκος Ἀντωνῖνος ἐβασίλευσεν ἔτη ιθʹ μετὰ Βήρου τοῦ γαμβροῦ αὐτοῦ. οὗτος ὁ Μάρκος σοφὸς ἦν πάνυ καὶ ἐνά‐ ρετος, καὶ τὴν πόλιν ἐκ πολλῶν πολέμων διασωσάμενος καὶ ἀγαπηθεὶς ὑπὸ τῶν πολιτῶν σφόδρα ἀπέθανε φαρμακευθεὶς | |
10 | ὑπὸ Κομόδου τοῦ ἰδίου υἱοῦ. τὴν δὲ μνήμην τῆς ἀρετῆς αὐτοῦ ἡ βουλὴ ἔχουσα μετὰ τὴν αὐτοῦ τελευτὴν χρυσῷ ἀνδριάντι αὐτὸν ἐτίμησε. πολεμοῦντος Μάρκου Γερμανοὺς καὶ Σαυρομάτας, δίψει τῆς στρατιᾶς πιεζομένης καὶ διὰ τοῦτο κινδυνευούσης, τοὺς ἐπὶ τῆς Μελιτινῆς οὕτω καλου‐ | |
15 | μένης λεγεῶνος Χριστιανοὺς ὄντας, δι’ εὐχῆς ἐκτενοῦς πρὸς θεὸν γενομένης, ἱστορεῖται τοὺς μὲν πολεμίους κεραυνῷ βα‐ λεῖν, ὄμβρῳ δὲ τοὺς Ῥωμαίους παραμυθήσασθαι· ὅπερ, ὥς φασι, σφοδρῶς καταπλῆξαν τὸν Μάρκον, γράφει τι‐ μῆσαι Χριστιανούς, τὴν δὲ λεγεῶνα κεραυνοβόλον προσα‐ | |
20 | γορεῦσαι. | 70 |
71(1t) | Κόμοδος ὁ υἱὸς Μάρκου. | |
2 | Κόμοδος υἱὸς Μάρκου ἐβασίλευσεν ἔτη ιβʹ μῆνας εʹ. οὗτος εἶχε τρίχας ξανθὰς εἰκασμένας χρυσῷ, ἦν δὲ μοιχικώ‐ τατος πάνυ καὶ φιλοκύνηγος· ὅν φασιν ἐν μιᾷ ἡμέρᾳ δώ‐ | |
5 | δεκα λέοντας φονεῦσαι. γέγονε δὲ ποδαλγὸς καὶ καταβαρής. συνέβη δὲ πολλὰ τοὺς κατὰ τὴν Ῥώμην παθεῖν ἐν ταῖς ἡμέ‐ ραις αὐτοῦ. Νάρκισσος δέ τις τῶν οἰκείων αὐτοῦ ἀπέπνιξεν αὐτὸν ἐν τῷ λουτρῷ. ἐπὶ Κομόδου Κλήμης ὁ στρωματεὺς ἐν Ἀλεξανδρείᾳ ἐγνωρίζετο. Κλήμεντος δὲ φοιτητὴς Ὠριγέ‐ | |
10 | νης ἐγένετο. ἀλλὰ καὶ Μοντανὸς αἱρεσιάρχης τότε ἦν, ὃς ἑαυτὸν παράκλητον ἔλεγεν εἶναι. | |
12t | Περτίναξ. | |
13 | Περτίναξ ἐβασίλευσεν ἡμέρας πζʹ, μήτε τὴν γυναῖκα μή‐ τε τὰ τέκνα εἰς τὸ παλάτιον ἀγαγών, ἀλλ’ ἐάσας παρὰ τῷ | |
15 | πάππῳ διαιτᾶσθαι. οὗτος ἐσφάγη παρὰ τῶν στρατιωτῶν. ἐπὶ Περτίνακος εἷς τῶν ἑρμηνευτῶν Ἐβιωναῖος τὴν αἵρεσιν ἦν· ἀλλὰ καὶ Πορφύριος φιλόσοφος ὁ κατὰ Χριστιανῶν | |
γράψας καὶ Ἀφρικανὸς ὁ σοφώτατος. | 71 | |
72(1t) | Ἰουλιανὸς Δίδιος. | |
2 | Ἰουλιανὸς Δίδιος ἐβασίλευσεν ἡμέρας ξϛʹ, φαυλότατος τοῖς τρόποις, καὶ τοῖς ἔργοις ἀνοσιουργὸς καὶ χρημάτων ἐρα‐ στής. οὗτος διὰ ταῦτα ἐσφάγη ψήφῳ τῆς βουλῆς, μεγάλα | |
5 | ἐπιβοώμενος “τί γὰρ δεινὸν ἐποίησα;” | |
6t | Σευῆρος. | |
7 | Σευῆρος ἐβασίλευσεν ἔτη ιζʹ μῆνας ηʹ. οὗτος τὸ Βυζάν‐ τιον παραλαβὼν τὰ τείχη αὐτοῦ καθεῖλεν. εἶχε δὲ πύργους ἑπτά, ἐκ τῶν Θρᾳκικῶν πυλῶν ἀρχομένους καὶ ἐπὶ τὴν ἀρ‐ | |
10 | κτῴαν θάλασσαν καθήκοντας· καὶ τούτων εἴ τις ἐν ἑτέρῳ πύργῳ προσῆλθεν, οὐδεμία αἴσθησις τοῖς ἄλλοις ἐγίνετο· εἰ δὲ ἐν τῷ πρώτῳ πύργῳ ἀνεβόησεν ἢ καὶ λίθον ἐσάλευσεν, αὐτός τε ἤχει καὶ τῷ δευτέρῳ καὶ τοῖς λοιποῖς πᾶσιν ἐφεξῆς μετε‐ δίδου τῆς ἠχῆς. οὗτος καὶ τὸ Ζεύξιππον λοετρὸν ἔκτισε Βυ‐ | |
15 | ζαντίοις, καὶ τὸ πρῶτον κτίσμα τῷ ἱπποδρομίῳ παρέδωκε, καὶ κυνήγιον καὶ θέατρον αὐτοῖς κατεσκεύασεν. ἐπὶ τούτου ἤκμαζε καὶ Ὠριγένης, ὃς ἐνέσπειρεν ἐπὶ τῆς γῆς πονηρὰ ζι‐ ζάνια καὶ πᾶσαν ἀκαθαρσίαν ἐπεδείξατο. ἐμαρτύρησε δὲ καὶ Λεωνίδης ὁ πατὴρ Ὠριγένους. νοσηλευθεὶς δὲ ὁ βασιλεὺς | |
20 | ἐτελεύτησεν ἐν πολέμῳ. οὗτος τὸν ἐν Βρεττανίᾳ νικήσας πό‐ | 72 |
73 | λεμον ἀπὸ θαλάσσης εἰς θάλασσαν περιετείχισε τὴν νῆσον σταδίοις χιλίοις. | |
3t | Ἀντωνῖνος υἱὸς Σευήρου ὁ Καράκαλος. | |
4 | Ἀντωνῖνος υἱὸς Σευήρου ἐβασίλευσεν ἔτη ϛʹ μῆνας βʹ. | |
5 | οὗτος τὸν ἴδιον ἀδελφὸν ἐν τῷ κόλπῳ τῆς μητρὸς ἀπέσφαξε. Σαραπίων δέ τις μαθηματικὸς ἔλεγεν ὡς τεθνήξεται Ἀντω‐ νῖνος καὶ Μακρῖνος αὐτὸν διαδέξεται καὶ ἔδειξεν αὐτῷ τῷ δακτύλῳ παρεστῶτα μετὰ τῆς συγκλήτου. ὁ δὲ ὑπὸ θυμοῦ, μᾶλλον δὲ ὑπὸ τῆς τύχης οὐ συνῆκε τῷ προσώπῳ Μακρί‐ | |
10 | νου, ἀλλ’ ἕτερον τὸν πλησίον ἐκέλευσεν ἀποκτανθῆναι. ὁ δὲ Μακρῖνος ἐσπούδαζε τὸν Ἀντωνῖνον προκαταλαβεῖν, καὶ τοῦ Ἀντωνίνου ἀπὸ τοῦ ἵππου κατελθόντος ἐν κυνηγίῳ εἰς ἀπό‐ πατον ἑκατόνταρχον ἀποστείλας τοῦτον τῷ ξίφει ἀνεῖλεν, εἰ‐ πὼν πρὸς αὐτὸν “ὡς σὺ τὸν ἀδελφὸν ἀπέσφαξας, οὕτω κἀγὼ | |
15 | σέ.” ἐπὶ Ἀντωνίνου Ὠριγένης διάφορα συγγράμματα κατα‐ λέλοιπε μετὰ καὶ τῆς τῶν Ἑβραίων σημειώσεως, τὰ λεγόμενα ἑξαπλᾶ. | |
18t | Μακρῖνος. | |
19 | Μακρῖνος ἐβασίλευσεν ἔτος ἓν μῆνας δύο. Εὐτυχιανὸς | |
20 | δέ τις παραλαβὼν τὸν Ἄβιτον ὡς Ἀντωνίνου υἱὸν μοίχειον | |
περιτέθεικε διάδημα καὶ αὐτοκράτορα ἀνηγόρευσε, καὶ δοὺς | 73 | |
74 | χρυσίον τοῖς στρατιώταις συνέβαλε πόλεμον μετὰ Μακρίνου, καὶ ἡττηθεὶς Μακρῖνος ἔφυγε καὶ ἀπεσφάγη μετὰ τῶν υἱῶν αὐτοῦ. | |
4t | Ἄβιτος. | |
5 | Ἄβιτος ἐβασίλευσεν ἔτη τρία μῆνας ἐννέα. οὗτος γυναι‐ κώδης ἦν, ὥστε καὶ Ἱεροκλέα ἔννομον αὐτοῦ ἄνδρα ποιῆσαι. ἐσφάγη δὲ διὰ τὰς ἀκαθαρσίας αὐτοῦ, κακῶς τὸ ζῆν ἀπορ‐ ρήξας, καὶ ἐβασίλευσεν Ἀλέξανδρος ἐξάδελφος αὐτοῦ. Ἄβι‐ τος τὸν ἰατρὸν ἠντιβόλει διφυῆ αὐτὸν διὰ τομῆς ἐμπροσθίου | |
10 | τῇ τέχνῃ ποιεῖσθαι. | |
11t | Ἀλέξανδρος. | |
12 | Ἀλέξανδρος ὁ Μαμαίας ἐβασίλευσεν ἔτη ιγʹ μῆνας ηʹ. ἐπὶ αὐτοῦ γέγονε λιμὸς ἐν Ῥώμῃ, ὥστε καὶ κρεῶν αὐτοὺς ἀνθρωπίνων ἅψασθαι. οὗτος ἐκστρατεύσας κατὰ Περσῶν, | |
15 | προεβάλοντο οἱ στρατιῶται Μαξιμῖνον. Μαμαία ἡ Ἀλεξάν‐ δρου μήτηρ θεοσεβὴς ἐτύγχανε, καὶ τὸν Ὡριγένην ἐν Ἀντιο‐ χείᾳ διατρίβοντα μετεπέμψατο πρὸς αὐτὴν τοῦ διδαχθῆναι τὸ | |
κατὰ Χριστὸν μυστήριον. | 74 | |
75(1t) | Μαξιμῖνος. | |
2 | Μαξιμῖνος ἐβασίλευσεν ἔτη ϛʹ. οὗτος ποιμὴν ὢν καὶ μετὰ ταῦτα στρατιώτης γεγονώς, εἶθ’ οὕτως στρατηγὸς Ἀλε‐ ξανδρείας, ὑπὸ τοῦ δήμου καὶ τῆς βουλῆς προεβλήθη βασι‐ | |
5 | λεὺς δι’ ἀνδρείαν καὶ φρόνησιν, μετὰ δὲ ταῦτα ἀπεσφάγη δολίως παρὰ Μαξίμου καὶ Βαλβίνου, ἄξιον τῆς ἑαυτοῦ ἀνο‐ σιουργοῦ γνώμης εὑρὼν τὸ τέλος. Μαξιμῖνος ἔχθει τῷ πρὸς Ἀλέξανδρον πολλοὺς Χριστιανοὺς ἔχοντα καὶ τιμῶντα διω‐ γμὸν ἤγειρε μέγαν κατὰ Χριστιανῶν. | |
10t | Μάξιμος καὶ Βαλβῖνος. | |
11 | Μάξιμος καὶ Βαλβῖνος ἐβασίλευσαν ἡμέρας κβʹ. τῷ αὐ‐ τῷ δὲ τρόπῳ ἀπεσφάγησαν καὶ οὗτοι ὑπὸ τῶν στρατιωτῶν. ὁμοίως καὶ Γορδιανὸς ὁ προγεγονὼς Καῖσαρ παρὰ Μαξί‐ μου καὶ αὐτὸς βασιλεύσας ἀνῃρέθη, ὡς κωλύσαντος Φιλίππου | |
15 | τοῦ ἐπάρχου τὸν σῖτον διακομισθῆναι τῷ στρατῷ. οὗτος δὲ ὁ Φίλιππος ἦν πατὴρ τῆς ἁγίας μάρτυρος Εὐγενίας. ἐπὶ Μαξίμου καὶ Γορδιανοῦ Ἀφρικανὸς ὁ συγγραφεὺς ἐγνω‐ ρίζετο. | |
19t | Γορδιανός. | |
20 | Γορδιανὸς Καῖσαρ περὶ ἔτη που γεγονὼς ιγʹ αὐτοκράτωρ | 75 |
76 | τε ἀνεδείχθη ἔτη ϛʹ, καὶ τὴν Ῥωμαίων ἀρχὴν ἀνεδέξατο, εἶτα ὑπὸ Φιλίππου ἐπάρχου ἐπιβουλευθεὶς ἐτελεύτησε. | |
3t | Φίλιππος. | |
4 | Φίλιππος ἐβασίλευσεν ἔτη πέντε, ὃς ὑπῆρχε μὲν τῆς | |
5 | τῶν Χριστιανῶν πίστεως σπουδαστής, συνέσει καὶ ἐπιει‐ κείᾳ κεκοσμημένος, ὡρμᾶτο δὲ ἀπὸ Βόστρας, ἔνθα καὶ πόλιν ᾠκοδόμησεν ὀνομάσας αὐτὴν Φιλιππούπολιν. οὗτος σπον‐ δὰς εἰρηνικὰς ἐποίησε μετὰ Σαβώρου βασιλέως Περσῶν, ὃς ἐθαυμάζετο ἐπὶ μεγέθει σώματος· μέχρι γὰρ ἐκείνου τοῦ | |
10 | χρόνου τηλικοῦτος ἄνθρωπος οὐκ ὤφθη. ἀνῃρέθη δὲ ὁ Φίλιππος ἅμα τῷ υἱῷ ἀγωνιζόμενος ὑπὲρ Χριστιανῶν ὑπὸ Δεκίου. | |
13t | Δέκιος. | |
14 | Δέκιος ἐβασίλευσεν ἔτη δύο, ὃς πολλοὺς ἁγίους ἐτιμωρή‐ | |
15 | σατο καὶ θανάτῳ παρέδωκεν· ἀνῃρέθη δὲ ὑπὸ Σκυθῶν ὑπο‐ θήκαις Γάλλου καὶ Βολουσιανοῦ ἐν τέλματι ἀποπνιγεὶς μετὰ τοῦ ἰδίου υἱοῦ, ἀξίαν τιμωρίαν τῆς ἰδίας αὐτῶν θηριωδίας ἐπιτυ‐ χόντες, ὡς μηδὲ τὰ σώματα αὐτῶν εὑρεθῆναι ἤ τι μέρος ἐξ | |
αὐτῶν. ἐπὶ τούτου ἦν Κλήμης ὁ στρωματεὺς καὶ Ἀφρικανὸς | 76 | |
77 | καὶ Γρηγόριος ὁ θαυματουργός. ἐπὶ Δεκίου Ναυάτος πρε‐ σβύτερος ὢν ἀπέσχισε τῆς ἐκκλησίας, ὃς τοὺς ἐπιθύσαντας καὶ μετανοοῦντας οὐκ ἐδέχετο. ἐπὶ αὐτοῦ Κυπριανὸς ὁ ἅγιος ἐμαρτύρησε, καὶ οἱ ἑπτὰ παῖδες οἱ ἐν Ἐφέσῳ, καὶ πλῆθος | |
5 | ἁγίων. | |
6t | Γάλλος καὶ Βολουσιανός. | |
7 | Γάλλος καὶ Βολουσιανὸς ἐβασίλευσαν ἔτη βʹ μῆνας ηʹ. γέγονε δὲ ἐν ταῖς ἡμέραις αὐτῶν λοιμός, κινηθεὶς ἀπὸ ἀνα‐ τολῆς μέχρι τῆς δύσεως, καὶ οὐδεμία πόλις εὑρέθη ἄμοιρος | |
10 | ταύτης τῆς ἀπειλῆς· ἐκράτησε δὲ ἔτη ιαʹ, ἀρχόμενος ἀπὸ φθινοπώρου καὶ λήγων τῇ τοῦ κυνὸς ἐπιτολῇ. μετεδίδοτο δὲ ἡ νόσος αὕτη ἀπό τε ἱματίων καὶ ψιλῆς θέας. καὶ οἱ Σκύ‐ θαι περάσαντες τὸν Ἴστρον πᾶσαν τὴν δύσιν καὶ Ἰταλίαν ἀνατολήν τε καὶ Ἀσίαν ἐπόρθησαν καὶ παρέλαβον δίχα μό‐ | |
15 | νης Ἰλίου καὶ Κυζίκου. ἀνῃρέθη δὲ ὁ Γάλλος καὶ Βολου‐ σιανὸς ὑπὸ τῶν στρατιωτῶν, καὶ ἀνηγορεύθη βασιλεὺς Αἰμι‐ λιανὸς ὑπ’ αὐτῶν. ἐπὶ Γάλλου καὶ Βολουσιανοῦ ἡ κατὰ Σαβέλλιον αἵρεσις συνέστη. | |
19t | Αἰμιλιανός. | |
20 | Αἰμιλιανὸς ἐβασίλευσε μῆνας δʹ, ἦρχε δὲ τοῦ ἐν Μυσίᾳ | |
στρατεύματος, ἔχων καὶ Λιβυκὸν στρατόν, μεθ’ ὧν πολεμή‐ | 77 | |
78 | σας τοὺς Σκύθας καὶ νικήσας ἐπήρθη τῇ εὐτυχίᾳ καὶ ἠντάρ‐ χησεν. ἀναιρεῖται δὲ καὶ αὐτὸς ὑπὸ στρατιωτῶν. | |
3t | Οὐαλεριανὸς καὶ Γαληνός. | |
4 | Οὐαλεριανὸς καὶ Γαληνὸς ὁ υἱὸς αὐτοῦ ἐβασίλευσεν ἔτη | |
5 | ιεʹ. οὗτος Οὐαλεριανὸς πόλεμον μετὰ Σαβώρου τοῦ Πέρσου ποιήσας, καὶ δορυάλωτος γεγονὼς ἐν Καισαρείᾳ τῇ πόλει ἔχων μυριάδας τεσσαράκοντα, ὑπὸ Σαβώρου ἐκδαρεὶς ἐτελεύτησεν. ὁ δὲ Γαληνὸς μετὰ τοῦτον πρῶτος ἱππικὰ τάγματα κατέστη‐ σε· πεζοὶ γὰρ κατὰ πολὺ οἱ στρατιῶται τῶν Ῥωμαίων ὑπῆρ‐ | |
10 | χον. ἐσφάγη δὲ καὶ αὐτὸς ὑπὸ στρατιωτῶν. | |
11t | Κλαύδιος. | |
12 | Κλαύδιος ἐβασίλευσεν ἔτος ἕν. οὗτος πάππος γέγονε Κωνσταντίου τοῦ πατρὸς Κωνσταντίνου τοῦ ἁγίου. ἐπὶ αὐ‐ τοῦ οἱ Σκύθαι περάσαντες ἀπελθόντες εἰς Ἀθήνας παρέλα‐ | |
15 | βον αὐτάς, καὶ συναγαγόντες πάντα τὰ βιβλία ἐβούλοντο καῦσαι· ὡς φρονῶν δέ τις ἐξ αὐτῶν ἐκώλυσεν αὐτούς, εἰ‐ πὼν ὅτι περὶ ταῦτα οἱ Ῥωμαῖοι σχολάζοντες τῶν πολέμων ἀμελοῦσιν. οὗτος Αὐρηλιανὸν εἰς τὴν βασιλείαν προαγαγὼν | |
νόσῳ τελευτᾷ. | 78 | |
79(1t) | Κυντίλλος. | |
2 | Κυντίλλος ἀδελφὸς Κλαυδίου βασιλεὺς ἀναρρηθεὶς καὶ ἡμέρας ὀλίγας βιώσας, μνήμης τε οὐδὲν ἄξιον πεπραχώς, ἐπειδὴ Αὐρηλιανὸν ἔγνω ἐπιβῆναι μέλλοντα τῆς Ῥωμαίων | |
5 | ἀρχῆς, ἑαυτὸν ὑπεξάγει τοῦ βίου, τὴν φλέβα τμηθεὶς τῆς χει‐ ρὸς ὑπό τινος τῶν ἰατρῶν, μέχρις οὗ λειποψυχήσας ἐτε‐ λεύτησε. | |
8t | Αὐρηλιανός. | |
9 | Αὐρηλιανὸς ἐβασίλευσεν ἔτη ϛʹ, ἀνῃρέθη δὲ ὑπὸ στρα‐ | |
10 | τιωτῶν μεταξὺ Ἡρακλείας καὶ τοῦ Βυζαντίου, ἐν τῷ κα‐ λουμένῳ Καινῷ φρουρίῳ, καὶ ἐκεῖ ἐτάφη. Αὐρηλιανός τι‐ να ὠτακουστὴν ἔσχεν, ἀναφέροντα αὐτῷ πάντα τὰ γινόμε‐ να καὶ λεγόμενα. ἀπειληθείς ποτε παρ’ αὐτοῦ διά τινα αἰτίαν καὶ φοβηθεὶς ἐμιμήσατο τὴν χεῖρα τοῦ βασιλέως, ἐν | |
15 | γραφῇ ποιησάμενος ὀνομασίας δυνατῶν ἐπὶ θάνατον ἀπαχθη‐ σομένων· οἳ φοβηθέντες ἀνεῖλον αὐτόν. ἐπὶ τούτου καὶ ὁ ἅγιος Χαρίτων ὡμολόγησεν. ἐπὶ Αὐρηλιανοῦ Μάνης ὁ κα‐ τάρατος ἐγένετο, ἀφ’ οὗ τὸ Μανιχαῖον ὄνομα τοῖς πολλοῖς ἐπιπολάζει. | |
20t | Τάκιτος. | |
21 | Τάκιτος ἐβασίλευσεν ἔτη δύο. οὗτος Μαξιμῖνον συγγενῆ | 79 |
80 | αὐτοῦ ἐπέστησε τῇ Ἀσσυρίᾳ· ὃν διὰ τὰς ὑπ’ αὐτοῦ γενομέ‐ νας ἀδικίας ἀνελόντες οἱ στρατιῶται, φοβηθέντες μὴ ἐκδικήσῃ αὐτὸν ὁ Τάκιτος, ἀπέκτειναν καὶ αὐτόν, καὶ γεγόνασι βασι‐ λεῖς Πρόβος καὶ Φλωριανός. | |
5t | Πρόβος καὶ Φλωριανός. | |
6 | Πρόβος καὶ Φλωριανὸς ἐβασίλευσαν ἔτη δύο μῆνας δʹ. οὗτος οὖν ὁ Πρόβος παράφρονα ἑαυτὸν ποιήσας ἀνεῖλε τὸν Φλωριανόν. ἐπὶ αὐτοῦ βροχῆς γεγονυίας σῖτος μεμιγμένος τῷ ὕδατι κατηνέχθη πολύς, ὃν συναγαγόντες σωροὺς μεγάλους | |
10 | ἐποίησαν· ὡσαύτως καὶ ἐπὶ Αὐρηλιανοῦ ψεκάδας ἀργυρᾶς κατενεχθῆναι φασί. Βικτωρῖνος δὲ φίλος τοῦ Πρόβου ᾔτησε φίλον αὐτοῦ γενέσθαι εἰς Βρεττανίαν, ὁ δὲ ἀπελθὼν ἀντῆρεν· ὀνειδιζόμενος οὖν ὁ Βικτωρῖνος δι’ αὐτὸν ἀπεστάλθη παύσων τὴν ἀνταρσίαν· προσποιησάμενος ἀπὸ προσώπου φεύγειν τοῦ | |
15 | βασιλέως, ὡς φίλος τοῦ ἀντάρτου ἀπεδέχθη, καὶ ἀνεῖλεν αὐ‐ τόν. ὑποστρέψας δὲ ὡς ἐξῄει τοῦ πλοίου, λύσας τὴν ζώνην ἔρριψεν εἰς τὴν θάλασσαν, καὶ εἰσῆλθε λυσίζωνος εἰς τὸν βασιλέα. ὁ δὲ ὠργίσθη δοκῶν ὑφ’ ἑτέρου αὐτὸν τοῦτο πε‐ πονθέναι. Βικτωρῖνος δὲ ἔφη ὑφ’ ἑαυτοῦ τοῦτο γενέσθαι, | |
20 | αἰτησάμενος μηκέτι ἄρξαι πράγματος· ἀρχὴ γὰρ πᾶσα μετὰ κινδύνων καὶ κλιμακτήρων. ὁ δὲ καὶ ἡσυχίαν αὐτῷ ἐχαρί‐ | |
σατο καὶ δωρεὰς πολλὰς παρέσχεν. ἀπέκτεινε δὲ πάντας τοὺς | 80 | |
81 | ἀποκτείναντας Τάκιτον καὶ Αὐρηλιανὸν ἐν τῇ Πειρίνθῳ, καὶ ἐπὶ ἑστίασιν αὐτοὺς καλέσας. ἀνῃρέθη δὲ καὶ αὐτὸς ὑπὸ τῶν περὶ αὐτόν, καὶ βασιλεύει Κάρος καὶ Καρῖνος καὶ Νου‐ μεριανός. | |
5t | Κάρος καὶ Καρῖνος καὶ Νουμεριανός. | |
6 | Κάρος καὶ Καρῖνος καὶ Νουμεριανὸς ἐβασίλευσαν ἔτη βʹ. οὗτος ὁ Κάρος τὴν Περσίδα καὶ Κτησιφῶντα παρέλαβε, τοῦτο ἤδη τέταρτον ἁλωθέντων ὑπὸ Τραϊανοῦ, ὑπὸ Βήρου Σευήρου καὶ Κάρου. τελευτήσαντος δὲ Κάρου ὑπὸ λοιμικῆς, καὶ Νου‐ | |
10 | μεριανοῦ τυφλωθέντος, ἀνεῖλεν αὐτὸν Ἄπρος, καὶ ἐβασίλευσε Νουμεριανός. ἐπὶ αὐτοῦ δὲ ἐμαρτύρησεν ὁ ἅγιος Γερμανὸς καὶ ὁ ἅγιος Βαβύλας ἐν Ἀντιοχείᾳ. τοῦτον ἀνεῖλε Διοκλη‐ τιανὸς δοὺξ τυγχάνων Μυσίας. | |
14t | Διοκλητιανός. | |
15 | Διοκλητιανὸς ἐβασίλευσεν ἔτη κʹ. τῷ γένει Δαλμάτης. μὴ περιγινόμενος δὲ τῶν πραγμάτων προβάλλεται βασιλέα Μα‐ ξιμιανὸν Ἑρκούλιον, γαμβρὸν καὶ φίλον αὐτοῦ ὄντα· ὑφ’ ὧν | |
μέγας διωγμὸς κατὰ Χριστιανῶν ἐκινήθη. οὗτοι ἐν ταῖς | 81 | |
82 | ἑαυτῶν ἐξουσίαις Κωνστάντιον καὶ Γαλλέριον προβάλλονται Καίσαρας καὶ ποιοῦσι γαμβρούς, πείσαντες τὰς ἰδίας κατα‐ λιπόντας γαμετὰς αὐτῶν τὰς αὐτῶν εἰληφέναι θυγατέρας· Θεοδώρα δὲ ἦν ἡ τοῦ Κωνσταντίου καὶ Βαλλερία ἡ τοῦ Γαλ‐ | |
5 | λερίου. ὧν ὁ Γαλλέριος δεηθεὶς Διοκλητιανοῦ πρὸς Πέρσας ἀπεστάλη πολεμήσων αὐτούς· οὓς μάχῃ νικήσας παρέλαβε τά τε βασίλεια καὶ τὴν γυναῖκα Σαβώρου, καὶ μετὰ μεγάλης νίκης πρὸς Διοκλητιανὸν ἐξελήλυθε, βαλάντια πεπληρωμένα ἔχων λίθων τιμίων καὶ μαργαριτῶν, ἀφ’ ὧν πρῶτος Διοκλη‐ | |
10 | τιανὸς ἐσθῆτι καὶ ὑποδήμασι λίθοις τιμίοις καὶ χρυσῷ κε‐ κοσμημένοις ἐχρήσατο, προσκυνεῖσθαί τε αὐτὸν παρὰ τὸ ἐξ ἀρχῆς ἔθος ἐκέλευσε, καὶ θρίαμβον ἐπετέλεσεν. ὠνομάσθη δὲ θρίαμβος διὰ τὴν τῶν ποιητῶν λεγομένην θρίασιν ἤγουν μανίαν, ἢ ἀπὸ τοῦ θρία τὰ φύλλα τῆς συκῆς ὀνομάζεσθαι. | |
15 | τῷ δὲ εἰκοστῷ ἔτει τῆς αὐτοῦ βασιλείας Διοκλητιανὸς καὶ Μαξιμιανὸς ἐν μιᾷ ἡμέρᾳ τὴν βασιλείαν ἀπέθεντο. καὶ ὁ μὲν Διοκλητιανὸς ἰδιώτευσεν ἔτη δώδεκα, καὶ τῆς γλώσσης αὐτοῦ σαπείσης μετὰ τοῦ φάρυγγος πλῆθος σκωλήκων ἀνα‐ βρυσάσης ἀπέρρηξε τὸ πνεῦμα· ὁ δὲ Ἑρκούλιος τὴν βασι‐ | |
20 | λείαν ἀναλαβέσθαι βουληθεὶς καὶ ἀποτυχὼν ἀπήγξατο· ὁ δὲ Γαλλέριος σκωληκόβρωτος γεγονὼς ἐξέψυξε, Λικίνιον κοινωνὸν τῆς βασιλείας προσλαβόμενος ἐν τῇ ἑῴᾳ. ἐπὶ Διοκλητιανοῦ Ἄδακτος μάγιστρος ἐμαρτύρησε· τῆς δὲ γυναικὸς καὶ τῶν | |
δύο αὐτοῦ θυγατέρων ζητουμένων, αὗται φυγῇ χρησάμεναι | 82 | |
83 | διὰ τὸ μὴ διαφθεῖραι τὴν σωφροσύνην ἑαυτὴν σὺν ταῖς θυ‐ γατράσιν ἔρριψε κατὰ τοῦ ποταμοῦ· περὶ ὧν ζητητέον εἰ ἀριθμοῦνται εἰς μάρτυρας. Θεότεκνός τις γόης ὑποθήκῃ Μα‐ ξιμιανοῦ τὰ ἐπὶ Χριστοῦ δῆθεν παρὰ Πιλάτου πραχθέντα | |
5 | πλασάμενος, ὑπομνήματα πάσης βλασφημίας ἀνάπλεα κατὰ πόλιν καὶ κώμην ἔσταλκε, Μαξιμιανοῦ προστάξαντος τοῖς γραμματοδιδασκάλοις ταῦτα τοὺς παῖδας ἐκδιδάσκειν, ὡς ἂν διαγελῷτο τὸ καθ’ ἡμᾶς μυστήριον. | |
9t | Κωνστάντιος ὁ πατὴρ τοῦ μεγάλου Κωνσταντίνου ὁ Χλωρός. | |
10 | Κωνστάντιος ἐβασίλευσεν ἔτη δύο, Καῖσαρ δὲ ἔτη ιγʹ· ὃς ἐξ Ἑλένης ἐγέννησε Κωνσταντῖνον περὶ τὴν τῆς Δακίας πόλιν. Μαξέντιος δὲ καὶ Μαξιμῖνος ἀναιροῦνται ὑπὸ Λικινίου, καὶ οἱ Πέρσαι ἀπὸ Διοκλητιανοῦ καὶ Γαλλερίου εἰρήνευον μετὰ Ῥωμαίων, ἀπολυθεισῶν αὐτοῖς καὶ τῶν βασιλικῶν γυναικῶν | |
15 | καὶ παίδων. Κωνστάντιος εὐσεβὴς ἦν, καὶ τὸν υἱὸν Κων‐ σταντῖνον ὁμοίως ἐξεπαίδευσε, καὶ τῷ καθ’ ἡμᾶς διωγμῷ οὐ‐ δαμῶς ἐκοινώνησεν, ἀλλὰ καὶ τοὺς ὑπ’ αὐτὸν χριστιανίζειν ἀδεῶς καὶ ἀκωλύτως ἐπέτρεπε, Κωνσταντῖνον σεβαστὸν καὶ βασιλέα ἐν Ῥώμῃ ἀναδείξας. Μαξιμῖνος ἐν τῇ ἀνατολῇ | |
20 | πολλὰ δεινὰ κατὰ Χριστιανῶν εἰργάσατο· ὡσαύτως καὶ Μα‐ | |
ξέντιος ἐν Ῥώμῃ. Κωνσταντῖνος οὖν ὁ θεῖος εἰς τὴν τῶν | 83 | |
84 | τυράννων διανέστη κατάλυσιν· καὶ Μαξέντιος μὲν ἐν Ῥώμῃ κτείνεται ὑπ’ αὐτοῦ, ὅτε καὶ τὸ τοῦ σταυροῦ σημεῖον εἰς συμμαχίαν θεὸς αὐτῷ παρέσχετο, Μαξιμῖνος δὲ ὑπὸ Λικινίου οὔπω μανέντος ἐν τῇ ἀνατολῇ ἡττηθεὶς φεύγει καὶ νόσῳ δει‐ | |
5 | νῇ τελευτᾷ. Μαξεντίου καὶ Λικινίου ἀναιρεθέντων, πάσης κρατήσας τῆς ὑπὸ Ῥωμαίων γῆς Κωνσταντῖνος πολλὰ ὑπὲρ Χριστιανικῆς θρησκείας ἐνομοθέτησε καὶ τὴν παρασκευὴν καὶ τὴν κυριακὴν τιμᾶσθαι προσέταξε, τὴν μὲν διὰ τὸν σταυρὸν τοῦ κυρίου τὴν δὲ διὰ τὴν ἀνάστασιν, καὶ σταυρῷ μηκέτι | |
10 | καταδικάζεσθαι ἄνθρωπον. τὴν δὲ μητέρα πέμψας ἐν τοῖς ἁγίοις τόποις, καὶ τὸν τίμιον σταυρὸν ἀνευρούσης, μέρος τοῦ τιμίου ξύλου καὶ τοὺς ἥλους τῷ υἱῷ ἀπέστειλε· καὶ τὸν μὲν ἕνα περικεφαλαίαν σωτήριον, τὸν δὲ ἕτερον ἐν τῷ τοῦ ἵππου χαλινῷ κατεκόσμησε, προστάξας καὶ ἐν τοῖς αὐτοῦ νομίσμασι | |
15 | τὴν τούτου εἰκόνα καὶ τοῦ σταυροῦ τύπον ἐγχαράττεσθαι. | |
16t | Κωνσταντῖνος ὁ μέγας ὁ ἅγιος. | |
17 | Κωνσταντῖνος ὁ μέγας καὶ πρῶτος χριστιανικώτατος ἐν βασιλεῦσιν ἐβασίλευσεν ἔτη λγʹ, ζήσας ἔτη ξεʹ. ἐν Ῥώμῃ δὲ ὑπὸ Σιλβέστρου βαπτισθεὶς Χριστιανὸς γέγονε· δεδιὼς δὲ | |
20 | τὴν σύγκλητον Ῥώμης διὰ τὸ εἰς Χριστὸν πιστεῦσαι, ἐξῆλθε δῆθεν ἐπὶ τὸν τῶν Σκυθῶν πόλεμον. Λικίνιον δὲ γαμβρὸν | |
ἐπ’ ἀδελφῇ ποιησάμενος βασιλέα κατέστησε. προσφυγόντες | 84 | |
85 | δέ τινες τοῦ Κωνσταντίνου τῷ Λικινίῳ ὡς ἀντάρται ἐπιζη‐ τούμενοι παρ’ αὐτοῦ οὐκ ἐδίδοντο, καὶ ἐκστρατεύσας Κων‐ σταντῖνος κατὰ Λικινίου ἐπολέμησεν αὐτὸν εἰς Παιονίαν· ἔνθα καὶ τὸ σημεῖον τοῦ σταυροῦ ἐθεάσατο ἐπιγραφὲν “ἐν | |
5 | τούτῳ νίκα.” καὶ τοῦτο τὸ σημεῖον χρυσοῦν ποιήσας καὶ ἐπὶ δόρατος ἀναρτήσας τοὺς ἐχθροὺς ἐτροποῦτο. Λικίνιος δὲ τραπεὶς ἔφυγεν εἰς Θρᾴκην, κἀκεῖθεν καταπολεμηθεὶς εἰς Φιλιππούπολιν, ἔνθα λαμπρῶς καὶ περιφανῶς ἡττηθεὶς εἰρή‐ νευσεν. εἶτα πάλιν ἐχθρὸς ἐλεγχθεὶς κατεπολεμήθη ἐν Ἀδρια‐ | |
10 | νουπόλει καὶ ἡττήθη, καὶ ἐλθὼν εἰς τὸ Βυζάντιον ἀπέδρασεν ἐν Χρυσοπόλει, κἀκεῖ πάλιν ἡττηθεὶς ἔφυγεν ἐν Νικομηδείᾳ. ἡ δὲ ἀδελφὴ Κωνσταντίνου εἰσελθοῦσα πρὸς αὐτὸν καὶ δεη‐ θεῖσα, τῷ ἀνδρὶ αὐτῆς τὸ ζῆν χαρίζεται, ἐν ἰδιωτικῷ σχή‐ ματι αἱρετισαμένου Λικινίου ἀπελθεῖν ἐν Θεσσαλονίκῃ· κἀ‐ | |
15 | κεῖσε ταραχὰς ποιήσας ἀνῃρέθη ὑπὸ τοῦ στρατοῦ. ἐφ’ οὗ Λικινίου καὶ ὁ ἅγιος Θεόδωρος ἐμαρτύρησε, δέκα καὶ ὀκτὼ ἔτεσι τοῦ πολέμου ἱσταμένου μεταξὺ Λικινίου καὶ Κων‐ σταντίνου. Ἡ δὲ γενομένη εἰρήνη μεταξὺ Περσῶν καὶ Ῥωμαίων | |
20 | διελύθη δι’ αἰτίαν τοιαύτην. Μητρόδωρός τις Περσογενὴς προσποιησάμενος φιλοσοφεῖν ἀπῆλθεν ἐν Ἰνδίᾳ καὶ εἰς τοὺς Βραχμᾶνας χρησάμενος ἐγκρατείᾳ πολλῇ γέγονεν ἐν αὐτοῖς | |
σεβαστός, εἰργάζετο δὲ ὑδρομύλους καὶ λοετρὰ μέχρι τότε | 85 | |
86 | μὴ γνωριζόμενα. οὗτος ἐν τοῖς ἀδύτοις εἰσιὼν ὡς εὐσεβὴς λίθους καὶ μαργαρίτας πολλοὺς καὶ τιμίους ὑφείλετο· ἔλαβε δὲ καὶ παρὰ τοῦ βασιλέως τῶν Ἰνδῶν ὥστε τῷ βασιλεῖ δῶρα κομίσαι, καὶ ἐπανελθὼν εἰς τὸ Βυζάντιον δέδωκεν ὡς ἴδια | |
5 | τῷ βασιλεῖ. θαυμάζοντι δὲ αὐτῷ ἔφη καὶ ἄλλα διὰ γῆς προπέμψαι, ἀλλ’ ἀφαιρεθῆναι ὑπὸ Περσῶν. γράφει οὖν ἀποτόμως Κωνσταντῖνος πρὸς Σαβώρην ἀποσταλῆναι αὐτά. καὶ δεξάμενος Σαβώρης οὐκ ἀνταπέστειλε, καὶ διὰ τοῦτο ἐλύ‐ θη ἡ εἰρήνη. ἐκ τούτων οὖν τῶν λίθων ἔργον ποιήσας ὁ βα‐ | |
10 | σιλεὺς ἀπέστειλε τοῖς πέρα τοῦ Δανουβίου ἔθνεσιν, ἐπιγράφας “τῷ μείζονι τὸ δῶρον·” ὅπερ γέγονεν αὐτοῖς ὀλέθρου αἴτιον διὰ τὴν ἐπιγραφήν. φασὶ δὲ αὐτὸν πρῶτον πάντων τῶν βα‐ σιλέων διαδήματι χρήσασθαι καὶ μαργαρίταις καὶ ἄλλοις λί‐ θοις περιεργότερον κοσμηθῆναι. ἀλλὰ καὶ πτύχας εὐαγγελίων | |
15 | χρυσᾶς διὰ μαργαριτῶν καὶ λίθων κατασκευάσας ἐν τῇ με‐ γάλῃ ἐκκλησίᾳ προσήγαγε θαύματος ἀξίας. οὗτος ἐξέθετο νό‐ μον ὥστε τοὺς τῶν εἰδώλων ναοὺς καὶ τὰς τούτων προσόδους ἀποδίδοσθαι τοῖς Χριστιανῶν ἱερεῦσι, καὶ μόνους Χριστια‐ νοὺς ἄρχειν καὶ στρατεύεσθαι. | |
20 | Τῷ εἰκοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ γέγονεν ἡ ἐν Νι‐ καίᾳ πρώτη σύνοδος κατὰ Ἀρείου πρεσβυτέρου Ἀλεξανδρείας, ὑπὸ πατέρων ἁγίων τιηʹ. τὸν δὲ χρόνον ὡς ἐν παρασημειώ‐ | |
σεσιν εὕρομεν, ἔτη ἀπὸ τῆς Ἀλεξάνδρου τοῦ Μακεδόνος τε‐ | 86 | |
87 | λευτῆς χλϛʹ, καθὰ Σωκράτει τῷ ἱστορικῷ δοκεῖ. ὑπῆρχον δὲ πατέρες Σίλβεστρος πάπας Ῥώμης, Μητροφάνης τῆς Κων‐ σταντινουπόλεως τῆς Βυζαντίδος, Ἀλέξανδρος Ἀλεξανδρείας, Εὐστάθιος Ἀντιοχείας, Μακάριος Ἱεροσολύμων. συνῆλθον | |
5 | δὲ κατὰ Ἀρείου βλασφημοῦντος τὸν θεὸν λόγον κτίσμα εἶναι καὶ ἑτεροούσιον τοῦ πατρός, καὶ ὅτι ἦν ὅτε οὐκ ἦν. Κτίζει δὲ τὴν πόλιν, ἀπὸ μὲν τῆς ἐλεύσεως αὐτοῦ τῆς πρὸς τὸ Βυζάντιον εἰκοστὸν πρῶτον ἔτος, ἀπὸ δὲ τῆς ἀρχῆς τῆς βασιλείας αὐτοῦ ἔτη κεʹ, ἀπὸ δὲ Ἀδὰμ ἔτος ἦν ͵εωλζʹ. | |
10 | ἐντεῦθεν ἦλθεν εἰς τὸ Βυζάντιον, ἀναλαβὼν καὶ τοὺς ἁγίους καὶ ἐμφανεῖς πατέρας πρὸς τὸ εὐλογηθῆναι παρ’ αὐτῶν τὴν πόλιν ἣν ἔκτισεν. ἦν δὲ οἰκοδομήσας παλάτιον καὶ ἱππικὸν καὶ τοὺς δύο τερπνοὺς ἐμβόλους καὶ τὸν φόρον, ἐν ᾧ κίονα μονόλιθον καὶ ὁλοπόρφυρον ἔστησεν, ἐκ Ῥώμης ἀγαγών, ἐκ‐ | |
15 | δήσας αὐτὸν διὰ χαλκῶν ζωνῶν γεγραμμισμένων. ἱδρύσατο δὲ ἐπάνω αὐτοῦ ἀνδριάντα ἐπ’ ὀνόματι αὐτοῦ, ἐπιγράψας διὰ τὰς ἐν αὐτῷ ἀκτῖνας “Κωνσταντίνῳ λάμποντι ἡλίου δίκην.” ὃς ἦν μὲν ἔργον Φειδίου, ἤχθη δὲ ἐξ Ἀθηνῶν. Οὗτος ἐν Κωνσταντινουπόλει λείψανα τῶν ἁγίων ἀποστό‐ | |
20 | λων εἰσῆξεν, Ἀνδρέου καὶ Λουκᾶ καὶ Τιμοθέου, καὶ κατέθη‐ κεν ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων. εἶτα κατὰ Περσῶν | |
νικήσας ἀπὸ Νικομηδείας ἐν τοῖς Πυθίοις θερμοῖς παραγίνε‐ | 87 | |
88 | ται, καὶ κακωθείς, ἐκεῖθέν τε δι’ Ἑλενοπόλεως ἐν τῷ χάρακι ἐλθὼν πυρετοῦ λάβρου κατασχόντος αὐτὸν ἐτελεύτησε μετὰ ἔννατον τοῦ οἰκισμοῦ Κωνσταντινουπόλεως. καὶ ἀπεκομίσθη τὸ λείψανον αὐτοῦ ἐν τῷ ναῷ ἁγίων ἀποστόλων, καὶ ἀπετέθη | |
5 | ἐν λάρνακι πορφυρῷ ἤτοι Ῥωμαίῳ, αὐτός τε καὶ ἡ μήτηρ αὐτοῦ Ἑλένη, πρὸ δώδεκα ἐτῶν τῆς αὐτοῦ τελευτῆς θανοῦσα, καὶ ἡ γυνὴ αὐτοῦ Φαύστα, θυγάτηρ Μαξιμιανοῦ τοῦ Ἑρκου‐ λίου, καταλείψας τρεῖς υἱούς, Κωνστάντιον Κώνσταντα καὶ Κωνσταντῖνον, διορισάμενος Κωνστάντιον μὲν ἔχειν τὰ Θρᾴ‐ | |
10 | κης καὶ ἑώας μέρη, Κώνσταντα δὲ Κρήτην καὶ Ἀφρικὴν καὶ τὸ Ἰλλυρικόν, Κωνσταντῖνον δὲ τὰ πρὸς Ὠκεανὸν ἑσπέρια. Κωνσταντίνου τοῦ θείου ὑπὸ Ἑλλήνων φιλοσόφων ὀνει‐ δισθέντος εἰς τὸ Βυζάντιον, ὡς οὐ πράττοι καλῶς παρὰ τὰ ἔθη τῶν παρὰ Ῥωμαίοις βασιλευσάντων διαγινόμενος, ἀλλὰ | |
15 | νεωτερίζοι τὴν θρησκείαν μεταθέμενος, ἔδοξεν αὐτῷ ἕνα τῶν φιλοσόφων διαλεχθῆναι Ἀλεξάνδρῳ τῷ ἐπισκόπῳ τοῦ Βυζαν‐ τίου περὶ τῆς πίστεως. οὗτος Ἀλέξανδρος πατριάρχης ἦν πρὸς τὸ τέλος τοῦ μεγάλου Κωνσταντίνου. λόγων δὲ ἄπειρος ὢν ὁ Ἀλέξανδρος, τὰ δὲ ἄλλα θεῖος, ἐν τῇ ἡμέρᾳ τῆς διαλέ‐ | |
20 | ξεως εἶπε τῷ διαλεκτικῷ φιλοσόφῳ “ἐν ὀνόματι Ἰησοῦ Χρι‐ στοῦ ἐπιτάττω σοι σιωπᾶν καὶ μὴ φθέγγεσθαι·” ἅμα δὲ τῷ λόγῳ ἐφιμώθη καὶ διέμεινεν ἄλαλος. Εὐσεβίῳ δὲ τῷ Παμ‐ φίλου βίβλους ἱερὰς Κωνσταντῖνος κατασκευάσαι προσέταξε | |
λόγῳ τῶν ἐκκλησιῶν Κωνσταντινουπόλεως, παρασχόμενος αὐ‐ | 88 | |
89 | τῷ δημόσια χρήματα· ὅς, ἄτερ τῶν λοιπῶν ἱερῶν βιβλίων ἑξήκοντα βίβλους ἐκ δορκάδων βεμβράνων γράψας ἐφιλοκά‐ λησε. τὸν ναὸν τῆς ἁγίας Εἰρήνης καὶ τῶν θείων ἀποστόλων καὶ τοῦ ἁγίου Μωκίου καὶ τοῦ ἁγίου μάρτυρος Ἀγαθονίκου | |
5 | καὶ τοῦ ἀρχαγγέλου Μιχαὴλ ἐν τῷ Ἀνάπλῳ καὶ Σωσθενίῳ, ἔνθα καὶ θείας ὀμφὰς θαυμαστῶς ἤκουσέ τε καὶ ἐθεάσατο, ὁ θεῖος Κωνσταντῖνος κτίζει. Μητροφάνης ὁ ἐν ἁγίοις πρὸ Ἀλεξάνδρου ἐπίσκοπος Βυζαντίου ἦν. πρώην τῷ βασιλεῖ κτί‐ ζειν ἀρξαμένῳ πόλιν εἰς ὄνομα ἴδιον ἐν τῷ παυδίῳ τῷ πρὸ | |
10 | τοῦ Ἰλίου, ὑπὲρ τὸν Αἴαντος τάφον, ὁ θεὸς αὐτῷ κατ’ ὄναρ ἐκέλευσεν ἐν τῷ Βυζαντίῳ κτίσαι τὴν νῦν Κωνσταντινούπο‐ λιν. ὀλίγους δὲ ὁρῶν τοὺς οἰκήτορας, ἀπό τε Ῥώμης τοὺς ἀξιολόγους κατὰ γένος ἐπιδεξάμενος ἀπό τε τόπων ἑτέρων, καὶ οἴκους αὐτοῖς μεγάλους οἰκοδομήσας καὶ χαρισάμενος, οἰκῆσαι | |
15 | τὴν πόλιν ἐποίησεν. ἐπὶ αὐτοῦ πολλὰ τῶν ἐθνῶν τὸν Χρι‐ στιανισμὸν προσεδέξαντο, ἀπό τε Κελτῶν καὶ Γαλατῶν τῶν ἑσπερίων, ἀλλὰ καὶ Ἰνδοὶ οἱ ἐνδότεροι, ἐπίσκοποι παρὰ Κων‐ σταντινουπόλεως ἀποσταλέντες πρὸς αὐτοὺς ἅμα μὲν καὶ ἐπὶ ἱστορίᾳ τῶν τόπων, ἅμα δὲ καὶ τὴν πίστιν κηρῦξαι. ὡσαύτως | |
20 | καὶ Ἴβηρες καὶ Ἀρμένιοι χριστιανίζουσιν, ἀρχὴν ἐκ Τηριδά‐ | |
του τοῦ ἐκ Πάρθων καταγομένου λαβόντες, καὶ Πέρσαι ὁμοί‐ | 89 | |
90 | ως ἐπὶ Συμεὼν ἐπισκόπου Κτησιφῶντος· μεθ’ οὗ καὶ Οὐ‐ σταξάδης εὐνοῦχος παιδαγωγὸς Σαβώρου ἐμαρτύρησεν. | |
3t | Κωνστάντιος, Κώνστας, καὶ Κωνσταντῖνος υἱοὶ τοῦ μεγάλου | |
4t | Κωνσταντίνου. | |
5 | Κωνστάντιος μὲν ἐβασίλευσεν ἔτη κδʹ, Κώνστας ἔτη ιζʹ, Κωνσταντῖνος δὲ ταχὺ τετελεύτηκε. τετελεύτηκε δὲ τρόπῳ τοιῷδε. πρὸς τὸν ἀδελφὸν Κωνστάντιον κοινωσόμενος ᾔει περί τινων μετὰ πολλῆς ἰσχύος τε καὶ δυνάμεως, ὃ τὸν Κων‐ στάντιον εἰσῆγεν εἰς ἔκπληξιν, μή τι νεωτερίσων ἀφικνεῖται | |
10 | ἐπ’ αὐτόν. καὶ πονηρῶν συμβούλων ἐπιτυχών, πλέον ἐναγόν‐ των αὐτὸν εἰς ἀγῶνα καὶ φόβον καὶ διὰ τούτων εἰς πόλεμον ἢ ἀνατρεπόντων αὐτὸν τῶν τοιούτων λογισμῶν, ἐξῆλθε κατ’ αὐτοῦ· καὶ πολέμου γεγονότος ἐν τοῖς ἐσχάτοις τῶν φευγόν‐ των εὑρεθεὶς ὁ Κωνσταντῖνος ἀναιρεῖται, τρίτος ὢν ἀδελφός. | |
15 | καὶ Κώνστας ἐγκρατὴς πάντων τῶν ἑσπερίων ἐγένετο, ὃν τῷ ἑπτακαιδεκάτῳ τῆς ἀρχῆς ἔτει Μαγνέντιος τύραννος ἐν Γαλ‐ λίαις ἀναφανεὶς ἀνεῖλε μετὰ θήραν Κώνσταν ὕπνῳ κατεχό‐ μενον. ὅπερ μαθὼν ἐν Ἀντιοχείᾳ ὢν ὁ Κωνστάντιος προ‐ βάλλεται μὲν Γάλλον Καίσαρα, γαμβρὸν ἐπ’ ἀδελφῇ, τὰ ἑσπέ‐ | |
20 | ρια διοικεῖν, αὐτὸς δὲ εἴχετο τοῦ κατὰ Περσῶν πολέμου, | 90 |
91 | τρίτον ἤδη ἐκστρατεύσας κατ’ αὐτῶν. καὶ Γάλλος κατεπολέ‐ μει μὲν Μαγνέντιον, ὃν καὶ ἀνεῖλεν, εἶτα καὶ μετὰ Κωνσταν‐ τίου γίνεται· ὃν ὁ Κωνστάντιος θωπείᾳ καὶ κολακείᾳ χει‐ ρωσάμενος ἀναιρεῖ, καὶ τὴν τούτου ἀρχὴν μηδενὶ τότε δούς, | |
5 | μετ’ οὐ πολὺν χρόνον, ἐπεὶ μεγάλως τὸ Περσῶν κεκίνητο στράτευμα, τῷ τοῦ Γάλλου ἀδελφῷ Ἰουλιανῷ ταύτην παρα‐ δίδωσιν, ἐξ Ἀθηνῶν αὐτὸν ἀγαγὼν καὶ προχειρισάμενος Καί‐ σαρα, οὐκ ἔλαττον εἰς τοῦτο σφαλεὶς ἢ τὸ Ἀρείου προΐστα‐ σθαι, ὡς εἰς Ἀθανάσιον ἐπίσκοπον Ἀλεξανδρείας καὶ Παῦλον | |
10 | Κωνσταντινουπόλεως πολλὰ κακὰ ἐνδείξασθαι. κατὰ Περσῶν δὲ ἐκστρατεύσας, καὶ μαθὼν ὡς ἀντῆρεν Ἰουλιανὸς αὐτῷ ὑπὸ τῆς συνεχείας τῶν φροντίδων νόσου ἐπιγενομένης ἐκ με‐ λαίνης χολῆς, εἰς Μόψου κρήνην ἐτελεύτησεν, ἐν ταῖς ὑπω‐ ρείαις τοῦ Ταύρου κειμένην· τὸ δὲ σῶμα αὐτοῦ Ἰοβιανὸς ὁ | |
15 | μετὰ ταῦτα βασιλεύσας, προτίκτωρ ὤν, μετὰ Εὐσεβίας τῆς αὐτοῦ πρώτης γυναικός, ἀποκομίσας ἀπέθετο πλησίον τοῦ πα‐ τρὸς αὐτοῦ ἐν τῷ ἡρώῳ. Κωνστάντιον κουφότητι γνώμης Εὐσέβιος ὁ Νικομηδείας παρέπεισεν ἀρειανίζειν καὶ τὴν λέξιν τοῦ ὁμοουσίου ὡς ἄγρα‐ | |
20 | φον ἐκβαλεῖν. Ἀλεξάνδρου πατριάρχου τελευτήσαντος Παῦ‐ λος ὁ ὁμολογητὴς χειροτονεῖται. τούτου ἐκβληθέντος ἑαυτὸν Εὐσέβιος δώροις ὁ Νικομηδίας ἐνθρονίζει εἰς πατριάρχην· | |
εἶθ’ οὕτως πάλιν Παῦλος τὸν θρόνον ἀπολαμβάνει, καὶ μετ’ | 91 | |
92 | αὐτὸν Μακεδόνιος ὁ πνευματομάχος, ὃς διωγμὸν κατὰ Χρι‐ στιανῶν ἐκίνησε τῶν εἰδωλολατρῶν οὐχ ἥττονα. Κωνστάντιος κτίζει τὴν τοῦ θεοῦ Σοφίαν πλησίον Εἰρή‐ νης, ἐκκλησίαν περικαλλῆ, ἀλλ’ οὐ κατὰ τὸ νῦν ὁρώμενον | |
5 | σχῆμα καὶ κάλλος καὶ μέγεθος, καὶ ταύτης τὰ ἐγκαίνια ποιεῖ ἐπὶ Εὐδοξίου πατριάρχου, μαθητοῦ Εὐνομίου. ὁ ἐν ἁγίοις Ἐφραὶμ ὁ Σύρος ἐπὶ Κωνσταντίνου ἦν μέγας ἐν ἔργῳ καὶ λόγῳ· ὃς πολλὰ ἐγγράφων ὠφέλιμα καταλέλοιπε. Τοῦ στρατοῦ ἀνελόντος τὸν νέον Δαλμάτιον, Γάλλον μὲν | |
10 | νόσος, Ἰουλιανὸν δέ, υἱοὺς ὄντας τοῦ ἀναιρεθέντος Γάλλου Καίσαρος, ἡ ἡλικία ἐρρύσατο· δοθέντων δὲ παρὰ Κωνσταν‐ τίνου ἐν χωρίῳ τινὶ πλησίον Καισαρείας παιδεύεσθαι, Ἰου‐ λιανὸς ἐν χρῷ κειράμενος μοναχικὴν ὑπεκρίνατο ἄσκησιν. ἀνα‐ γνῶσται δὲ ἄμφω γενόμενοι ἐκκλησίαν κτίσαι προεθυμήθησαν | |
15 | τῷ μάρτυρι Μάμαντι· εἰς δὲ τὸ μέρος ἐν ᾧ Ἰουλιανὸς κτί‐ ζειν ἔλαχεν, ἡ γῆ οὐχ ἐδέχετο τὰ τῶν θεμελίων βάθρα. | |
17t | Ἰουλιανὸς ὁ παραβάτης | |
18 | Ἰουλιανὸς ὁ παραβάτης ἐβασίλευσεν ἔτη δύο, Καῖσαρ δὲ γέγονεν ἔτη τέσσαρα καὶ μῆνας ἕξ, ἐξάδελφος ὢν Κωνσταν‐ | |
20 | τίου, ὃς ἐτράφη ὑπὸ Εὐσεβίου τοῦ Νικομηδείας ἐπισκόπου. | 92 |
93 | ἦν δὲ βραχὺς τὸ σῶμα, εὐπώγων, τετανόθριξ, καὶ ὕπνου μὲν καὶ τροφῆς καὶ ἀφροδισίων ὅτι μάλιστα ἐγκρατής, τῷ δὲ ἄλλῳ τρόπῳ σκαιὸς καὶ πρὸς εὐσέβειαν πονηρός. τοῖς Χριστιανῶν μυηθεὶς μυστηρίοις, ὕστερον αὐτὰ παριδὼν τὰ τῶν Ἑλλήνων | |
5 | προείλετο, δυσσεβείᾳ μὲν τὴν εὐσέβειαν ἀπωσάμενος, πονηρίᾳ δὲ καὶ ποικιλίᾳ γνώμης τὴν ἀρετήν. οὗτος τὴν μὲν τοῦ προ‐ δρόμου θήκην ἀνοίξας πυρὶ τὰ λείψανα παραδέδωκε καὶ τὴν κόνιν διελικμήσατο· τὴν δὲ τοῦ Χριστοῦ εἰκόνα τὴν ἐν τῇ Πανεάδι, ἣν ἡ αἱμόρρους ἀνέστησε, κατεαγῆναι καὶ συρῆναι | |
10 | προσέταξεν, εἴδωλον ἐκεῖσε τοὺ Διὸς ἀναστήσας ἀντὶ τῆς Χρι‐ στοῦ εἰκόνος ὁ δυσσεβής τε καὶ ἀλιτήριος, καὶ πολλὰ λείψα‐ να τῶν ἁγίων κατέκαυσεν, οὐκ ἀτιμωρητὶ δέ. στρατεύσας γὰρ ἐπὶ Πέρσας ἐδελεάσθη ὑπὸ τῶν αὐτομόλων ἐμπρῆσαι τὰς ναῦς· εἶτα δι’ ἐρημίας καὶ ἀνωμάλων χωρίων τὴν πο‐ | |
15 | ρείαν ποιούμενος ἐφ’ ἱκανόν, πάντων ἀπολελοιπότων τῶν τε χρειωδῶν καὶ τῶν ἀναγκαίων, καὶ πολλὰ ταλαιπωρησάντων τῶν μετ’ αὐτοῦ, ἐπειδὴ καιρὸς τοῦ πολέμου καὶ μάχης ἀφί‐ κετο, τραπεὶς εἰς φυγὴν τιτρώσκεται δόρατι, καὶ τοῦ αἵματος διὰ τῶν ῥινῶν φερομένου, λαβὼν αὐτοῦ ταῖς χερσὶ καὶ εἰς | |
20 | τὸν ἀέρα λικμήσας ἔφη “νενίκηκας, Χριστέ· κορέσθητι, Να‐ ζωραῖε,” καὶ οὕτως ἀπέρριψε τὴν δολίαν αὐτοῦ ψυχήν· οὗ τὸ σῶμα ἀπεκομίσθη ἐν Ταρσῷ καὶ ἐτάφη πλησίον τοῦ τά‐ | |
φου Μαξιμιανοῦ υἱοῦ Γαλλερίου. ἀπεκομίσθη δὲ αὖθις ἐν | 93 | |
94 | Κωνσταντινουπόλει, καὶ ἐτέθη ἔνθα καὶ τὸ Ἰοβιανοῦ, ἐν λάρ‐ νακι πορφυρῷ κυλινδροειδεῖ μετὰ Ἑλένης θυγατρὸς Κωνσταν‐ τίνου καὶ γυναικὸς αὐτοῦ. τῆς δὲ ἐκκλησίας τότε ἐπὶ Ἰου‐ λιανοῦ τοῦ παραβάτου ἐκράτει Εὐδόξιος Ἀρειανός. Κωνσταν‐ | |
5 | τίου τελευτήσαντος Ἰουλιανὸς μονοκράτωρ γενόμενος ἀναιδῶς ἑλλήνιζε, καὶ τὸ ἅγιον βάπτισμα αἵματι θυσιῶν ἀπεπλύνατο. Εὐσέβιον πρῶτον τὸν βασίλειον εὐνοῦχον ἀνεῖλεν ὡς ἀδικη‐ τήν, τοῦ δικαίου δῆθεν δόξαν θηρώμενος. ἐδίωξε δὲ καὶ πάντας εὐνούχους τοῦ παλατίου διὰ τὸ καὶ τὴν γαμετὴν ἀποβαλεῖν, | |
10 | διὰ τὸ εἶναι ἀδελφὴν Κωνσταντίνου, μίσει τῷ πρὸς αὐτόν. ἀλλὰ καὶ μαγείρους καὶ κουρεῖς, ἐκ δὲ τοῦ δημοσίου δρόμου καμήλους βόας ὄνους καὶ ἡμιόνους· μόνους δὲ τοὺς ἵππους τῷ δημοσίῳ δρόμῳ ὑπουργεῖν συνεχώρησεν. ὁ αὐτὸς ἐνο‐ μοθέτησεν μὴ μετέχειν Χριστιανοὺς Ἑλληνικῶν μαθημάτων. | |
15 | Ἀπολλινάριος δὲ τῇ μὲν θείᾳ γραφῇ ὕλῃ χρησάμενος, πάντων δὲ ποιητῶν τοὺς χαρακτῆρας μιμησάμενος, ἔγραψε τοῦ δι’ αὐτῶν παιδεύεσθαι Χριστιανούς. Ἰουλιανὸς δὲ μαντείαις καὶ θυσίαις καὶ δαιμόνων ἀπάταις φραξάμενος κατὰ Περσῶν ἐστράτευσεν, ὅτε καὶ χρησμὸν λέγεται λαβεῖν ἔχοντα οὕτως | |
20 | “νῦν δὲ πάντες ὡρμήθημεν θεοὶ νίκης τρόπαια κομίσασθαι περὶ θηρὶ ποταμῷ· τῶν δὲ ἐγὼ ἡγεμονεύσω, θοῦρος πολε‐ | |
μόκλονος Ἄρης. | 94 | |
95(1t) | Ἰοβιανός. | |
2 | Ἰοβιανὸς ἐβασίλευσε μῆνας ὀκτὼ ἔτος ἕν. ὃς ἐν μὲν τῷ στρατῷ Χριστιανὸν αὐτὸν ὡμολόγει, ἦν δὲ καὶ γνωστὸς τῷ Ἰουλιανῷ· ὃς καὶ ὄπισθεν αὐτοῦ περιπατῶν τὴν Ἰουλιανοῦ | |
5 | χλαμύδα διαπεπάτηκε· πρὸς ὅνπερ ἐπιστραφεὶς Ἰουλιανός, καὶ ἰδὼν οὐκ ἄλλον ἀλλ’ αὐτόν, εἶπεν “εἴθε γοῦν ἄνθρωπος.” οὗτος Ἰοβιανὸς ὑπὸ τοῦ στρατοῦ παντὸς ᾑρέθη βασιλεὺς τῷ τε εὐσεβὴς εἶναι περιφανῶς καὶ τῷ πραῢς καὶ ἐπιεικής. ὃς εἰρηνικὰς σπονδὰς καὶ μετὰ Περσῶν ποιήσας ἐν τῷ ὑποστρέ‐ | |
10 | φειν εἰς τὸ Βυζάντιον ἐν Ἀγκύρᾳ τῆς Γαλατίας, ἐν χωρίῳ Δαδαστάνῳ, μύκητα πεφαρμαγμένον φαγὼν ἐτελεύτησεν. ἀπε‐ κομίσθη δὲ τὸ σῶμα αὐτοῦ, καὶ ἀπετέθη ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων ἐν λάρνακι πορφυρῷ. Ἰοβιανὸς δὲ τὸν πε‐ ριλειφθέντα στρατὸν σῶσαι θέλων ἠναγκάσθη Νίσιβιν μεγά‐ | |
15 | λην καὶ πολυάνθρωπον τοῖς Πέρσαις παραχωρῆσαι. ὁ αὐτὸς προέτεινε τῷ στρατῷ ὡς ἄρχειν οὐ δύναμαι στρατοῦ ἐν τοῖς χρόνοις Ἰουλιανοῦ ἑλληνίζειν ἐθίσαντος· πρὸς ὃν πᾶς ὁ στρατὸς Χριστιανοὶ ὑπάρχειν ὡμολόγησαν. Ἰοβιανὸς οὗτος ἦν τῇ ἡλικίᾳ εὐμήκης, ὥστε μηδὲν τῶν βασιλικῶν ἱματίων | |
20 | ἁρμόσαι αὐτῷ. γυνὴ δὲ ἦν αὐτῷ Χαριτώ, ἥτις οὐδὲ αὐτὸν βασιλεύσαντα ἐθεάσατο. τὴν δὲ ἐκκλησίαν κατεῖχεν ἐπὶ αὐ‐ | |
τοῦ Δημόφιλος Ἀρειανός. | 95 | |
96(1t) | Οὐαλεντινιανός. | |
2 | Οὐαλεντινιανός. οὗτος ἀνηγορεύθη ἐν Νικαίᾳ τῆς τῶν Βιθυνῶν ἐπαρχίας παρὰ τοῦ στρατοπέδου διὰ τὸ εὐδοκιμῆ‐ σαι αὐτὸν ὡς Χριστιανὸν ἐν τῇ ὁμολογίᾳ ἐπὶ Ἰουλιανοῦ. ἦν | |
5 | δὲ τὴν μορφὴν τοῦ σώματος ἀνὴρ εὐμεγέθης, τὴν χροιὰν ἐρυθρός, τὴν τρίχα τῆς κεφαλῆς ἐπίξανθον ἔχων, τοὺς ὀφθαλ‐ μοὺς ὡραίους. ἰστέον ὅτι γυναῖκες Οὐαλεντινιανοῦ δύο ὑπῆρ‐ χον, Σιβῆρα καὶ Ἰουστίνα, ἥντινα διὰ κάλλος ἔτι ζώσης Σι‐ βήρας ἔγημε, καὶ νόμον ἔθετο τοὺς θέλοντας δύο γυναῖκας | |
10 | ἐπὶ τὸ αὐτὸ ἀγαγέσθαι ἀκωλύτους εἶναι. ἀνηνέχθη δὲ τὸ σῶμα αὐτοῦ ἀπὸ τῶν Γαλλιῶν ἐν Κωνσταντινουπόλει, καὶ ἐτέθη ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων. κατεῖχε δὲ τὴν ἐκ‐ κλησίαν Εὐδόξιος καὶ Δημόφιλος Ἀρειανός. Οὐαλεντινιανὸς ἐβασίλευσεν ἔτη τρία, οὗ καὶ τὸ αὐστηρὸν διὰ τὸ δίκαιον | |
15 | ἐπῃνεῖτό τε καὶ ἐθαυμάζετο· οὐ γὰρ ἄνευ λογισμοῦ τὸ αὐ‐ στηρὸν ὡς ἐκέκτητο ᾔδεισαν, ἀλλ’ ἀεὶ τῷ δικαίῳ τὰ πρῶτα παρεῖχεν, ὑπ’ οὐδενὸς ἐκ τούτου περιτρεπόμενος, οὐδὲ μετα‐ τιθέμενος ὑπό τινος ἐξ ὧν ἅπαξ ἐβουλεύσατο. ὃς ὑπὸ τοῦ στρατοῦ μετὰ Ἰοβιανὸν ἀνηγορεύετο· καὶ ἐπεὶ ἐν Κων‐ | |
20 | σταντινουπόλει ἠξίουν αὐτὸν κοινωνὸν προσλαβέσθαι τῆς βα‐ σιλείας, ἔφη “λήψομαι κοινωνὸν ὃν ἂν ἐθέλω,” καὶ φθάσας | |
εἰς Νικομήδειαν ἐπυνθάνετο τῶν ἐν τέλει περὶ τοῦ σὺν αὐτῷ | 96 | |
97 | βασιλεύσοντος. πρὸς ὃν Δαιλάφος συγκλητικὸς ἀπεκρίνατο “εἰ τοὺς σοὺς φιλεῖς, κράτιστε αὐτοκράτορ, ἔχεις ἀδελφόν, εἰ δὲ τὴν πολιτείαν, σκόπησον ὅτῳ ἂν τὴν ἁλουργίδα περιβά‐ λῃς.” ὁ δὲ τῇ φύσει μᾶλλον πιστεύσας τὸν ἀδελφὸν Οὐά‐ | |
5 | λεντα προσελάβετο. καὶ ἑαυτῷ μὲν τὴν δύσιν ἀπένειμεν, ἐθνῶν τινῶν ἐπανάστασιν ἐνταῦθα μαθών, τῷ δὲ Οὐάλεντι τὴν ἀνατολήν. ἦν δὲ περὶ τῆς ἀρχῆς τῆς βασιλείας παρὰ Σαλουστίου τινὸς μεμαθηκὼς ὡς ἐγκρατὴς αὐτῆς γενήσοιτο· ὃν καὶ μηδενὸς ἀποτεύξεσθαι ὑπέσχετο, ἐπειδὰν ἐπὶ τῆς τοι‐ | |
10 | αύτης ἀρχῆς γένηται. βασιλεύσας δὲ καὶ ἀπαιτούμενος κατὰ τὴν ὑπόσχεσιν ὑπὸ Σαλουστίου τὴν ἐπάρχου ἀρχήν, ἔφη μὴ δεῖν ἴσως τὴν τῶν ἐπαγγελιῶν φυλάττεσθαι πίστιν, ὅταν τοῦτο βλάβος φέρῃ τῇ πολιτείᾳ. ἐπὶ τούτου γυναικός τινος διηρπάγη ἡ οὐσία ὑπὸ Ῥοδάνου πραιποσίτου· ὁ δὲ βασιλεὺς κρίνας αὐ‐ | |
15 | τοὺς προσέταξε τῷ πραιποσίτῳ ἀποδοθῆναι αὐτῇ τὰ ἴδια. ὁ δὲ οὐκ ἐπείσθη. ὅπερ μαθὼν ὁ βασιλεὺς προσελθεῖν αὐτῷ ἔφη τὴν γυναῖκα· ἡ δὲ ἐν ἱπποδρομίῳ προσῆλθε θεωμένου τοῦ βασιλέως· ἐρωτηθεῖσά τε καὶ εἰποῦσα τὴν ἀπείθειαν τοῦ πραιποσίτου ἐκέλευσε τὸν πραιπόσιτον παριστάμενον αὐτῷ μετὰ | |
20 | τῶν ἀμφίων τῆς ἀξίας, πυρὰν μεγάλην ἀνάψαντας εἰς τὴν | |
σφενδόνην καῦσαι αὐτὸν καὶ τὴν οὐσίαν αὐτοῦ πᾶσαν ἀποδο‐ | 97 | |
98 | θῆναι τῇ γυναικί. οὗτος καὶ τὴν πόλιν Καλχηδόνα καταλύ‐ σας τοῖς λίθοις αὐτῆς τὸν μέγαν ὑδραγωγὸν τῆς πόλεως ἔκτι‐ σε, καὶ τὸ ὕδωρ εἰσήγαγεν ἐν τῇ πόλει. καταπολεμήσας δὲ τοὺς Σαυρομάτας, πρέσβεις ἀπ’ αὐτῶν ἰδὼν ἐλθόντας, ἠρώ‐ | |
5 | τησεν εἰ τοιοῦτοι εἶεν Σαυρομάται· καὶ μαθὼν ὡς οἱ ἄρι‐ στοι πρὸς αὐτὸν ἥκασι, πλησθεὶς θυμοῦ καὶ πρηνεῖ τῇ χειρὶ τὸν μηρὸν πλήξας ἔφη “δεινὰ Ῥωμαίοις, εἰ τοιοῦτοι ὄντες πρεσβεύειν ἀξιοῦσιν.” ἐκ δὲ τοῦ θυμοῦ φασὶ ἀναστομωθῆ‐ ναι φλέβα καὶ ἀρτηρίαν διαρραγῆναι, καὶ αἵματος πολλοῦ | |
10 | ἐκχυθέντος τελευτῆσαι τὸν αὐτὸν βασιλέα Οὐαλεντινιανόν. Οὐαλεντινιανὸς ὀρθοδοξότατος ὢν Ἀμβρόσιον ἐν Μεδιολάνῳ προεχειρίσατο ἐπίσκοπον· ὅν φασι τοὺς ἀδίκους ἄρχοντας ἐπὶ τοῦ βασιλέως διελέγχειν. οἱ Γότθοι κακῶς ἐχρῶντο Οὐά‐ λεντι· ὁ δὲ αἰτεῖ τὸν θειότατον Οὐαλεντινιανὸν πέμψαι αὐ‐ | |
15 | τῷ στρατὸν εἰς βοήθειαν· ὁ δὲ οὐ μόνον οὐ δέδωκεν, ἀλλὰ καὶ ἐπωνείδισεν εἰπὼν ὅτι οὐ χρὴ ἐπαμύνειν ἀνδρὶ πολεμοῦντι θεῷ. ἐπὶ αὐτοῦ ἐν Ἀθήναις Βασίλειος καὶ Γρη‐ γόριος ἤκμαζον, παιδευόμενοι παρὰ Ἱμερίῳ καὶ Προαιρεσίῳ εὐδοκίμοις σοφισταῖς. ἐμαθήτευσαν δὲ καὶ παρὰ Λιβανίῳ | |
20 | τῷ ἐν Ἀντιοχείᾳ σοφιστῇ. | |
21t | Οὐάλης. | |
22 | Οὐάλης ἐβασίλευσεν ἔτη τρία. ἐπὶ αὐτοῦ οἱ Γότθοι πε‐ | 98 |
99 | ράσαντες τὴν Μαιῶτιν λίμνην ἐλάφου ἡγησαμένης ἦλθον εἰς τὴν Θρᾴκην, καὶ δύο γεγονότες μέρη ἀλλήλοις ἐμάχοντο. καὶ συμμαχίαν αἰτήσαντες οἱ τοῦ ἑνὸς μέρους παρὰ Οὐάλεντος ἐν ὑποσχέσει τοῦ Χριστιανοὺς γενέσθαι, ὅθεν καὶ βαπτισθέν‐ | |
5 | τες Ἀρειανοὶ ἀπεκατέστησαν, καθὼς ἦν καὶ Οὐάλης. μετὰ τοῦτο οὖν ἐν Συρίᾳ τοῦ Οὐάλεντος διατρίβοντος οἱ Σκύθαι περάσαντες κατὰ τῆς πόλεως εἰσέφρησαν, σπονδὰς μὴ φυλά‐ ξαντες μετὰ τὸ βαπτισθῆναι αὐτούς· ὁ δὲ καταλαβὼν καὶ πολεμήσας ἡττηθεὶς κατέφυγεν ἐν ἀχυρῶνι, ἐν χωρίῳ Ἀδρια‐ | |
10 | νουπόλεως, καὶ κατεκάη ἐκεῖσε. γυνὴ δὲ τούτῳ Δομνίκα Ἀρειανὴ διάπυρος· Δημόφιλος δὲ Ἀρειανὸς τὴν ἐκκλησίαν ἔτι κατεῖχε. πολλὰ δὲ δεινὰ Οὐάλης κατὰ τῶν ὀρθοδόξων εἰργάσατο, ἐμπρησμοὺς θαλαττίους σὺν αὐταῖς νηυσὶ καὶ πνιγμοὺς ἐν ὕδασι καὶ βασάνους ἄλλας πολλάς. πᾶσαν οὖν | |
15 | ἐκκλησίαν πορθήσας ἧκεν εἰς Καισάρειαν, κατὰ Βασιλείου πράξας οἷα καὶ ὁ θεολόγος εἰς τὸν ἐπιτάφιον γέγραφεν, ὅταν καὶ Γαλάτιος υἱὸς Οὐάλεντος καὶ ἡ σύμβιος Δομνίκα νόσῳ χαλεπῇ ἐχειμάσθησαν. καὶ Δημοσθένους δὲ ἑνὸς τῶν ὀψο‐ ποιῶν Οὐάλεντος ἐν τῇ ὁμιλίᾳ τῇ πρὸς Οὐάλεντα μεμφομέ‐ | |
20 | νου Βασίλειον καὶ βαρβαρίσαντος, εἰπεῖν τὸν διδάσκαλον “ἰδοὺ ἐθεασάμεθα καὶ Δημοσθένην ἀγράμματον.” πολλοὺς Οὐάλης | |
ἐφόνευσεν ὑπονοηθέντας βασιλεύειν ἀπὸ τοῦ θῆτα γράμματος. | 99 | |
100(1t) | Γρατιανὸς Οὐαλεντινιανοῦ. | |
2 | Γρατιανὸς υἱὸς Οὐαλεντινιανοῦ ἐβασίλευσεν ἔτη τρία καὶ μετὰ Θεοδοσίου ἔτη τρία· οὗτος γὰρ τὸν μέγαν Θεοδόσιον προεχειρίσατο εἰς βασιλέα ἐν Βυζαντίῳ, ἀγαγὼν ἐξ Ἱσπανίας | |
5 | πρὸς τὸ πολεμεῖν τοὺς Σκύθας τὴν Θρᾴκην ληϊζομένους, αὐ‐ τὸς ἐν Ῥώμῃ διέτριβε. Μάξιμος δέ τις Βρεττανὸς δυσανα‐ σχετῶν ὅτι Θεοδόσιος ὑπὸ Γρατιανοῦ βασιλείας ἠξίωται αὐ‐ τοῦ μηδεμιᾶς τυχόντος τιμῆς, διήγειρε τοὺς ἐν Βρεττανίᾳ ἀντᾶραι Γρατιανῷ· καὶ ἀποστέλλει Ἀνδραγάθιον κατ’ αὐ‐ | |
10 | τοῦ. ὁ δὲ εἰσῆλθεν ἐν φορείῳ καταστέγῳ, φημίσας τὴν γυ‐ ναῖκα Γρατιανοῦ εἶναι ἐκ Βρεττανίας ἐπανήκουσαν. ἧς τῇ ἀγάπῃ Γρατιανὸς κρατηθεὶς τῷ φορείῳ προσῆλθε, καὶ ἀνακα‐ λύψας βλέπει τὸν Ἀνδραγάθιον, ὃς παραυτίκα διὰ στρατιω‐ τῶν παρεσκευασμένων ὄντων ἐπὶ τούτῳ Γρατιανὸν διεχειρί‐ | |
15 | σατο. μετετέθη δὲ ὑπὸ Θεοδοσίου Γρατιανὸς εἰς τοὺς βασι‐ λικοὺς τάφους, ὅστις τοσοῦτον εὐστόχως καὶ ἐπὶ πολὺ ἐτό‐ ξευεν ὡς λέγειν τινὰς τὰ Γρατιανοῦ βέλη φρένας ἔχειν. ἐπὶ Γρατιανοῦ Μελέτιος ἀρχιεπίσκοπος Ἀντιοχείας ἐν Κωνσταν‐ τινουπόλει γενόμενος, καὶ Δημόφιλον εὑρὼν τὰς ἐκκλησίας | |
20 | κατέχοντα, Γρηγόριον τὸν θεολόγον ἐκ Ναζιανζοῦ ἤγαγεν πρὸς | |
τὴν τῆς Ἀρειανικῆς πλάνης κατάλυσιν. | 100 | |
101(1t) | Θεοδόσιος ὁ μέγας. | |
2 | Θεοδόσιος ὁ μέγας ἐβασίλευσεν ἔτη ιϛʹ. οὗτος ἦν τὴν μὲν ἀναδρομὴν τοῦ σώματος σύμμετρος, ἄμεμπτος, ὑπέρυθρος τῷ προσώπῳ, ξανθὴν ἔχων τὴν τρίχα, τὴν ῥῖνα λεπτὴν καὶ ἐπί‐ | |
5 | γρυπον, χαρίεις τὴν ὁμιλίαν, τὸν τρόπον δὲ χαριέστερος, καὶ εὐγενὴς ἐξ Ἰβήρων τῶν καὶ Ἱσπανῶν, ἔχων γυναῖκα ὀνόματι Πλακίλλαν, ἐξ ἧς ἔσχεν Ἀρκάδιον καὶ Ὁνώριον. τελευτησά‐ σης Γάλλαν ἀδελφὴν Γρατιανοῦ ἔγημε, καὶ κατὰ τῶν Σκυ‐ θῶν χωρήσας πάντας ἀνεῖλε· τοὺς δὲ τοὺς συγγενεῖς Γρα‐ | |
10 | τιανοῦ ἀνελόντας τυράννους ἐν Ῥώμῃ, καὶ Ἀνδραγάθιον τὸν αὐτὸν διαχειρισάμενον, πάντας θανάτῳ παρέδωκεν. [ἐπὶ δευ‐ τέρῳ δὲ] τῷ δευτέρῳ ἔτει αὐτοῦ γέγονεν ἡ δευτέρα σύνοδος ἐν Κωνσταντινουπόλει ὑπὸ πατέρων ρνʹ, κατὰ Μακεδονίου τοῦ πνευματομάχου· ὑπῆρχον δὲ Τιμόθεος Ἀλεξανδρείας, | |
15 | Μελέτιος Ἀντιοχείας, Κύριλλος Ἱεροσολύμων, Γρηγόριος ὁ θεολόγος. ἀνεθεμάτισαν Μακεδόνιον περὶ τοῦ ἁγίου πνεύ‐ ματος βλασφημοῦντα, καὶ σὺν αὐτῷ Σαβέλλιον καὶ Ἀπολινά‐ ριον. ἀπέχει οὖν ἡ δευτέρα σύνοδος ἀπὸ τῆς πρώτης ἔτη ἑξήκοντα· ὅτε καὶ Γρηγόριος ὁ θεολόγος τῆς ἐκκλησίας ἐξε‐ | |
20 | βλήθη. ἤχθη δὲ ἐπὶ αὐτοῦ ἐν Κωνσταντινουπόλει ἡ κεφαλὴ Ἰωάννου τοῦ βαπτιστοῦ καὶ τὰ λείψανα τῶν ἁγίων μαρτύ‐ | |
ρων Τερεντίου καὶ Ἀφρικάνου, καὶ ἀπετέθησαν εἰς τὴν ἁγίαν | 101 | |
102 | Εὐφημίαν ἐν τῇ πέτρᾳ. ὁ αὐτὸς ἤγαγε τὸν μέγαν Ἀρσένιον ἐκ Ῥώμης, ἀκούσας τῆς αὐτοῦ φιλοσοφίας καὶ θείου γνώσεως, καὶ τούτῳ Ἀρκάδιον καὶ Ὁνώριον τοὺς αὐτοῦ παῖδας δέδωκε παιδεύεσθαι παρ’ αὐτοῦ τὰ ἱερὰ γράμματα· ὃν καὶ βασι‐ | |
5 | λεοπάτορα πεποίηκεν. οὗτος ἐν νυκτὶ δεόμενος τοῦ θεοῦ ἤκουσε φωνῆς λεγούσης “Ἀρσένιε, φεῦγε τοὺς ἀνθρώπους καὶ σώζῃ.” Οὗτος ὁ Θεοδόσιος, οὓς Κωνσταντῖνος ὁ μέγας τῶν Ἑλ‐ λήνων ναοὺς οὐ κατέλυσεν ἀλλὰ κλεισθῆναι μόνον προσέταξε, | |
10 | πάντας ἕως ἐδάφους κατέλυσε. τελευτῶν δὲ τὸν μὲν Ἀρκά‐ διον ἀποκαθίστησι βασιλέα Κωνσταντινουπόλεως καὶ τῆς ἑώας ἁπάσης, Ὁνώριον δὲ σὺν Πλακιδίᾳ χειροτονεῖ τῆς δύ‐ σεως βασιλεῖς. καὶ ὁ μὲν Ὁνώριος ἔσχε τὰ βασίλεια εἰς Ῥάβενναν, Πλακιδία δὲ ἡ θυγάτηρ Γρατιανοῦ ἐν τῇ Ῥώμῃ. | |
15 | ἐπὶ τούτων Γιζέριχος εἷλε Ῥώμην καὶ αἰχμαλώτους ἤγαγε τὰς βασιλίδας. Ἐπὶ Θεοδοσίου τοῦ μεγάλου Γρηγόριος ὁ θεολόγος ἐν τῇ νῦν ἐκκλησίᾳ Ἀναστασίας τῆς μάρτυρος, εὐκτηρίῳ ἔτι οὔσῃ μικρῷ, τοὺς ὀρθοδόξους ἐδίδασκεν· Ἀναστασίαν δὲ τὸν μέ‐ | |
20 | γαν οἶκον ὁ ἱστορῶν φησὶν ὀνομάζεσθαι ἢ διὰ τὴν τῆς ὀρθῆς πίστεως ἀνάστασιν, ἢ διὰ τὸ γυναῖκα ἐγκύμονα πεσοῦσαν ἄνωθεν τελευτῆσαι, κοινῆς δὲ ὑπὸ τῶν ὀρθοδόξων γενομένης εὐχῆς ἀναστῆναι τὴν τελευτήσασαν. τὸ δὲ τὴν τοῦ ναοῦ ἐπω‐ | |
νυμίαν παρά τισι δισσῶς ὀνομάζεσθαι τοῖς ἱστοροῦσιν οὕτως | 102 | |
103 | ἡρμήνευται, τὸ μὲν Ἀναστασίαν αὐτὴν κεκλῆσθαι διὰ τὸ τὸν τῆς ὀρθοδοξίας λόγον ἐν αὐτῇ τὴν ἀνάστασιν δέξασθαι, τὸ δὲ Ἀναστασίαν καλεῖσθαι αὐτὴν διὰ τὸ συμβὰν ἐν αὐτῇ θαυ‐ ματούργημα. | |
5 | Θεοδόσιος ἐδήλωσε Δημοφίλῳ ἢ τῆς Ἀρείου πλάνης ἀπο‐ στῆναι ἢ τῶν ἐκκλησιῶν ὑπεκστῆναι. ἐξῆλθεν οὖν κατῃσχυ‐ μένος, τεσσαράκοντα ἔτη τῶν Ἀρειανῶν κατασχόντων τὰς ἐκ‐ κλησίας. ἡ σύνοδος οὖν καὶ ὁ βασιλεὺς Γρηγόριον καὶ ἄκοντα βιασάμενοι τῷ θρόνῳ τῆς ἀρχιερωσύνης ἐνίδρυσαν, ὡς πολλὰ | |
10 | καμόντα καὶ τῆς λώβης τῶν αἱρέσεων τὴν πόλιν ἐλευθερώ‐ σαντα. τοὺς ἐξ Αἰγύπτου δὲ μαθὼν ὁ Γρηγόριος τῷ λόγῳ τούτου φθονήσαντας, τὸν συντακτήριον λόγον ἐπιδειξάμενος ἑκουσίως τῆς ἐπισκοπῆς ὑπεχώρησε, Νεκταρίου ἀντ’ αὐτοῦ ὑπὸ τοῦ βασιλέως προχειρισθέντος. | |
15 | Τὸ σῶμα Παύλου τοῦ ὁμολογητοῦ Θεοδόσιος εἰς τὴν πό‐ λιν εἰσήγαγε, καὶ ἐν τῇ ἐπὶ Παῦλον ὀνομαζομένῃ ἐκκλησίᾳ ἀπέθετο, ἣν ᾠκοδόμησε Μακεδόνιος Παύλῳ ἐπιβουλεύων. Ἡλιόδωρος ὁ γράψας τὰ λεγόμενα Αἰθιοπικὰ ἐπίσκοπος ἦν Τρίκκης ἐπὶ Θεοδοσίου· γράφει δὲ καὶ διὰ στίχων ἰάμ‐ | |
20 | βων τὴν τοῦ χρυσοῦ ποίησιν πρὸς τὸν αὐτὸν Θεοδόσιον. Διὰ τοὺς γενομένους ἐν Θεσσαλονίκῃ σὺν τῷ πλήθει καὶ | |
τῷ ἐπάρχῳ καὶ τῷ παιδὶ αὐτοῦ, ἐν Μεδιολάνῳ Θεοδόσιος | 103 | |
104 | ἀπιὼν εἵργετο τῆς ἐκκλησίας παρὰ Ἀμβροσίου ἐπὶ πολύ· μετὰ πολλῆς οὖν ἱκεσίας καὶ μετανοίας μόλις δεχθείς, ὡς ἔθος τὰ δῶρα προσενεγκών, τοῦ θυσιαστηρίου τοῦτον ἐκστῆ‐ ναι ἐκέλευσεν Ἀμβρόσιος, διδάξας ἱερέων καὶ βασιλέων τό‐ | |
5 | πον· ὃς ἐν Κωνσταντινουπόλει ἐλθὼν ἐτύπωσε τοῦτο, τῶν βασιλέων πρὸ τούτου ἔνδοθεν τοῦ θυσιαστηρίου ἱσταμένων. Ἐν Ἀντιοχείᾳ ἡ τῆς γυναικὸς αὐτοῦ Πλακίλλης εἰκὼν φόρων ἕνεκα πλείστων ἐπιθέσεως· δι’ ἣν ὀργισθεὶς ὁ βασι‐ λεὺς ὄλεθρον ἄρδην ἠπείλησε τῇ πόλει· ἐκεκώλυτο δὲ διὰ | |
10 | τὸν τοῦ θυμοῦ νόμον, ὃν ὁ Ἀμβρόσιος γράψαι τοῦτον πε‐ ποίηκε. τότε καὶ Ἰωάννης ὁ Χρυσόστομος πρεσβύτερος ἐν Ἀντιοχείᾳ ὢν τοὺς ἀνδριάντας ἔγραψε. Θεοδοσίου ἐν Μεδιολάνῳ τελευτήσαντος, τὸ σῶμα αὐτοῦ Ἀρκάδιος ἐν τῇ πόλει ἀποκομίσας κατατίθησιν ἐν τῷ ἡρώῳ, | |
15 | ὅπερ ὁ ἐν ἁγίοις Κωνσταντῖνος κατεσκεύασεν εἰς ταφήν. τὴν δὲ τῆς ἀρχιερωσύνης καθέδραν κατεῖχεν Νεκτάριος. | |
17t | Ἀρκάδιος. | |
18 | Ἀρκάδιος ἐλθὼν ἀπὸ Ῥώμης ἐβασίλευσεν ἔτη κβʹ, ἐάσας ἐν τῇ Ῥώμῃ Ὁνώριον. οὗτος ἐποίησεν ἴδιον ἀριθμόν, οὓς | |
20 | Ἀρκαδιακοὺς ἐκάλεσεν· ἔστησε δὲ καὶ τὸν κίονα τοῦ Ξηρολόφου, | 104 |
105 | ἱδρύσας ἐν αὐτῷ τὸν ἑαυτοῦ ἀνδριάντα, καὶ πόλιν ἐν τῇ Θρᾴκῃ κτίσας ἐκάλεσεν Ἀρκαδίου πόλιν. ἐπὶ τούτου ἐξωρί‐ σθη Ἰωάννης ὁ Χρυσόστομος συσκευῆς γεγονυίας ὑπ’ Εὐδο‐ ξίας Αὐγούστης καὶ Θεοφίλου πάπα Ἀλεξανδρείας· ἐπέμφθη | |
5 | ἐν Κουκουσῷ. ἀσπασαμένου δὲ αὐτοῦ Ὀλυμπιάδα θυγατέρα Σελεύκου ἀπὸ ἐπάρχων καὶ ἑτέρας σεμνὰς γυναῖκας, ἐξῆλθε τῆς ἐκκλησίας, καὶ παρευθὺ πῦρ ἐξελθὸν ἐκ τοῦ θυσιαστη‐ ρίου κατέκαυσε πάντα. τῷ αὐτῷ δὲ χρόνῳ ἀντῆραν οἱ Ἴσαυ‐ ροι πραιδεύοντες μέχρι Καππαδοκίας. ἐπὶ τοῦ αὐτοῦ Ἀρ‐ | |
10 | καδίου εἰσῆλθε καὶ τὰ λείψανα τοῦ ἁγίου Σαμουὴλ τοῦ προ‐ φήτου, καὶ ἀπετέθησαν ἐν τῷ ναῷ αὐτοῦ πλησίον τοῦ ἑβδό‐ μου. ἀρρωστήσας δὲ ὁ αὐτὸς βασιλεὺς τελευτᾷ, καταλιπὼν Θεοδόσιον τὸν υἱὸν αὐτοῦ, πάντας τοὺς ὑπ’ αὐτὸν ὄντας ἀρί‐ στους προαποκτείνας διὰ τὸ μεῖζον εἶναι τὸ ἐκείνου φρόνημα· | |
15 | ἐν οἷς ἦν καὶ Ῥουφῖνος ὁ παρ’ αὐτῷ μέγα δυνάμενος. ἐτέθη δὲ τὸ σῶμα αὐτοῦ ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων, ἐν τῇ μεσημβρινῇ στοᾷ, ἔνθα καὶ ἡ γυνὴ αὐτοῦ Εὐδοξία προαπε‐ τέθη ἐν λάρνακι Ῥωμαίῳ. Νεκταρίου τελευτήσαντος Ἀρκά‐ διος Ἰωάννην ἀπὸ Ἀντιοχείας ἀγαγὼν ποιεῖ πατριάρχην· | |
20 | τῶν εὐγενῶν δὲ ἦν ὁ Ἰωάννης καὶ ἐλλόγιμος, ᾧ καὶ Λιβά‐ νιος ἐμαρτύρησε· πυθομένων γὰρ τῶν αὐτοῦ φοιτητῶν τίνα ἀντ’ αὐτοῦ προΐστησι τῷ διδασκαλείῳ, “Ἰωάννην” ἔφη “εἶ | |
μὴ ἐσυλήθη ὑπὸ τῶν Γαλιλαίων.” μεταξὺ Ἰωάννου καὶ | 105 | |
106 | Ἐπιφανίου τῆς Κύπρου γογγυσμὸς .... Εὐδοξίαν γέγονεν· ἐδήλωσε δὲ Ἰωάννης Ἐπιφανίῳ τὴν ἐν τῷ πλοίῳ αὐτοῦ τε‐ λευτήν, ὡσαύτως καὶ Ἐπιφάνιος τὴν ἐπ’ ἐξορίας αὐτοῦ τε‐ λευτήν. μέλλων δὲ ἀποπλεῖν Ἐπιφάνιος ἐπὶ Κύπρον τοῖς | |
5 | παραπέμπουσι φίλοις ἔφη “σπεύδω ἐγώ, σπεύδω, ἀφίημι δὲ ὑμῖν τὰ βασίλεια, τὴν πόλιν καὶ τὴν ὑπόκρισιν.” τελευτή‐ σαντος Ἰωάννου ἐν τῇ ἐξορίᾳ χειροτονεῖται Ἀρσάκιος πατρι‐ άρχης. Γαινᾶς Ἀρκαδίῳ ἀντάρας πολλὰ δεινὰ κατὰ τῆς πόλεως | |
10 | εἰργάσατο, πολέμου δὲ συρραγέντος κατά τε γῆν καὶ θάλασ‐ σαν αὐτὸς καὶ οἱ σὺν αὐτῷ ἀπώλοντο. | |
12t | Θεοδόσιος ὁ νέος υἱὸς Ἀρκαδίου. | |
13 | Θεοδόσιος ὁ νέος υἱὸς Ἀρκαδίου ἐβασίλευσεν ἔτη λγʹ. οὗτος ἔγημε βουλῇ Πουλχερίας τῆς ἰδίας ἀδελφῆς καὶ Παυ‐ | |
15 | λίνου φιλουμένου παρ’ αὐτοῦ Εὐδοκίαν Ἀθηναίαν ὡραιοτά‐ την πάνυ, θυγατέρα οὖσαν Λεοντίου τοῦ φιλοσόφου. ἐν τῇ μεγάλῃ δὲ ἐκκλησίᾳ ἀπιόντος αὐτοῦ, προσήγαγεν αὐτῷ πένης μῆλον μέγα καὶ ὑπερφυές· ὅπερ ἰδὼν ὁ βασιλεὺς καὶ ἡ σύγκλητος ἐξεπλάγησαν, καὶ δεδωκὼς τῷ πένητι νομίσματα | |
20 | ἑκατὸν ἀπέστειλε τῇ Αὐγούστῃ. αὐτὴ δὲ νοσοῦντι τῷ Παυ‐ λίνῳ τῷ συμπράξαντι τοῖς γάμοις αὐτῆς ἀπέστειλε· πά‐ | |
λιν δὲ ὁ Παυλῖνος εἰσερχομένῳ τῷ βασιλεῖ ἐν τῷ παλατίῳ | 106 | |
107 | ἀγνοῶν ἀπέστειλεν. ὁ δὲ γνωρίσας ἀπέκρυψε, καὶ εἰσελθὼν ἠρώ‐ τησε τὴν Αὐγούστην περὶ τοῦ μήλου. ἡ δὲ εἶπε φαγεῖν αὐτό· ὁ δὲ ὥρκωσεν αὐτὴν εἰς τὴν σωτηρίαν αὐτοῦ, μή τινι τοῦτο πέπομφεν· ἡ δὲ εἶπε φαγεῖν αὐτό· καὶ τοῦ μήλου ἐνεχθέν‐ | |
5 | τος γέγονεν ἔκτοτε μεταξὺ αὐτῶν λύπη καὶ ἀπομερισμός. τὸν δὲ Παυλῖνον ἀποστείλας ἀνεῖλεν ὁ βασιλεὺς νυκτί. καὶ γνοῦ‐ σα τοῦτο ἡ Αὐγούστα ὡς ὑβρισθεῖσα ἐξώρμησεν εἰς τοὺς ἁγίους τόπους, κἀκεῖ τελευτᾷ ἐν Ἱεροσολύμοις· ἐν δὲ τῷ μέλλειν τελευτᾶν ἀπωμόσατο μὴ συνειδέναι τῇ κατηγορίᾳ τῇ | |
10 | κατ’ αὐτῆς ἕνεκε Παυλίνου. Οὗτος δὲ ὁ Θεοδόσιος ἦν τὸ σῶμα μέσος, ὄμματα ἐς κύκλον τῶν βλεφάρων μείζονα ἔχων, μέλανά τε καὶ ὀξὺ βλέ‐ ποντα, ῥὶς λεπτὴ καὶ ὀρθία, μελίθριξ· πάσης παιδείας με‐ τασχὼν καὶ ἀστρονομίας, ἱππεύειν τε καὶ τοξεύειν ἀσκηθεὶς | |
15 | τοῦ μετρίου πέρα, μειλίχιος ὢν τὸν τρόπον, καὶ ἐς ἄγραν ἐπι‐ τήδειος· ὥστε διὰ τοῦ καὶ πολλὰ τῶν κοινῶν διαπεσεῖν τῇ πρὸς τοὺς εὐνούχους κρατηθέντα αἰδῷ, οἵτινες ἦσαν Εὐτρό‐ πιος Λαῦσος καὶ Καλοπόδιος, καὶ πρὸς τούτοις Χρυσάφιος αὐτὸν κατεδουλώσατο. ὁ δὲ αὐτὸς βασιλεὺς Θεοδόσιος πέμ‐ | |
20 | ψας εἰσήγαγε τὸ λείψανον Ἰωάννου τοῦ Χρυσοστόμου καὶ ἀπέθετο ἐν τῷ θυσιαστηρίῳ τῶν ἁγίων ἀποστόλων. ἐπὶ αὐ‐ τοῦ δὲ ἀπετέθη καὶ τὰ λείψανα τῶν ἁγίων Στεφάνου καὶ Λαυρεντίου. | |
Ἐν δὲ τῷ τρισκαιδεκάτῳ αὐτοῦ ἔτει γέγονε καὶ ἡ τρίτη | 107 | |
108 | σύνοδος ἡ ἐν Ἐφέσῳ ὑπὸ διακοσίων πατέρων, ἐξ ὧν Κύριλ‐ λος Ἀλεξανδρείας, Κελεστῖνος πάπας Ῥώμης, Ἰουβενάλιος Ἱεροσολύμων, κατὰ Νεστορίου ἐπισκόπου Κωνσταντινουπό‐ λεως καὶ Ἀλεξάνδρου Ἱεραπόλεως, λέγοντος μὴ εἶναι θεοτό‐ | |
5 | κον ἀλλὰ Χριστοτόκον. καὶ τοῦτον ἀναθεματίσαντες, ἐκήρυ‐ ξαν θεοτόκον κυρίως καὶ ἀληθῶς τὴν ἁγίαν παρθένον Μα‐ ρίαν. ἀπέχει δὲ τῆς δευτέρας ἡ τρίτη ἔτη ὀκτώ· ὅτε καὶ οἱ ἑπτὰ παῖδες ἀνέστησαν οἱ κοιμηθέντες ἐπὶ Δεκίου. Ἐξῆλθε δὲ ὁ βασιλεὺς Περσῶν κατὰ Ῥωμαίων, ἀπέστειλε | |
10 | δὲ ὁ βασιλεὺς Προκόπιον στρατηλάτην κατ’ αὐτῶν. ὁ δὲ Περσῶν βασιλεὺς δηλοποιεῖ Προκοπίῳ ὡς ὅτι ποιῶ πάκτα εἰ‐ ρήνης μετὰ Ῥωμαίων ἐπὶ πεντήκοντα ἔτη, ἐὰν ἡττηθῇ ὃν προβάλλομαι Πέρσην εἰς τὸ μονομαχῆσαι· εἰ δὲ ἡττηθῇ παρ’ αὐτοῦ ὁ ἐξ ὑμῶν μέλλων μονομαχεῖν, αὐτὸν λαμβάνειν | |
15 | με κεντηνάρια πεντήκοντα καὶ τὰ ἐξ ἔθους δῶρα πάντα. τοῦτο δοξάντων ἐξῆλθε ὁ Πέρσης, ὁ δὲ στρατηλάτης προεβάλετο Ἀρεό‐ βινδον κόμητα φοιδεράτων. καὶ ἐξελθόντες ἔνοπλοι καὶ ἔφιπποι, τοῦ Ἀρεοβίνδου σώκιστρον κατέχοντος, καὶ πρώτου Πέρσου ὁρμήσαντος κατ’ αὐτοῦ, ὑποπλαγίασας ὁ Ἀρεόβινδος ἐσώκισεν | |
20 | αὐτὸν τῷ σωκίστρῳ ᾧ ἐπεφέρετο, καὶ κατενεγκὼν ἐκ τοῦ ἵππου ἔσφαξε· καὶ ἐποίησε πάκτα εἰρήνης ὁ βασιλεὺς Περ‐ σῶν. εἰσελθὼν δὲ ἐν τῇ πόλει Ἀρεόβινδος, καὶ μεγάλως πα‐ ρὰ τοῦ βασιλέως ἀποδεχθείς, προήχθη ὕπατος. ὁ δὲ αὐτὸς | |
βασιλεὺς καταλύσας τὸ χερσαῖον τεῖχος τῆς πόλεως, καὶ προσ‐ | 108 | |
109 | θεὶς ἄλλα διαστήματα δύο, ᾠκοδόμησεν ἕτερον τεῖχος διὰ Κύρου ἐπάρχου σοφωτάτου καὶ ἱκανοῦ, δι’ ἡμερῶν ἑξή‐ κοντα. Μετὰ δέ τινα χρόνον ἐξῆλθεν ὁ βασιλεὺς ἱππασθῆναι, | |
5 | καὶ συμπεσόντος αὐτῷ τοῦ ἵππου πληγεὶς εἰσῆλθεν ἐν λεκτικίῳ, καὶ καλέσας τὴν ἀδελφὴν Πουλχερίαν εἶπεν αὐτῇ διὰ Μαρ‐ κιανὸν τὸν μετ’ αὐτὸν βασιλεύσαντα. “τοῦτο γάρ μοι” φησὶν “ὁ θεολόγος Ἰωάννης ἀπεκάλυψεν ἐν Ἐφέσῳ μοι ὄντι.” καὶ μεταστειλάμενος Μαρκιανὸν εἶπεν αὐτῷ “ἐπὶ Ἄσπαρος καὶ | |
10 | τῆς συγκλήτου ἐδείχθη μοι ὅτι σὲ δεῖ γενέσθαι βασιλέα μετ’ ἐμέ.” καὶ μεθ’ ἡμέρας δύο ἐτελεύτησε. Πουλχερία ἡ βασιλίς, καίπερ νέα οὖσα, ἄριστα τὴν βα‐ σιλείαν ἐδιῴκει διὰ τὸ τὸν ἀδελφὸν αὐτῆς καὶ βασιλέα Θεο‐ δόσιον πάνυ μικρὸν εἶναι· ἐπαίδευσε δὲ καὶ τὸν ἀδελφὸν | |
15 | σωφρόνως βιοῦν, καὶ αὐτὴ τὴν ἰδίαν παρθενίαν θεῷ προσα‐ νέθηκε, καὶ τὰς ἀδελφὰς Ἀρκαδίαν καὶ Μαρίναν τὰ ὅμοια πράττειν ἐδίδαξεν. Ἀρσακίου τελευτήσαντος Ἀττικὸς ὁ ἐν ἁγίοις χειροτονεῖται πατριάρχης. ἐπὶ Θεοδοσίου Ἄσπαρ καὶ Ἀρδαβούριος προχειρίζονται δομέστικοι ἀνατολῆς τε καὶ δύ‐ | |
20 | σεως. Ἀττικοῦ τελευτήσαντος Σισίνιος προχειρίζεται· τού‐ του τελευτήσαντος Νεστόριος γέγονε πατριάρχης· τούτου κα‐ θαιρεθέντος Πρόκλος ἀντ’ αὐτοῦ χειροτονεῖται, ὅτε καὶ τὸ λείψανον τοῦ Χρυσοστόμου ἐν τῇ πόλει μετετέθη ὑπὸ Θεοδο‐ | |
σίου παρακλήσει Πρόκλου πατριάρχου. ἐπὶ αὐτοῦ ἐν τῇ | 109 | |
110 | λιτῇ τοῦ κάμπου ἤρθη παιδίον μετέωρον ἐπὶ ὥρας πολλάς, ὃ καὶ ἐπήκουσε θείας φωνῆς, μὴ προστιθέναι ἐν τῷ τρισαγίῳ “ὁ σταυρωθεὶς δι’ ἡμᾶς,” ὃ καὶ μέχρι τοῦ νῦν ᾄδεται. Θεοδόσιος ὁ βασιλεὺς εὐμετάγωγος ἦν σφόδρα, πειθόμε‐ | |
5 | νος τοῖς ὑποβάλλουσιν αὐτῷ οἰκείοις, ὥστε καὶ χάρτας ἀπα‐ ραγνώστως ὑπέγραφεν· ὅπερ γνοῦσα Πουλχερία ἡ αὐτοῦ ἀδελφὴ σοφῶς ὑπῆλθεν αὐτόν, δωρεὰν ὑποβάλλουσα Θεοδο‐ σίῳ ἐκχωροῦσαν πρὸς δουλείαν Εὐδοκίαν τὴν γαμετὴν αὐτοῦ, ἣν καὶ ὑπέγραψε, καὶ δεινῶς ὑπὸ τῆς Πουλχερίας ὠνειδίσθη. | |
10 | Πρόκλου τελευτήσαντος Φλαβιανὸς ἀνὴρ ἱερώτατος τῆς ἐκ‐ κλησίας προέστη. Ἐκ τῶν Γότθων ἔθνη γέγονε τέσσαρα, Γότθοι Ὑπόγοτθοι Γήπεδες καὶ Οὐάνδιλοι, ἐξ ὧν Ἄβαρις ἤρξατο διαπερᾶν ἐν τῇ Ῥωμαίων γῇ. Χρυσάμφιον εὐνοῦχον πολλὰ δυνάμενον | |
15 | παρὰ τῷ βασιλεῖ Θεοδοσίῳ ὡς καὶ Νεστορίῳ προσκείμενον, μετὰ θάνατον Θεοδοσίου Πουλχερία ἀνεῖλε. Κῦρος ἔπαρ‐ χος τῆς πόλεως, ἀνὴρ σοφώτατος καὶ ἱκανὸς ἔκτισε τὰ τεί‐ χη τῆς πόλεως, ὅπερ ἐξέπληξε τὸν δῆμον διὰ τὸ κάλλος καὶ τὸ τάχος τῆς τοῦ τείχους κτίσεως· καὶ ἐποίησεν ἐκ‐ | |
20 | βοῆσαι καθεζομένου τοῦ βασιλέως ἐν τῷ ἱππικῷ “Κωνσταν‐ τῖνος ἔκτισε, Κῦρος ἀνενέωσε.” φθονηθεὶς οὖν διαβάλλεται ὡς ἑλληνόφρων· δεσμευθεὶς οὖν καὶ ἀποκαρεὶς χειροτονεῖ‐ | |
ται ἐν Σμύρνῃ ἐπίσκοπος. ἐπὶ τούτου τὰ τέλη γέγονεν ἐν | 110 | |
111 | Κωνσταντινουπόλει σεισμὸς μέγας, ὥστε πολὺ μέρος τῆς πό‐ λεως καταπεσεῖν. | |
3t | Μαρκιανὸς ὁ γαμβρὸς Θεοδοσίου. | |
4 | Μαρκιανὸς ἐβασίλευσεν ἔτη ἓξ καὶ μῆνας πέντε, στεφθεὶς | |
5 | ὑπὸ Ἀνατολίου πατριάρχου. οὗτος ὁ Μαρκιανὸς ἦν πρεσβύ‐ της τὴν ἡλικίαν, αἰδέσιμος, ἱεροπρεπὴς τῇ καταστάσει, ἐρύ‐ θημα ἐπὶ τοῦ προσώπου φέρων κεκερασμένον χάριτι, μεγαλό‐ ψυχος, φιλαργυρίας ὑπέρτερος, σώφρων καὶ περὶ τὰ θεῖα εὐλα‐ βής, πρὸς τοὺς ἁμαρτάνοντας συμπαθής, ἄπειρος δὲ παιδείας | |
10 | τῆς ἔξωθεν. ἔγημε δὲ ὁ αὐτὸς θειότατος Μαρκιανὸς Πουλ‐ χερίαν τὴν ἀδελφὴν Θεοδοσίου τοῦ βασιλέως, οὖσαν πεντή‐ κοντα τεσσάρων ἐτῶν παρθένον καὶ μὴ διαφθαρεῖσαν. Ἐπὶ τούτου γέγονεν ἡ τετάρτη σύνοδος ἐν Καλχηδόνι ὑπὸ πατέρων χλʹ, κατὰ Εὐτυχοῦς καὶ Διοσκόρου καὶ Νεστορίου | |
15 | τῶν ματαίων, λεγόντων μὴ εἶναι τὴν σάρκωσιν τοῦ κυρίου ὁμοούσιον ἡμῖν, ἀλλ’ ἐκ δύο φύσεων τὴν ἕνωσιν λέγεσθαι, μίαν δὲ ἀποτελεσθῆναι μετὰ τὴν ἕνωσιν, καὶ ὡς ἐν φαντασίᾳ φορέσαι τὴν σάρκα τὸν κύριον καθομολογούντων, καὶ θεότητι πάθος ἀπονεμόντων. ἡγοῦντο δὲ Λεόντιος Ῥώμης, Ἀνατόλιος | |
20 | Κωνσταντινουπόλεως, Ἰουβενάλιος Ἱεροσολύμων. εἰσῆλθον δὲ καὶ τὰ λείψανα τοῦ ἁγίου προφήτου Ἡσαΐου ἐνεχθέντα ἀπὸ | |
Νεάδος, καὶ κατετέθησαν εἰς τὸν ἅγιον Λαυρέντιον. τῷ δὲ | 111 | |
112 | τρίτῳ ἔτει αὐτοῦ ἐκοιμήθη Πουλχερία, ἥτις κτίζει τὸν ναὸν τῆς ὑπεραγίας θεοτόκου τὸν ἐν τοῖς Χαλκοπρατείοις καὶ τὸν ἐν Βλαχέρναις, καὶ τοὺς αὐτῶν ὀρόφους χρυσῷ ἐποίκιλέ τε καὶ ἐκαλλώπισε. | |
5 | Τυφθεὶς δὲ τοὺς πόδας αὐτοῦ Μαρκιανὸς ἔτι ἐν στρα‐ τείᾳ ὢν καὶ νοσήσας ὑπελείφθη ἐν πόλει Σύδιμα· ἀναρρω‐ σθεὶς οὖν ᾠκειώθη δυσὶν εὐπόροις ἀδελφοῖς, ἅμα δὲ αὐτοῖς ἐπὶ θήραν ἐξιών, ὡς μεσημβρίας πάντες ἀναπαυσάμενοι ὕπνω‐ σαν. ἔξυπνοι δὲ γενόμενοι οἱ αὐτάδελφοι ὁρῶσιν ὑπνοῦντα | |
10 | ἐν ἡλίῳ Μαρκιανόν, ὑπὸ ἀετοῦ δὲ περισκεπόμενον· ἐκπλα‐ γέντες οὖν διυπνισθέντι λέγουσιν αὐτῷ “εἰ βασιλεύσεις, τί ἡμῖν χαρίσῃ;” ὁ δὲ διαπιστῶν ὅμως ἔφη “ἀντὶ πατρὸς ἔχειν ὑμᾶς.” δόντες οὖν αὐτῷ νομίσματα διακόσια ἀπέστειλαν ἐν τῇ πόλει, “μέμνησο ἡμῶν ὁπόταν εὐτυχῇς” φήσαντες. ὁ δὲ | |
15 | εἰσελθὼν προσεκολλήθη τῷ Ἄσπαρ καὶ Ἀρδαβουρίῳ. εἶθ’ οὕτω μετὰ Ἄσπαρος εἰς Ἀφρικὴν ἐλθὼν ἐζωγρήθη· ὑπνοῦν‐ τος δὲ ἐν τῇ αὐλῇ ἐξ οἴκου ἀετὸς αὖθις κατελθὼν ἐπέσκεπεν αὐτόν· ὁραθεὶς δὲ παρὰ Γιζερίχου, τοῦτον ἀνελεῖν ᾠήθη ὡς βασιλεύσειν μέλλοντα Ῥωμαίων. λογισάμενος δὲ ὡς τὴν | |
20 | τούτων βουλὴν κωλῦσαι ἀδύνατον, σπονδὰς εἰρήνης μετ’ αὐ‐ τοῦ ποιήσας ἐξαπέστειλε. Φλαβιανοῦ τελευτήσαντος ἐπὶ Μαρ‐ κιανοῦ Ἀνατόλιος προχειρίζεται. ἐτέθη δὲ τὸ σῶμα αὐτοῦ | |
ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων ἐν τῷ ἡρώῳ. | 112 | |
113(t1) | Λέων ὁ μέγας ὁ Μακέλλης. | |
2 | Λέων ὁ μέγας ὁ Μακέλλης ἐβασίλευσεν ἔτη ιηʹ, διὰ τὴν ἀρετὴν αὐτοῦ καὶ διὰ τὸ εἶναι ὀρθόδοξος προβληθεὶς παρὰ Ἄσπαρ καὶ Ἀρδαβουρίου· τούτους γὰρ βουληθέντας τῆς βα‐ | |
5 | σιλείας κρατῆσαι οὐκ εἴασεν ἡ σύγκλητος, Ἀρειανοὺς ὄντας· οὓς ὁ βασιλεὺς Λέων βλέπων μὴ ὀρθὴν πίστιν πρὸς αὐτὸν ἔχοντας, ἀλλὰ πάντα τὰ πράγματα ὑπὸ τὴν διοίκησιν αὐτῶν βουλομένους εἶναι, ἀνεῖλεν αὐτούς, γράψας καὶ πρὸς Ἀνθέ‐ μιον βασιλέα Ῥώμης ἐπιστολήν τινα περιέχουσαν καὶ τοῦτο | |
10 | ὅτι ἐγὼ ἐφόνευσα Ἄσπαρα καὶ Ἀρδαβούριον, ἵνα μηδείς μοι ἐναντιοῦται κελεύοντι. μάκελ δὲ λέγεται Ῥωμαϊστὶ ὁ φονεύς. Οὗτος δὲ ὁ Λέων ἦν κάτισχνος μὲν τὸ σῶμα, ὑπόσπα‐ νος δὲ τὴν γενειάδα, καὶ τὰς ὄψεις ἄγαν ἐκτετηκώς, φρονήσει δὲ κεκοσμημένος, εἰ καὶ παιδείας καὶ μαθημάτων ἐκτός. | |
15 | Ἄσπαρ δὲ ᾐτήσατο τὸν βασιλέα Λέοντα ἐγκαταστῆσαι τῇ πό‐ λει ἔπαρχον τῆς ἑαυτοῦ γνώμης ὁμόφρονά τε καὶ ὁμόδοξον· ὃ κατένευσε μὲν ὁ βασιλεὺς ποιῆσαι, μὴ βουλομένου δέ, ἐν‐ νύχιον δεδήλωκεν ἑνὶ τῶν συγκλητικῶν τοῦ παραγενέσθαι ἕω‐ θεν ἐν τῇ προελεύσει· τοῦ δὲ παραγενομένου, προσκαλεσά‐ | |
20 | μενος αὐτὸν ὁ βασιλεὺς τῆς πόλεως ἔπαρχον προεβάλετο. Ἄσπαρ δὲ παρ’ ἐλπίδας ἰδὼν καὶ ἐκπλαγεὶς ἐπὶ τούτῳ, εἰ‐ σελθὼν ἐκράτησε τοῦ ἱματίου τοῦ βασιλέως, καὶ φησὶ πρὸς | |
αὐτὸν “βασιλεῦ, τὸν ταύτην τὴν ἁλουργίδα περιβεβλημένον | 113 | |
114 | οὐ χρὴ διαψεύδεσθαι.” “ἀλλὰ μὴν καὶ τοῦτο” φησὶν ὁ βα‐ σιλεὺς “προσήκει τῷ βασιλεῖ, τὸ μὴ ὑπείκειν τινὶ καὶ ὑπο‐ κεῖσθαι, μάλισθ’ ὅταν τοῦ κοινοῦ σύμφορον ᾖ.” Ἐπὶ τούτου δὲ ἠνέχθη ἐσθὴς τῆς ὑπεραγίας θεοτόκου ἐξ | |
5 | Ἱεροσολύμων, εὑρεθεῖσα παρά τινι γυναικὶ εὐλαβεστάτῃ Ἑβ‐ ραΐδι καὶ παρθένῳ, καὶ τὰ λείψανα τῆς ἁγίας Ἀναστασίας, καὶ κατετέθη ἐν τῷ μαρτυρίῳ αὐτῆς. ἐπὶ αὐτοῦ δὲ γέγονε καὶ ὁ μέγας ἐμπρησμὸς ἀπὸ τοῦ νεωρίου ἀρξάμενος καὶ μέ‐ χρι τοῦ ἁγίου Θωμᾶ κατελθών, ἀφ’ οὗ καὶ κόνις ἐξ οὐρανοῦ | |
10 | κατηνέχθη, ὥστε κεῖσθαι εἰς τοὺς κεράμους ἕως σπιθαμῆς. ἐν δὲ ταῖς ἡμέραις αὐτοῦ ἦν καὶ ὁ ἅγιος Δανιὴλ ὁ στυλίτης ἐν τῷ Ἀνάπλῳ, εἰς ὃν καὶ πολλὴν πίστιν εἶχεν ὁ αὐτὸς βα‐ σιλεύς. νόσῳ δὲ τελευτᾷ. Ἐπὶ Λέοντος, Ἀνατολίου τελευτήσαντος, Γεννάδης προ‐ | |
15 | χειρίζεται πατριάρχης· προεβάλετο δὲ Μαρκιανὸν οἰκονό‐ μον τῆς τῶν καθαρῶν ὄντα θρησκείας, εἰς δὲ τὴν ἐκκλησίαν μετελθόντα. ὃς ἐν τῷ ἐμπρησμῷ εἰς τοὺς κεράμους ἀνελθὼν τῆς ἁγίας Ἀναστασίας, κατέχων τὸ εὐαγγέλιον, ἀβλαβῆ τὸν οἶκον διέσωσε, τοῦ πυρὸς καμαροειδῶς ὑπερβάντος ἄνωθεν | |
20 | αὐτῆς. Ἐπὶ Γενναδίου ἡ χεὶρ τοῦ ζωγράφου ἐξηράνθη τοῦ ἐν σχήματι Διὸς τὸν σωτῆρα ζωγραφήσαντος, ὃν δι’ εὐχῆς ἰά‐ σατο ὁ Γεννάδιος. φασὶ δὲ ἄλλο σχῆμα τοῦ σωτῆρος τὸ οὖ‐ | |
λον καὶ ὀλιγότριχον· ὑπάρχει δὲ τὸ ἀληθέστερον. ἐπὶ Λέον‐ | 114 | |
115 | τος Στούδιος δυνάστης ἔκτισε τὸν ναὸν τοῦ ἁγίου Ἰωάννου, καὶ μοναχοὺς ἐκ τῶν ἀκοιμήτων αὐτῷ ἐγκατέστησεν. ἐπὶ Λέοντος τὸ τοῦ προφήτου Ἐλισσαίου σῶμα μετετέθη ἐν Ἀλε‐ ξανδρείᾳ ἐν τῇ μονῇ Παύλου τοῦ λεπροῦ· λεπρὸν γὰρ ἰά‐ | |
5 | σατο, καὶ λεπρὸν ἐποίησε, καὶ εἰς τὰ τοῦ λεπροῦ ἐτέθη. ἐπὶ αὐτοῦ Ἰσοκάσιος κοιαίστωρ, ὡς Ἕλλην διαβληθείς, εἰσήχθη πρὸς τὸν ἔπαρχον τῆς πόλεως δεδεμένος ὀπισθάγκωνα. ἔφη οὖν αὐτῷ Πασέως ὁ ἔπαρχος “ὁρᾷς ἑαυτόν, Ἰσοκάσιε, ἐν ποίῳ σχήματι καθέστηκας;” ὁ δὲ εἶπεν “ὁρῶ καὶ οὐ ξενίζομαι· | |
10 | ἄνθρωπος γὰρ ὢν ἀνθρωπίναις περιέπεσα συμφοραῖς. ἀλλὰ δίκασον ἐπ’ ἐμοὶ ὡς ἐδίκαζες σὺν ἐμοί.” ταῦτα μαθὼν ὁ βασιλεύς, καὶ σπλαγχνισθεὶς ἐπὶ τούτῳ, ἐλεύθερον εἴασεν. Ἐπὶ Λέοντος μετὰ χίλια τριακόσια ἔτη τῆς τοῦ Ῥωμύ‐ λου βασιλείας, τοῦ τὴν Ῥώμην κτίσαντος, βασιλεύει Ῥωμύ‐ | |
15 | λος, καὶ κατέπαυσεν ἡ βασιλεία ἐπὶ Ῥωμύλου, ἀρξαμένη ἐπὶ Ῥωμύλου, Ὀδοάκρου Γότθου ῥηγὸς τὴν ἀρχὴν χειρωσαμένου. οὗτος δὲ ὁ Λέων Ζήνωνα στρατηλάτην προχειρισάμενος εἰσε‐ ποιήσατο γαμβρὸν εἰς Ἀριάδνην τὴν ἰδίαν θυγατέρα τὴν ἐκ Βερνίκης· νόσῳ δὲ ληφθεὶς ὁ αὐτὸς Λέων ἐτέθη δὲ τὸ σῶ‐ | |
20 | μα αὐτοῦ ἐν λάρνακι πρασίνῃ ἐν τῷ τοῦ ἁγίου Κωνσταντίνου | |
ἡρώῳ. ἡ γυνὴ δὲ τούτου Βερνίκη ἀδελφὴ Βασιλίσκου. | 115 | |
116(1t) | Λέων ὁ μικρός. | |
2 | Λέων ὁ μικρὸς ὁ ἔγγονος αὐτοῦ, ὁ ἀπὸ Ζήνωνος καὶ Ἀριάδνης, ἐβασίλευσεν ἔτος ἕν, καὶ στέψας τὸν ἴδιον πατέρα Ζήνωνα ἐτελεύτησε. | |
5t | Ζήνων. | |
6 | Ζήνων ἐβασίλευσεν ἔτη ἑπτὰ ἰνδικτιῶνος βʹ. ἐπὶ αὐτοῦ ἐκτίσθη τὸ Ἀμώριον. ἐστέφθη δὲ ὑπὸ Ἀκακίου πατριάρχου ἐν τῷ καθίσματι τοῦ ἱπποδρομίου, τὴν δὲ τῆς ἀρχιερωσύνης τιμὴν κατεῖχε Φραβίτας πρεσβύτερος τῆς ἁγίας Θέκλης, καὶ | |
10 | μετ’ ἐκεῖνον Ἀκάκιος. τελευτήσαντος δὲ αὐτοῦ ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων ἐν τῷ ἡρώῳ ἐν λάρνακι τεθέντος πρα‐ σίνῃ. ὁ δὲ Ζήνων διωχθεὶς μὲν τῆς βασιλείας ὑπὸ Βασιλί‐ σκου· τοῦ γὰρ Ζήνωνος ἐν τῇ Θρᾴκῃ διατρίβοντος, συνερ‐ γούσης Βερίνης τῷ αὐτῆς ἀδελφῷ Βασιλίσκῳ καὶ Ἀρμάτῳ | |
15 | ἀνεψιῷ, ἐστασίασαν κατὰ Ζήνωνος· οὓς φοβηθεὶς ὁ Ζήνων, ἐλθὼν ἐκ τῆς Θρᾴκης σὺν Ἀριάδνῃ καὶ χρημάτων ἱκανῶν, φεύγει ἐν Ἰσαυρίᾳ εἴς τι φρούριον ὀχυρόν. μετὰ δέ τινας χρόνους τοῦ βασιλίσκου κακῶς διοικοῦντος, καὶ διὰ τοῦτο ἄχθος τῆς συγκλήτου πρὸς αὐτὸν ἐχούσης, Ζήνων πάλιν σὺν | |
20 | τῇ Ἀριάδνῃ τὴν βασιλεύουσαν καταλαβὼν ἐδέχθη ὑπὸ τῆς συγκλήτου, ἀνελὼν Βασιλίσκον καὶ Ἀρμάτιον. ἐπὶ αὐτοῦ δὲ | |
γέγονε σεισμὸς ὁ φοβερὸς ἐν Κωνσταντινουπόλει, καὶ ἔπεσον | 116 | |
117 | ἐκκλησίαι πολλαὶ οἰκίαι τε καὶ ἔμβολοι ἕως ἐδάφους, ἔπαθέ τε καὶ Νικομήδεια μητρόπολις. Οὗτος δὲ ὁ Ζήνων ἦν τῆς κακίστης καὶ εἰδεχθοῦς γε‐ νεᾶς τῶν Ἰσαύρων· ἀπόγονοι γὰρ τοῦ προπάτορος αὐτῶν | |
5 | Ἠσαῦ ἐτύγχανον. δασὺς καὶ αὐτὸς ὁ Ζήνων καὶ εἰδεχθέστα‐ τος, ὥσπερ Ἕλληνες ζωγραφοῦσι τὸν Πᾶνα τραγοσκέλην τε καὶ δασύκνημον, τὴν χροιὰν μέλας, τὴν ἡλικίαν ἀσύμβλητος, ὀργίλος, μνησίκακος καὶ φθόνου μεστός. Μαριανὸς δέ τις προεῖπεν αὐτῷ ὅτι καὶ τὴν βασιλείαν καὶ τὴν γυναῖκά σου | |
10 | διαδέχεταί τις ἀπὸ σελεντιαρίων. Πελάγιον δέ τινα ἀπὸ σελεντιαρίων ὄντα πατρίκιον, ἄνδρα σοφώτατον, ἐκέλευσε φυ‐ λάττεσθαι ἐν εἱρκτῇ· ὃν οἱ φυλάττοντες ἐν νυκτὶ ἀπέπνιξαν κατὰ κέλευσιν Ζήνωνος. μετὰ δὲ χρόνον ὀλίγον δυσεντερίᾳ ληφθεὶς ὁ Ζήνων ἐτελεύτεσεν, τῶν ἀκεφάλων ὤν. | |
15 | Ζήνων ἡδοναῖς ἀτόποις καὶ πράξεσιν ἀτόποις ἐσχόλαζεν· ἐφ’ οὗ τὸ τοῦ ἀποστόλου Βαρνάβα λείψανον εὑρέθη ἐν Κύ‐ πρῳ ὑπὸ δένδρον κερατέαν, ἔχον ἐπὶ στήθους τὸ κατὰ Ματ‐ θαῖον εὐαγγέλιον ἰδιόγραφον τοῦ Βαρνάβα, ἐξ ἧς προφάσεως γέγονε μητρόπολις, καὶ μὴ τελεῖν ὑπὸ Ἀντιόχειαν ἀλλ’ ὑπὸ | |
20 | Κωνσταντινούπολιν. τὸ δὲ τοιοῦτον εὐαγγέλιον Ζήνων ἀπέ‐ θετο εἰς τὸ παλάτιον ἐν τῷ ἁγίῳ Στεφάνῳ. Ἐπὶ αὐτοῦ Περόζης ὁ Πέρσης ἡττηθεὶς ἐν πολέμῳ ὑπὸ | |
Οὔννων τὸν μάργαρον, ὃν ἐφόρει λευκότατον καὶ μέγαν εἰς | 117 | |
118 | ὑπερβολήν, ὡς Προκόπιος ὁ Καισαρεὺς γράψει, ἐξ ὠτὸς τοῦ δεξιοῦ ἀφελόμενος ἔρριψεν, ὅπως μή τις αὐτὸν τῶν Περσῶν βασιλεὺς ὀπίσω αὐτοῦ φορέσῃ. ἐπὶ δὲ τοῦ γεγονότος σει‐ σμοῦ ἔπεσε καὶ ἡ σφαῖρα τοῦ ἀνδριάντος τοῦ φόρου καὶ ἡ | |
5 | στήλη τοῦ μεγάλου Θεοδοσίου εἰς τὸν κίονα τοῦ Ταύρου. Ὁ αὐτὸς τὴν ἰδίαν πενθερὰν Βερίναν ἐξώρισεν εἰς τὸ Παπυρίου καστέλλον, βουλῇ Ἴλλου μαγίστρου· ἡ δὲ Ἀριάδνη μηνιῶσα διὰ τὴν μητέρα παρεγγύησεν Οὐρβικίῳ ἀνελεῖν τὸν Ἴλλον. καὶ ἀνερχόμενος ὁ Ἴλλος ἐν τῷ ἱππικῷ εἰς τὸν μέγαν | |
10 | κοχλίαν, μετὰ ξίφους λαβὼν ἀπετμήθη τὸ δεξιὸν ὦς. ἐκ τούτου ἀνταρσίαν κατὰ Ζήνωνος ἐμελέτησε, προβληθεὶς καὶ δομέστικος τῆς ἀνατολῆς. | |
13t | Ἀναστάσιος ὁ δίκορος. | |
14 | Ἀναστάσιος ὁ δίκορος ἀπὸ σελεντιαρίων, ὁμοίως ἀκέφα‐ | |
15 | λος ὤν, ἐβασίλευσεν ἔτη εἰκοσιεπτά. οὗτος καὶ τὸ σῶμα εὐ‐ μήκης τε, τὸν δὲ ὀφθαλμὸν χαροπός τε καὶ γλαυκὸς μετρίως, φαλακρὸς ἠρέμα καὶ πολιός. ἄγει δὲ αὐτὸν ἐπὶ μοναρχίαν Οὐρβίκιος ὁ τότε μεγίστην περὶ τὰ βασίλεια καὶ τοῖς εὐνού‐ χοις ἔχων δύναμιν. ἐφ’ οὗ Ἀναστασίου Βιταλιανὸς ὁ Θρᾷξ | |
20 | ἀντάρας, καὶ παραλαβὼν Θρᾷκας καὶ Σκύθας, ἦλθεν ἕως τοῦ Ἀνάπλου πραιδεύων· ἀλλὰ ναυμαχήσαντος αὐτῷ Μαριανοῦ | |
τοῦ ἐπάρχου σοφωτάτου μετὰ τοῦ Μηδικοῦ πυρὸς καὶ θείου | 118 | |
119 | ἀπύρου, οὗ κατεσκεύασε Πρόκλος ὁ φιλόσοφος, κατέφλεξε τὰς ναῦς τῶν βαρβάρων· ὁ δὲ Βιταλιανὸς ἔφυγε μετ’ ὀλί‐ γων διασωθείς. Τοῦ δὲ βασιλέως βουληθέντος προσθεῖναι εἰς τὸν τρισά‐ | |
5 | γιον τὸ “ἅγιος ὁ σταυρωθεὶς δι’ ἡμᾶς ἐλέησον ἡμᾶς,” οἷα πειθομένου Σεβήρῳ τῷ ἀκεφάλῳ, τοῦ λογοθέτου δὲ καὶ τοῦ ἐπάρχου ἀνελθόντων ἐν τῷ ἄμβωνι τῆς ἐκκλησίας τοῦτο ἐκ‐ φωνῆσαι, γέγονε δημοτικὴ στάσις, ἐπιβοωμένων ἄλλον βα‐ σιλέα τῇ πόλει. ἐμπρήσαντες πολλοὺς οἴκους καὶ ταραχὰς | |
10 | ποιήσαντες, καὶ τὸν βασιλέα ὑβρίσαντες, ἦλθον ἕως τῆς κινστέρνης τῆς οὔσης πλησίον τοῦ ἁγίου Μωκίου, ἣν ὁ αὐ‐ τὸς βασιλεὺς ἔκτισε· καὶ τὸν ἡγούμενον τῆς μονῆς τοῦ ἁγίου Φιλίππου, ὃς ὑπὸ τοῦ βασιλέως ἠγαπᾶτο, φονεύσαντες, καὶ τὴν κεφαλὴν αὐτοῦ ἐπὶ δόρατος ἀναρτήσαντες, ἔκραζον | |
15 | “οὗτός ἐστιν ὁ φίλος τοῦ ἐχθροῦ τῆς ἁγίας τριάδος.” ἀλλὰ καὶ γυναῖκα ἐγκλειστήν, εἰς ἣν ὁ βασιλεὺς εἶχε πίστιν, ἀνεῖ‐ λον, καὶ σύραντες ἀμφοτέρους ἔκαυσαν ἐν τῇ μονῇ τῶν Στου‐ δίου. ὁ δὲ βασιλεὺς φοβηθεὶς πρὸς μικρὸν ἐπαύσατο τῆς αἱρέσεως. | |
20 | Ἐπὶ τούτου Μούνδαρος ὁ τῶν Σαρακηνῶν φύλαρχος ἐβα‐ πτίσθη ὑπὸ ὀρθοδόξων. Σευῆρος δὲ ἐπισκόπους ἔπεμψε πρὸς αὐτὸν δύο, θέλων αὐτῷ μεταδοῦναι τῆς οἰκείας αἱρέσεως· | |
ὧν τοῦ δόγματος τὸ ἄτοπον αἰσθόμενος ἔφη μεθ’ ὑποκρίσεως | 119 | |
120 | πρὸς τοὺς ἐπισκόπους “ἐδεξάμην γράμματα σήμερον ὅτι Μι‐ χαὴλ ὁ ἀρχάγγελος ἀπέθανε·” τῶν δὲ εἰπόντων ἀδύνατον εἶναι τοῦτο, “καὶ πῶς” φησὶ “θεὸς γυμνὸς ἐσταυρώθη καθ’ ὑμᾶς, εἰ μὴ ἐκ δύο φύσεων ὁ Χριστός, εἰ μηδὲ ἄγγελος ἀπο‐ | |
5 | θνήσκει, ὡς φατέ.” ὅπερ ἀκούσαντες, καὶ σφόδρα ἐκπλαγέν‐ τες εἰς τὸ φυσικὸν φρόνημα τῆς προτάσεως αὐτοῦ, ἀνεχώρη‐ σαν μετ’ αἰσχύνης. Ἀναστάσιος εἶδε καθ’ ὕπνους φοβερόν τινα τῇ χειρὶ κα‐ τέχοντα κώδικα γεγραμμένον καὶ λέγοντα αὐτῷ “ἰδοὺ διὰ τὴν | |
10 | ἀπιστίαν σου ἀπαλείφω τῆς σῆς ζωῆς ἔτη ιδʹ.” καὶ βροντῶν καὶ ἀστραπῶν περὶ τὸ παλάτιον εἰλουμένων, τοῦ βασιλέως μονωτάτου καταλειφθέντος καὶ φεύγοντος ἀπὸ τόπου εἰς τό‐ πον, ἐν ἑνὶ τῶν κοιτωνίσκων τῷ λεγομένῳ ὠάτῳ κατέλαβεν αὐτὸν ἡ ὀργή, ὥστε αἰφνίδιον εὑρεθῆναι νεκρόν. ἐτέθη δὲ | |
15 | τὸ σῶμα αὐτοῦ ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων, ἐν λάρνακι λιθίνῃ Ἀκυντάνῃ, μετὰ Ἀριάδνης τῆς αὐτοῦ γυναικὸς προ‐ τελευτησάσης. οὗτος λέγεται καῦσαι καὶ τὰ βιβλία τοῦ χρυ‐ σοῦ καὶ ἀργύρου. τὸν δὲ τῆς ἀρχιερωσύνης θρόνον κατεῖχέ τις Τιμόθεος. φασὶ δὲ αὐτὸν μετὰ τὸ ταφῆναι μεθ’ ἡμέρας | |
20 | τινὰς βοᾶν “ἐλεήσατέ με καὶ ἀνοίξατε·” τῶν μνημοραλίων δὲ εἰπόντων “ἄλλος βασιλεύει,” ἔφη “οὐδέν μοι μέλει· εἰς μοναστήριον ἀπαγάγετέ με.” οἱ δὲ εἴασαν αὐτόν. λέγεται | |
δὲ μετ’ οὐ πολὺ τὸ μνῆμα ἀνοιγῆναι, καὶ εὑρεθῆναι αὐτὸν | 120 | |
121 | ὑπὸ πείνης φαγόντα τοὺς βραχίονας αὐτοῦ καὶ τὰ καλήγια ἃ ἐφόρει. διὰ τὸ εἶναι αἱρετικὸν Ἀναστάσιον Εὐθύμιος πα‐ τριάρχης προσέκειτο ταῖς ἀντάρασιν· ὅπερ γνοὺς Ἀναστά‐ σιος ὁ βασιλεὺς μετὰ τὸ χειρώσασθαι αὐτοὺς ἐδήλωσεν Εὐ‐ | |
5 | θυμίῳ ἁγίῳ “αἱ εὐχαί σου αἱ μεγάλαι τοὺς φίλους σου ἠσβό‐ λωσαν·” προεχειρίσατο δὲ ἀντ’ αὐτοῦ Μακεδόνιον· εἰς ὅν, διὰ τὸ μὴ ὑπείκειν τῇ αἱρέσει αὐτοῦ, πολλὰ δεινὰ ἐνεδείξα‐ το. φασὶ γὰρ τελευτήσαντος Μακεδονίου ἐν ἐξορίᾳ φοβερόν τι συμβῆναι· νεκρὸν γὰρ ὄντα καὶ ἐν κραββάτῳ τεθειμένον, | |
10 | βλεπόντων πάντων, σφραγίσασθαι ἑαυτὸν τῷ σταυρῷ. μέλλον‐ τος δὲ ἐν Νεοκαισαρείᾳ γίνεσθαι σεισμοῦ στρατιώτης ὁδεύων δύο τινὰς εἶδεν ἐπὶ τὴν πόλιν βαδίζοντας, καὶ ὄπιθεν ἄλλον βοῶντα “φυλάξατε τὸν οἶκον ἐν ᾧ ἡ θήκη Γρηγορίου ἐστί.” γενομένου δὲ τοῦ σεισμοῦ τὸ πλεῖστον μέρος τῆς πόλεως | |
15 | ἐπτοήθη, πλὴν τοῦ ἁγίου Γρηγορίου. Ἀναστάσιος πολλὰ τῶν χαλκουργημάτων ζῶδα χωνεύσας ἐξ αὐτῶν στήλην ἰδίαν ἔστησεν εἰς τὸν κίονα Ταύρου. ἡ γὰρ πρώην ἑστῶσα Θεοδοσίου ἦν τοῦ μεγάλου· ἥτις ἀπὸ σεισμοῦ πεσοῦσα συνετρίβη. ἐφ’ οὗ ἀνήρ τις ἐκ τῆς χείμης τεχνῶν | |
20 | εὐφυὴς ὢν ἐπεδείκνυεν ἀργυροπράταις τε καὶ ἑτέροις χεῖρας καὶ πόδας ἀνδριάντων καὶ ἕτερα εἴδη χρυσᾶ, λέγων θησαυ‐ | |
ροὺς εὑρηκέναι· καὶ διὰ τοῦτο πολλοὺς ἀπατῶν εἰς πενίαν | 121 | |
122 | ἤνεγκε. φήμης οὖν περὶ αὐτοῦ διαθεούσης κρατηθεὶς ἤχθη Ἀναστασίῳ. προσήνεγκε δὲ τῷ βασιλεῖ ἵππου ὁλόχρυσον χα‐ λινὸν διὰ μαργαριτῶν· ὃν λαβὼν ὁ βασιλεὺς ἔφη αὐτῷ “ὄντως σὺ ἐμὲ οὐ κομπάγεις.” ἐξώρισε δὲ αὐτὸν εἴς τι φρού‐ | |
5 | ριον, ἔνθα καὶ τελευτᾷ. ἐπὶ αὐτοῦ Δευτέριος ἐπίσκοπος Βυζαντίου Ἀρειανός, βάρβαρόν τινα βαπτίζων, ἐτόλμησε εἰ‐ πεῖν “βαπτίζεται ὁ δεῖνα εἰς ὄνομα πατρὸς δι’ υἱοῦ ἐν ἁγίῳ πνεύματι·” καὶ εὐθέως ἐξηράνθη ἡ κολυμβήθρα. ὁ δὲ βάρ‐ βαρος ἔμφοβος γενόμενος γυμνὸς ἔφυγεν ἐν τῇ ἀμφόδῳ, ὡς | |
10 | ἐξ αὐτοῦ πᾶσι γνωσθῆναι τὸ θαῦμα. δύο ἐπισκόπων ἀμφισβη‐ τούντων ἐπὶ Ἀναστασίου, ὀρθοδόξου καὶ Ἀρειανοῦ, καὶ τοῦ μὲν Ἀρειανοῦ διαλεκτικοῦ ὄντος τοῦ δὲ ὀρθοδόξου θεοσεβοῦς καὶ πιστοῦ, ὁ ὀρθόδοξος προύτεινεν ὥστε ἀφεμένους τῶν λό‐ γων εἰς πυρὰν εἰσελθεῖν καὶ οὕτως δειχθῆναι τὸν εὐσεβέστε‐ | |
15 | ρον· τοῦ δὲ Ἀρειανοῦ τοῦτο παραιτησαμένου αὐτὸς εἰσελ‐ θὼν ἀπὸ τῆς πυρᾶς διελέγετο καὶ ἀπαθὴς ἐφυλάττετο. | |
17t | Ἰουστῖνος ὁ Θρᾷξ ὁ μέγας. | |
18 | Ἰουστῖνος ὁ Θρᾷξ, ὁ μέγας ἐν πολέμοις καὶ ζηλωτὴς ὢν τῆς ὀρθοδόξου πίστεως, ἦν καὶ τῷ σώματι μεσῆλιξ, εὐρὺς | |
20 | τοὺς ὤμους καὶ τὰ στέρνα, πολιὸς μετὰ οὐλότητος καὶ δα‐ | |
σείας κόμης. ἐπήνθει δὲ τῷ προσώπῳ αὐτοῦ ἔρευθος, βλο‐ | 122 | |
123 | συρῷ ὄντι καὶ πλατεῖ. ὃς καὶ Βιταλιανὸν τὸν προρρηθέντα ᾠκειώσατο καὶ στρατηγὸν ἐτίμησε καὶ παρρησίαν ἔχειν πρὸς αὐτὸν ὑπὲρ τοὺς λοιποὺς ἐποίησεν. ἐδολοφονήθη δὲ ὁ Βιτα‐ λιανὸς παρὰ τῶν Βυζαντίων μηνιώντων αὐτὸν διὰ τὴν προ‐ | |
5 | ειρημένην ἐπανάστασιν. Ἀμάντιον δὲ τὸν πραιπόσιτον, ὃς τὸν ναὸν τοῦ ἁγίου ἀποστόλου Θωμᾶ θαυμαστῶς ᾠκοδόμησε, λέγεται χρήματα δεδωκέναι Ἰουστίνῳ ὄντι κόμητι τῶν ἐξκου‐ βιτόρων ἐπὶ Ἀναστασίου, ὅπως Θεόκτιτον τὸν ἀνεψιὸν αὐτοῦ ἀναγορεύσῃ εἰς βασιλέα· τοῦτον ἀνεῖλεν Ἰουστῖνος, καὶ τοὺς | |
10 | τὴν ἀνταρσίαν σὺν αὐτῷ μελετήσαντας, τὴν βασιλείαν αὐτὸς κατασχών. Ἐπὶ αὐτοῦ τὰ κατὰ τὸν ἅγιον Ἀρέθαν καὶ τοὺς ἐν Νε‐ γρᾷ τῇ πόλει ἐπράχθη, καὶ τὰ κατὰ τὼν Ὁμηριτῶν δι’ Ἐλε‐ σβαὰν τοῦ βασιλέως Αἰθιόπων. ἐτυπώθη δὲ ἐπὶ αὐτοῦ τοῦ | |
15 | ἑορτάζειν ἡμᾶς καὶ τὴν ἑορτὴν τῆς ὑπαπαντῆς, μέχρι τότε μὴ ἑορταζομένης. ἐφ’ οὗ ἀστὴρ ἐφάνη ἐν τῷ οὐρανῷ ἐπάνω τῆς χαλκῆς πύλης ἐν τῷ παλατίῳ φαίνων ἐπὶ ἡμέρας καὶ νύκτας εἰκοσιεννέα· καὶ γέγονε σεισμὸς φοβερώτατος· καὶ ἡ μὲν Κωνσταντινούπολις ἐν διαφόροις τόποις ἀπέλαβεν, ἡ | |
20 | δὲ μεγάλης Ἀντιοχείας πάθος ἔπαθεν ἀνεκδιήγητον, ὡς κα‐ ταπτωθῆναι πᾶσαν σχεδὸν τὴν πόλιν καὶ τάφον γενέσθαι τῶν οἰκητόρων· τοσαύτη γὰρ ἡ ὀργὴ τοῦ θεοῦ ἐπῆλθεν ὡς καὶ τοὺς ὑπολειφθέντας πῦρ ἐξελθεῖν ἀπὸ τῆς γῆς καὶ οἰκτρῶς | |
καταφλέξαι. ἀλλὰ καὶ ἡ Πομπηϊούπολις τῆς Μυσίας διαρ‐ | 123 | |
124 | ραγεῖσα μέσον κατεπόθη μετὰ τῶν οἰκητόρων· καὶ ἔκραζον ὑπὸ τὴν γῆν ὄντες οἱ ἄνθρωποι τὸ “ἐλεήσατε.” καὶ γυνὴ δέ τις ἐπὶ αὐτοῦ ἀνεφάνη ἐκ Κιλικίας οὖσα γιγαντογενής, ὑπερ‐ έχουσα τῇ ἡλικίᾳ πάντα ἄνθρωπον πῆχυν ἕνα, καὶ πλατεῖα | |
5 | σφόδρα. ὡς ἐπὶ θαύματος δὲ οἱ ἀδόμενοι ὁρῶντες αὐτὴν ἐν τοῖς ἐργαστηρίοις καὶ οἴκοις ἐδίδον αὐτῇ ἀνὰ ὀβολοῦ. Ὁ δὲ αὐτὸς βασιλεὺς πολλὰ ἐφιλοφρονήσατο τῇ τε πόλει Ἀντιοχείᾳ πρὸς ἀνοικοδομήν, καὶ τοὺς ἐν αὐτῇ ζῶντας ὑπο‐ λειφθέντας· τοσοῦτον δὲ ἐπ’ αὐτῇ ἤλγησεν ὡς καὶ τὸ διά‐ | |
10 | δημα ἀποθεῖναι καὶ τὴν πορφύραν, καὶ σάκκον καὶ σποδὸν περιβαλέσθαι, καὶ πενθεῖν ἐπὶ πολλὰς ἡμέρας. ἐτελεύτησε δὲ καταλιπὼν βασιλέα Ἰουστινιανὸν τὸν ἴδιον ἀνεψιόν· ἐτέθη δὲ τὸ σῶμα αὐτοῦ ἐν τῇ μονῇ τῆς Αὐγούστης, ἐν λάρνακι πρασίνῳ, μετὰ δὲ τῆς γυναικὸς αὐτοῦ Εὐφημίας· ἐν ᾧ καὶ | |
15 | αἱ στολαὶ εὑρέθησαν. τὸν δὲ τῆς ἀρχιερωσύνης θρόνον δι‐ εῖπεν Ἰωάννης ὁ λεγόμενος Καππαδόκης. Ἰουστῖνος ἀνεκαλέσατο πάντας ἱερεῖς καὶ ἄνδρας εὐσε‐ βεῖς ὀρθοδόξους, οὓς Ἀναστάσιος ἀδίκως ἐξώρισεν. ἐπὶ αὐ‐ τοῦ Ἔδεσα πόλις, τοῦ Σκιρτοῦ ποταμοῦ μέσον αὐτῆς διερ‐ | |
20 | χομένου καὶ πλοῦτον καὶ τέρψιν αὐτῇ παρεχομένου, πλημ‐ μυρήσαντος αὐτὴ σὺν τοῖς συνοίκοις ἐποντίσθη. μετὰ δὲ τὸ παύσασθαι τὰ ὕδατα πλὰξ λιθίνη ἀνέθη ἐν τῇ τοῦ ποταμοῦ ὄχθῃ, ἱερογλυφικοῖς γράμμασιν ἐγκεκολαμμένη περιέχουσαν | |
οὕτως “Σκιρτὸς ποταμὸς σκιρτήσει κατὰ σκιρτήματα πολίταις.” | 124 | |
125 | Εὐλαλίου τινὸς ἀπὸ πλουσίων πένητος τελευτήσαντος, καὶ γράψαντος Ἰουστῖνον βασιλέα κληρονόμον ἐν διαθήκαις, καὶ παρακαλεσαμένου ὥστε τὰς τρεῖς αὐτοῦ θυγατέρας μικρὰς καταλειφθείσας ἀναθρέψαι καὶ ἐκπροικίσαι, καὶ πάντα αὐτοῦ | |
5 | τὰ χρέα δοῦναι τοῖς δανεισταῖς, καὶ τὰ γραμματεῖα αὐτοῦ ἀναρρύσασθαι, πάντα βασιλικῶς Ἰουστῖνος ἐπλήρωσε, κατα‐ πλήξας ἐν τούτῳ πάντα ἀκούσαντα ἄνθρωπον. | |
9t | Ἰουστινιανὸς ὁ μέγας. | |
10 | Ἰουστινιανὸς ἐβασίλευσεν ἔτη λθʹ, ἐτῶν ὢν μέ. οὗτος τὴν μὲν τοῦ σώματος ἀναδρομὴν βραχὺ μείζων τοῦ μέσου, ἐρυθρὸς τὴν χροιάν, χαροπὸν καὶ εὐπερίστροφον βλέπων, καὶ τὴν κεφαλὴν πρὸς κόμης κάλλος μικρὸν ἐψιλωμένην ἔχων, ὑπατεύσας ἐν μέσῃ τῇ πόλει καὶ δοὺς χρήματα πάμπολλα. | |
15 | οὗτος οὖν ἐποίησε καὶ τὰς νεαρὰς διατάξεις, ἐκφωνήσας καὶ τύπον περί τε ἐπισκόπων καὶ ξενοδόχων καὶ οἰκονόμων καὶ ὀρφανοτρόφων, ὥστε μὴ κληρονομεῖσθαι πλὴν ὧν πρὸ τοῦ γενέσθαι ἐκέκτηντο. οὗτος διωγμὸν κατὰ Ἑλλήνων καὶ πά‐ σης αἱρέσεως ἐκίνησεν· εὑρὼν δὲ πολλοὺς τῶν Ἑλλήνων ἐν | |
20 | τέλει τούτῳ νοσοῦντας, δεσμεύσας καὶ τιμωρησάμενος φόβον πολὺν εἰργάσατο, θεσπίσας μόνους ὀρθοδόξους πολιτεύεσθαι. | |
Ἐπλήρωσε δὲ καὶ τὸ δημόσιον λουτρὸν τὸ εἰς τὸν Διηγη‐ | 125 | |
126 | στέα, ὃ ἤρξατο κτίζειν Ἀναστάσιος ὁ βασιλεύς. ἡ δὲ Ἀν‐ τιόχεια σειομένη οὐκ ἐπαύετο, μέχρι οὗ ἐφάνη θεοσεβεῖ ἀν‐ θρώπῳ ἐπιγράψαι εἰς τὰ ὑπέρθυρα τῶν φλιῶν “Χριστὸς μεθ’ ἡμῶν· στῆτε.” καὶ τούτου γενομένου ἔστη ἡ ὀργὴ τοῦ θεοῦ, | |
5 | καὶ ἔκτοτε ἡ πόλις ὠνομάσθη Θεούπολις. Ἐπὶ αὐτοῦ γέγονε δημοτικὴ ἀνταρσία, καὶ τήν τε ἁγίαν Σοφίαν καὶ τὸν τοῦ ὁσίου Σαμψὼ οἶκον μετὰ τῶν ἀρρώστων καὶ τὴν εἴσοδον τοῦ παλατίου τὴν χαλκόστεγον, τὴν ἔκτοτε καὶ νῦν χαλκῆν προσαγορευομένην διὰ τὸ ἐκ χαλκῶν κεράμων | |
10 | κεχρυσωμένων ἐστεγάσθαι αὐτήν, καὶ τοὺς δύο ἐμβόλους μέ‐ χρι τοῦ φόρου κατέκαυσαν, καὶ Ἰουστινιανὸν βασιλέα ἀνα‐ θεματίζοντες ἐφύβριζον, Ὑπάτιον δὲ πατρίκιον εὐφήμησαν ἐν τῷ καθίσματι στέψαντες· ἥτις ἀνταρσία ἐπαύθη διὰ Βελι‐ σαρίου καὶ Μούνδου καὶ Ναρσῆ, ἀνελόντων τριάκοντα πέντε | |
15 | χιλιάδας καὶ αὐτὸν Ὑπάτιον ἐν τῷ ἱπποδρόμῳ. ἀνεκαίνισε δὲ ἐκ θεμελίων ὁ Ἰουστινιανὸς τὴν τοῦ θεοῦ μεγάλην ἐκ‐ κλησίαν. Ἰστέον δὲ ὅτι τῷ ἑξακισχιλιοστῷ μʹ ἔτει ἀπὸ κτίσεως κοσμοῦ, ἰνδικτιῶνος ιεʹ, ὥρᾳ πρώτῃ τῆς ἡμέρας, τοῦ Φεβρυα‐ | |
20 | ρίου μηνὸς εἰκοστῇ γʹ, τὸν τῆς μεγίστης ἐκκλησίας ἀνοικισμὸν ἤρξατο ποιεῖν ὁ Ἰουστινιανὸς εἰς κάλλος καὶ μέγεθος ὑπὲρ τὸ πρότερον, παραδοὺς καὶ τροπάρια αὐτῇ ὑπ’ αὐτοῦ μελισθέντα | |
ψάλλεσθαι “ὁ μονογενὴς υἱὸς καὶ λόγος τοῦ θεοῦ.” ἀλλὰ | 126 | |
127 | καὶ ἡ ὑπαπαντὴ ἔλαβε δῶρον ἑορτάζεσθαι, μὴ συναριθμου‐ μένη πρότερον ταῖς δεσποτικαῖς ἑορταῖς. Τῷ δὲ ιδʹ ἔτει αὐτοῦ γέγονε καὶ ἡ πέμπτη σύνοδος ἡ κατὰ Σευήρου. τῷ δὲ δεκάτῳ αὐτοῦ ἔτει γέγονε τὰ πρῶτα | |
5 | ἐγκαίνια τῆς μεγάλης ἐκκλησίας. γενομένης δὲ τῆς πέμπτης συνόδου κατὰ Σευήρου τοῦ ἀκεφάλου καὶ δυσσεβοῦς καὶ κα‐ τὰ Ὠριγένους ἐν Κωνσταντινουπόλει, Ἀπολλινάριος Ἀλεξαν‐ δρείας, Δόμνος Ἀντιοχείας, ἐπὶ Βιγελίου πάπα Ῥώμης, κατὰ Ὠριγένους καὶ τῶν αὐτοῦ δογμάτων, ἐν οἷς ἐληρώδουν τὰς | |
10 | ψυχὰς προϋπαρχούσας τῶν σωμάτων, τήν τε μετεμψύχωσιν δοξάζοντες τέλος τε τῆς κολάσεως, καὶ τὰ σώματα ἡμῶν μὴ ἀνίστασθαι ἐν τῇ ἀναστάσει τὰ αὐτά, καὶ τὴν τῶν δαιμόνων εἰς τὸ ἀρχαῖον ἀποκατάστασιν, καὶ τὸν παράδεισον ἀλληγο‐ ρεῖσθαι, μὴ γεγενῆσθαι μήτε εἶναι ὑπὸ θεοῦ αἰσθητὸν παρα‐ | |
15 | δείσον, μηδὲ ἐν σαρκὶ πλασθῆναι τὸν Ἀδάμ. Τελευτησάσης δὲ Θεοδώρας τῆς αὐτοῦ γυναικὸς γέγονε τὰ ἐγκαίνια τῶν ἁγίων ἀποστόλων. ἐφ’ οὗ καὶ θανατικὸν γέ‐ γονεν ἐν Κωνσταντινουπόλει, ὥστε μένειν ἀτάφους τοὺς ἀπο‐ θνήσκοντας διὰ τὸ μὴ ἐξαρκεῖν τοὺς κραββάτους τῶν ἐκκλη‐ | |
20 | σιῶν καὶ τῶν ἐναγῶν οἴκων ἐκφέρειν αὐτούς· τοῦ δὲ βασιλέως κραββάτους ποιήσαντος χιλίους, ἐπεὶ μὴ ἐξήρκουν μηδὲ οὗτοι, ἁμάξας προσέταξε πλείστας εὐτρεπισθῆναι καὶ ἄλογα καὶ τοὺς | |
τεθνεῶτας ἐν αὐτοῖς ἐκφέρειν. ἐκράτησε δὲ ἡ θνῆσις αὕτη | 127 | |
128 | μῆνας δύο, Ἰούλιον καὶ Αὔγουστον. γεγόνασι δὲ βρονταὶ καὶ ἀστραπαὶ μεγάλαι καὶ φοβεραὶ σφόδρα, ὥστε πολλοὺς ὑπ’ αὐτῶν κατακαῆναι. ἀλλὰ καὶ σεισμὸς μέγιστος καὶ παγκό‐ σμιος· καὶ ἔπεσον οἶκοι καὶ ἐκκλησίαι πολλαὶ ἐν Κωνσταν‐ | |
5 | τινουπόλει, ὥστε πολλοὺς τελευτῆσαι· ἀλλὰ καὶ τὸ τεῖχος τῆς χρυσῆς πόρτης καὶ ἡ λόγχη ἣν κρατεῖ ὁ ἀνδριὰς τοῦ φό‐ ρου. καὶ ἐπεκρότει ἡ γῆ σειομένη ἐπὶ πολύ. ἐκ δὲ τῆς λύ‐ πης ὁ βασιλεὺς εἰς τὰ γενέθλια τοῦ Χριστοῦ καὶ εἰς τὰ ἅγια θεοφάνια ἄνευ στέμματος προῆλθε, καὶ τὰ ἐξ ἔθους ἀριστό‐ | |
10 | δειπνα τοῦ δωδεκαημέρου οὐκ ἐτέλεσεν, ἀλλὰ πάντα τοῖς πτω‐ χοῖς διένειμε. τὴν δὲ θάλασσαν ἀναρριχάναι φασὶν ἐκ τοῦ σεισμοῦ μίλια δύο, καὶ ἀπολέσθαι πλοῖα πολλὰ ἐν τῇ τοῦ ὕδατος ἀναχαιτίσει. ἔπεσε δὲ ὁ τροῦλλος τῆς μεγάλης ἐκ‐ κλησίας, ὃν καὶ ἀνέκτισεν ὑψηλότερον καὶ κρείττονα, ποιήσας | |
15 | καὶ τὰ δεύτερα ἐγκαίνει τῆς αὐτῆς ἐκκλησίας φαιδρότερον καὶ λαμπρότερον. Οὗτος μαθὼν περὶ ἀρρενοφθόρων, ἐρευνήσας καὶ τού‐ τους εὑρών, τοὺς μὲν ἐκαυλοτόμωσε, τοῖς δὲ καλάμους ὀξεῖς ἐμβάλλεσθαι εἰς τοὺς πόρους τῶν αἰδοίων ἐκέλευσε, καὶ γυμ‐ | |
20 | νοὺς κατὰ τὴν ἀγορὰν θριαμβευθῆναι· ὑπῆρχον δὲ τῶν μὲν πολιτικῶν καὶ συγκλητικῶν πολλοί, τῶν δὲ ἀρχιερέων οὐκ ὀλίγοι, οἳ δεσμευθέντες οὕτως περιαγόμενοι κατὰ τὴν ἀγορὰν | |
γυμνοὶ δεινῶς ἐτελεύτησαν. καὶ γενομένου φόβου μεγάλου οἱ | 128 | |
129 | λοιποὶ ἐσωφρονίσθησαν· “ὀλολύζεται γάρ” φησι “πίτυς, ὅτι πέπτωκε κέδρος.” Ἔστησε δὲ καὶ τὸν κίονα τὸν ἐπιλεγόμενον Αὐγουστέα, ἐπιθεὶς ἐπάνωθεν ἔφιππον τὴν αὐτοῦ στήλην, κρατοῦσαν τῇ | |
5 | μὲν ἀριστερᾷ χειρὶ μῆλον σφαιροειδὲς ὡς τῆς γῆς ἁπάσης αὐτοῦ κυριεύσαντος, τὴν δὲ δεξιὰν ἀνατεταμένην ἔχουσαν, καὶ οἱονεὶ πρὸς Πέρσας ἐμφαίνουσαν καὶ διακελευομένην “στῆτε, καὶ τῆς Ῥωμαίων γῆς μὴ ἐπιβῆτε.” Ἀπέστειλε δὲ καὶ Βελισάριον στρατηγὸν μετὰ πλήθους | |
10 | ἀναριθμήτου καὶ πλοίων καὶ χρυσοῦ πολλοῦ καταπολεμῆσαι Οὐανδήλους καὶ Ἀφρικὴν ἐκπορθῆσαι· ὃς ἀγχινοίᾳ καὶ φρο‐ νήσει πάντα ληϊσάμενος καὶ Γελήμερον ἐγκρατῆ ποιησάμενος ἀνήγαγεν ἐν τῇ πόλει μετὰ πλούτου πολλοῦ καὶ ἐθριάμβευ‐ σεν ἐν τῷ ἱππικῷ, ὑπατείαν ποιήσας ἐν τῇ πόλει· τὸν δὲ | |
15 | Ἰουστινιανὸν ἀμειβόμενον αὐτὸν τῆς τοιαύτης μεγίστης καὶ παραδόξου πράξεως, ἐν μὲν τῷ ἑνὶ μέρει τοῦ νομίσματος ἑαυ‐ τὸν ἐγχαράξας, ἐν δὲ τῷ ἑτέρῳ Βελισάριον ἔνοπλον, καὶ ἐπι‐ γράψας “Βελισάριος ἡ δόξα τῶν Ῥωμαίων.” ἀλλ’ οἷα ὁ φθό‐ νος ἐν μεγάλῃ εὐδαιμονίᾳ οἶδε ποιεῖν, ὤδινε καὶ εἰς Βελισά‐ | |
20 | ριον· διαβληθεὶς γὰρ μετέστη τῆς ἀρχῆς καὶ τῆς δόξης, καὶ Σολομὼν ἀντ’ αὐτοῦ στρατηγὸς ἐπέμφθη, ὃς τὰ κτηθέντα Βελισαρίῳ φυλάξασθαι μὴ δυνηθεὶς τοῖς Οὐανδήλοις πάντα | |
παρεχώρησεν. | 129 | |
130 | Ἦν δέ τις χαλκεὺς Ἀνδρέας τοὔνομα, ἔχων μεθ’ αὐτοῦ κύνα ξανθὸν καὶ τυφλόν, ὃς ἐποίει τέρατα· παρεστῶτος γὰρ αὐτῷ ὄχλου, λάθρα τοῦ κυνὸς ἐκομίζετο τὰ τῶν ἐνεστώτων δακτυλίδια χρυσᾶ τε καὶ ἀργυρᾶ καὶ σιδηρᾶ, καὶ ἐτίθει εἰς | |
5 | τὸ ἔδαφος περισκέπων αὐτὰ χώματι, καὶ ἐπέτρεπε τῷ κυνί, καὶ ἐλάμβανε καὶ ἐδίδου ἑκάστῳ τὸ ἴδιον. ὁμοίως καὶ δια‐ φόρων βασιλέων νομίσματα μιγνύμενα ἀπεδίδου κατ’ ὄνομα. ἀλλὰ καὶ τῶν παρεστώτων ἀνδρῶν τε καὶ γυναικῶν ἐπεδεί‐ κνυε τὰς ἐν γαστρὶ ἐχούσας καὶ πόρνους καὶ μοιχοὺς καὶ | |
10 | ἀνελεήμονας καὶ κνιποὺς ἀπλανῶς καὶ μετὰ ἀληθείας ἐδεί‐ κνυε· ὅθεν ἔλεγον τὸν κύνα πνεῦμα Πύθωνος ἔχειν. Ὁ δὲ αὐτὸς βασιλεὺς κτίζει καὶ τὸν ἐν τῇ πηγῇ ναὸν τῆς ὑπεραγίας θεοτόκου, καὶ πάμπολλα κτίσματα ἐποίησεν ἐκκλησιῶν τε καὶ πόλεως, καὶ τὴν πενταγέφυραν τοῦ Σαγγα‐ | |
15 | ρίου ἅπερ Προκόπιος ὁ ἱστορικὸς ἐν ὀκτὼ λόγοις ἀνεγράψα‐ το. εἰς δὲ τὰ τέλη αὐτοῦ τὸ περὶ φθαρτοῦ καὶ ἀφθάρτου κινήσας δόγμα ἀλλότριος τῆς εὐσεβείας θεοῦ ἐτελεύτησε, προ‐ βαλόμενος Ἰουστῖνον ἀνεψιὸν αὐτοῦ εἰς βασιλέα, κουροπαλά‐ την τότε ὄντα. κατετέθη δὲ τὸ σῶμα αὐτοῦ ἐν τῷ ναῷ τῶν | |
20 | ἁγίων ἀποστόλων πρὸς βορρὰν ἐν λάρνακι βοθυνῇ· ἡ δὲ γυνὴ αὐτοῦ Θεοδώρα προετελεύτησεν. τὴν δὲ τῆς ἀρχιερω‐ | |
σύνης τιμὴν ἐπὶ αὐτοῦ εἴληφε πρῶτον μὲν Ἰωάννης, ἔπειτα | 130 | |
131 | Ἐπιφάνιος, τρίτον Μηνᾶς, τέταρτον Εὐτύχιος, καὶ μετὰ τοῦ‐ τον πάλιν Ἰωάννης. Γελίμερ Βελισάριον ἐκφεύγων εἰς ὄρος ὀχυρὸν κατέφυ‐ γεν ἔθνους τῶν Μαρουσίων· παρ’ αὐτοῖς δὲ οὔτε ἄρτος οὔτε | |
5 | οἶνος οὔτε ἔλαιον γεωργεῖται, ἀλλὰ κριθὰς καὶ ὀλύρας, ὡς ἄλογα ζῶα, ἑφθὰ σιτίζονται. γράφει οὖν πρὸς Φαρὰν Γε‐ λίμερ, ὃν Βελισάριος κατέλιπε φυλάσσειν αὐτόν, πεμφθῆναι αὐτῷ ἄρτον καὶ σπόγγον καὶ κιθάραν. ὁ δὲ Φαρὰς διηπόρει περὶ τούτων, ἕως ὁ τὴν ἐπιστολὴν κομίσας ἔφη ὅτι ἄρτον μὲν | |
10 | αἰτεῖ, διότι τοῦτον ἐπιθυμεῖ γεύσασθαι καὶ ἰδεῖν, σπόγγον δὲ διὰ τὰ δάκρυα καὶ τὴν ἀλουσίαν, ὥστε παραμυθήσασθαι τοὺς ὀφθαλμούς, κιθάραν δέ, ὅπως τὰς συμφορὰς αὐτοῦ ἐκτραγῳ‐ δοίη. ταῦτα Φαρὰς ἀκούσας, περιαλγήσας τε καὶ τὴν ἀν‐ θρωπείαν τύχην ἐκμυκτηρίσας, πάντα ἐξέπεμψεν ὅσων ἔχρῃζε. | |
15 | Χοσρόου δὲ τοῦ Πέρσου τὴν ἅπασαν ἀνατολὴν ληϊζομέ‐ νου, Ἰουστινιανὸς Βελισάριον ἐκ τῆς δύσεως ἀγαγών, στρα‐ τηγὸν ἀνατολῆς ποιήσας κατὰ Περσῶν ἔστειλεν· ὁ δὲ καθο‐ πλισθείς, καὶ κατὰ Περσῶν στρατεύσας, τοσοῦτον τοὺς πρέ‐ σβεις Χοσρόου τῇ καθοπλίσει καὶ στρατείᾳ ἐξέπληξεν, ὡς ἐπὶ | |
20 | θήραν δῆθεν ἐξιὼν ὀφθεὶς αὐτοῖς, ὥστε ἀφικόμενον πρὸς Χοσρόην ὑπόσπονδον αὐτὸν Ῥωμαίοις ποιῆσαι. τοσοῦτον δὲ Βελισάριος ἐθαυμάσθη παρὰ Περσαῖς καὶ Ῥωμαίοις εὐδοκί‐ | |
μησεν, ἢ ὅτε Γελίμερα δορυάλωτον καὶ Οὐιτίγην τοὺς δύο | 131 | |
132 | βασιλεῖς ἐν Βυζαντίῳ ἤγαγε. κατηγορηθεὶς οὖν μετὰ ταῦτα ὡς ἐπιβουλεύων Ἰουστινιανῷ βασιλεῖ ἐκ θλίψεως τελευτᾷ, δε‐ σμευθείσης ἁπάσης αὐτοῦ τῆς ὑποστάσεως. | |
4t | Ἰουστῖνος ὁ μικρὸς ἀνέψιος Ἰουστινιανοῦ. | |
5 | Ἰουστῖνος ὁ μικρὸς ἐβασίλευσεν ἔτη δεκατρία, μεγαλόδω‐ ρός τε ὢν καὶ φιλοκτίστης. ἔσχε δὲ γυναῖκα Σοφίας ὀνόματι. εὐσεβὴς δὲ ὢν καὶ ὀρθόδοξος ἐπεκόσμησε τὰς ἐκκλησίας τὰς κτισθείσας ὑπὸ Ἰουστινιανοῦ, τήν τε μεγάλην ἐκκλησίαν καὶ τοὺς ἁγίους ἀποστόλους, ἀπό τε κειμηλίων καὶ πάσης προσόδου. | |
10 | οὗτος ἦν τῇ ἰδέᾳ εὐῆλιξ, πλατὺς εὔογκος, ὑπόγλαυκος, ἐπίξαν‐ θος, σπανίζων τὴν γενειάδα, δειλός, ὀξύθυμος, ἀπονενοημένος, ἀσύμβουλος, καὶ καθάπερ εἶπον, φιλοκτίστης καὶ μεγαλόδωρος. ὁ αὐτὸς ἀνελθὼν ἐν τῷ ἱπποδρομίῳ, καὶ τῶν δήμων στασια‐ ζόντων, ἐδήλωσε τοῖς μὲν βενέτοις ὅτι Ἰουστινιανὸς ὁ βασι‐ | |
15 | λεὺς ἐτελεύτησε τοῖς δὲ πρασίνοις ὅτι ὑμῖν ὁ βασιλεὺς ζῇ· καὶ ἀκούσαντα τὰ μέρη ἡσύχασαν. Ὁ αὐτὸς κτίζει καὶ τὰ παλάτια Σοφιανῶν ἐξαίσια καὶ λαμπρὰ καὶ ὑπερθαύμαστα, ἐπ’ ὀνόματι τῆς γυναικὸς αὐτοῦ Σοφίας, καὶ τὴν νῆσον τὴν Πρίγκιπον, ὃ ἦν προάστειον αὐ‐ | |
20 | τοῦ, κατασκευάσας καὶ ἐκεῖ παλάτιον. ἔκτισε δὲ καὶ τὸν λε‐ γόμενον χρυσοτρίκλινον, τὸν ἐν τῷ παλατίῳ. ἐκ θεμελίων ὁ | |
αὐτὸς ἔκτισε καὶ τὸν ναὸν τῶν ἁγίων ἀποστόλων Πέτρου καὶ | 132 | |
133 | Παύλου ἐν τῷ ὀρφανοτροφείῳ. ἀλλὰ καὶ τὰς δύο ἁψῖδας τῶν Βλαχερνῶν ὁ αὐτὸς προσέθηκεν, ὡς εἶναι τὴν ἐκκλησίαν σταυρωτήν, καλλωπίσας τῇ τῶν κιόνων καὶ μαρμάρων ποικι‐ λίᾳ. Ναρσῆς δὲ ὁ κουβικουλάριος ἠγαπᾶτο παρὰ τοῦ βασι‐ | |
5 | λέως· διὸ καὶ ἐλοιδορεῖτο εἰς αὐτὸν ὑπὸ τῶν εἰωθότων ἴσως πάντα ὑπονοεῖν· ὃν καὶ ἀπέστειλεν εἰς Ἀλεξάνδρειαν κατὰ ἐχθρῶν πολεμίων, καὶ διεπράξατο πράξεις ἀρίστας. οὗτος ὁ Ναρσῆς ἔκτισε τὸν ναὸν τῆς ὑπεραγίας θεοτόκου, ἐν ᾧ καὶ λείψανα τῶν ἁγίων μαρτύρων Πρόβου Ταράχου καὶ Ἀνδρο‐ | |
10 | νίκου ἀπέθετο· ὅστις ναὸς τὰ Ναρσοῦ λέγεται. Οὗτος ὁ Ἰουστῖνος συνεχῶς ἐνοσηλεύετο· ὅθεν οἱ δυνά‐ σται τὰ τῶν πτωχῶν ἥρπαζον καὶ οὐδενὸς ἐφείδοντο. καί ποτε τοῦ βασιλέως ἐπὶ πρόκενσον ἐξελθόντος ἐπεβόων ὅτι πλεῖστοι παρὰ τῶν δυνατῶν βλαπτόμενοι· τοῦ δὲ βασιλέως | |
15 | ἀγανακτήσαντος εἷς τίς τῶν ἐν τέλει παρρησιασάμενός φησι τῷ βασιλεῖ “προχειρισάτω με, δέσποτα, ἡ βασιλεία σου ἐνώ‐ πιον ἁπάντων ἔπαρχον, καὶ βεβαιῶ σε μέχρι λʹ ἡμερῶν μὴ εὑρίσκεσθαι τὸν ἀδικοῦντα ἢ ἀδικούμενον.” καὶ εὐθέως προε‐ χειρίσθη ἔπαρχος ὡς καὶ τοῦ βασιλέως ἀποδεξαμένου τοῦ‐ | |
20 | τον. τῇ δὲ ἕωθεν ἐπὶ τὸ τοῦ ἐπάρχου καθίσαντος βῆμα, καὶ γυναικὸς χήρας αὐτῷ προσελθούσης, καὶ φησάσης ὡς μάγι‐ στρός τις καθήρπασεν αὐτῆς τὴν ἅπασαν οὐσίαν καὶ διὰ τοῦτο | |
εἰς ἀπόριαν κατέστη, ἔφη ὁ ἔπαρχος ἀπελθεῖν αὐτὴν μετὰ | 133 | |
134 | σφραγῖδος αὐτοῦ, καὶ εἰπεῖν τῷ μαγίστρῳ παραγενέσθαι πρὸς αὐτὸν δικαιολογηθησόμενον. ἀπελθοῦσα οὖν ἡ γυνὴ οὐκ ἠκούσθη, ἀλλὰ καὶ μᾶλλον ἐτύφθη. ὁ δὲ ἔπαρχος αὖθις ἕνα τῶν κουρσόρων ἀποστείλας ἐλθεῖν τὸν μάγιστρον ἠξίου· ἐκεῖ‐ | |
5 | νος δὲ παραλογισάμενος ἧκεν ἐν τῇ προελεύσει. τοῦ δὲ ἐπάρχου ἐν τῷ ἱππικῷ τοῦτον ἐκδεχομένου, κληθέντος αὐτοῦ εἰς ἑστίασιν παρὰ τοῦ βασιλέως, εἰσῆλθεν ὁ ἔπαρχος ἐν τῷ παλατίῳ, καὶ μηνυθεὶς ἐκελεύσθη εἰσελθεῖν τοῦ βασιλέως ἑστιωμένου. καὶ εἰσελθὼν ἔφη πρὸς τὸν βασιλέα “εἰ μὲν ἃ | |
10 | προσέταξάς μοι, ὦ βασιλεῦ, μὴ φείδεσθαι τῶν τοὺς πτωχοὺς ἀδικούντων, οἵτινες ἂν ὦσι, φυλάττεις, γνῶθί με τελειοῦντα τὴν ἐμὴν ὑπόσχεσιν· εἰ δὲ μεταμελόμενος φίλους μᾶλλον σεαυτῷ ποιεῖς καὶ συνεστιᾷς, γνῶθι κἀμὲ παραιτούμενον τὴν τοιαύτην δουλείαν.” ὁ δὲ βασιλεύς φησι πρὸς αὐτὸν “εἰ ἐγώ | |
15 | εἰμι ὁ ἀδικῶν, ἐξανάστησόν με ἀπὸ τοῦ θρόνου· εἰ δὲ ἕτερός τις τῶν ἐμοὶ συνεστιωμένων, μὴ φείδου.” ὁ δὲ αὐτίκα τὸν μά‐ γιστρον βιαίως ἁρπάσας καὶ τῇ χαλκῇ καταβάς, καὶ ἀκούσας τῆς γυναικὸς καὶ τοῦ μαγίστρου, καὶ γνοὺς ὡς οὐ μικρῶς αὕτη ὑπ’ αὐτοῦ ἠδικήθη, τύψας αὐτὸν καὶ τῆς κεφαλῆς αὐτοῦ τρί‐ | |
20 | χας κείρας καὶ γυμνῷ ὄνῳ ἐπικαθίσας διὰ μέσης τῆς πό‐ λεως αὐτὸν ἐθριάμβευσεν, τῇ δὲ γυναικὶ τὴν ἅπασαν αὐ‐ τοῦ περιουσίαν ἀπέδωκεν. ἐκ τούτου οὖν ἅπαντες ἐσωφρο‐ νίσθησαν. | |
Οὗτος δὲ ὁ Ἰουστῖνος Τιβέριον τὸν κόμητα τῶν ἐξκου‐ | 134 | |
135 | βιτόρων ἀπέστειλε κατὰ τῶν Οὔννων, ἐξελθόντων καὶ λεηλα‐ τούντων τὰ Θρᾳκῶα μέρη· εἶτα νόσῳ ληφθείς, καὶ Τιβέριον ἰδιοποιησάμενος διὰ τὰς ἀνδραγαθίας αὐτοῦ, Καίσαρα ἀνη‐ γόρευσε. κτίζει δὲ καὶ τὰ παλάτια τὰ ἐν τῷ Ἰουλιανοῦ λι‐ | |
5 | μένι, ἐπ’ ὀνόματι τῆς γυναικὸς αὐτοῦ Σοφίας, ἀποκαθάρας τὸν λιμένα καὶ μέσον τοῦ λιμένος ἱδρύσας στήλας δύο, αὐτοῦ τε καὶ τῆς γυναικός, μετονομάσας τὸν λιμένα Σοφίας. Νόσῳ δὲ βαρηθεὶς προσεκαλέσατο τόν τε ἀρχιερέα καὶ τὴν σύγκλητον πᾶσαν, καὶ ἀγαγὼν τὸν τὸν Τιβέριον παρουσίᾳ | |
10 | πάντων προεβάλετο αὐτὸν βασιλέα, εἰπὼν τάδε “ὁ θεὸς ἀγα‐ θόν σε ποιήσας αὐτός, οὐκ ἐγώ σοι τὸ σχῆμα τῆς βασιλείας δίδωσι. τίμησον αὐτόν, ἵνα τιμηθῇς ὑπ’ αὐτοῦ. μὴ ἐπιχαίρῃς αἵμασι· μὴ κοινωνῇς φόνοις· μὴ κακὸν ἀντὶ κακοῦ ἀποδι‐ δῷς. μὴ μηνιῇς τινὶ ὡς κἀγώ· κἀγὼ γὰρ μηνιεὶς ἔπταισα καὶ | |
15 | σφαλεὶς ἀπέλαβον κατὰ τὰς ἀνομίας μου· ἀλλὰ δικάσομαι ἐν τῷ θεῷ μετὰ τῶν ὑποβαλόντων μοι ταῦτα. μὴ ἐπαρθῇς ἐπὶ τιμῇ τῆς βασιλείας σου. οὕτως ἔχε τοὺς πάντας ὡς σε‐ αυτόν. γνῶθι τίς ἦς καὶ τίς εἶ νῦν. μὴ ὑπερήφανος ᾖς τοῖς ὁμοφύλοις, καὶ οὐχ ἁμάρτῃς. οἶδα τίς ἤμην καὶ τίς εἰμὶ νῦν | |
20 | τὸν θάνατον ἐν ὀφθαλμοῖς ὁρῶν. πάντες οὗτοι παριστάμενοι δοῦλοί εἰσι καὶ τέκνα σου. τῷ στρατῷ πρόσεχε· ἀνάνδρους καὶ ἀσυνέτους μὴ προχειρίζῃ· μή σε πεισάτωσαν ὅτι καὶ οἱ | |
πρὸ σοῦ οὕτως διεγένοντο. ταῦτα παρεγγυῶ σοι καὶ παραινῶ | 135 | |
136 | ἀφ’ ὧν ἔπαθον. περιουσίαν οἱ ἔχοντες ἀπολαυέτωσαν αὐτῶν χρησίμως. τοῖς μὴ ἔχουσιν, εἰ ἀγαθοί, δώρησαι. οἶδας ὅτι τῶν σπλάγχνων μού σε προετίμησα. τὴν μητέρα σου τήν ποτέ σου δέσποιναν γενομένην σέβου καὶ τίμα· δοῦλος γὰρ | |
5 | ἦσθα πρότερον, νῦν δὲ γενοῦ υἱὸς αὐτῆς.” ταῦτα εἰπόντος τοῦ βασιλέως, καὶ τοῦ Καίσαρος ἐν τοῖς ποσὶν αὐτοῦ πεσόν‐ τος, ἔφη ὁ βασιλεὺς “εἰ θέλεις, εἰμί, εἰ οὐ θέλεις, οὐκ ὦ. ὁ θεὸς ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν ποιήσας ἐμβάλοι εἰς τὴν σὴν καρδίαν ἄλλα ἃ ἐπελαθόμην εἰπεῖν σοι.” τελευτήσαντος δὲ | |
10 | αὐτοῦ ἐκράτησε Τιβέριος. Οὗτος οὖν ὁ Ἰουστῖνος τὸν ναὸν τοῦ ἀρχιστρατήγου, τὸν ἔκ τινος Ἀδᾶ ἐκεῖσε κατοικοῦντος προσαγορευόμενον, ἔκτισέ τε καὶ ἐκαλλώπισεν. ἐπὶ αὐτοῦ Ἰουστίνου Ναρσῆς κτίζει τὴν τῶν καθαρῶν ἐπιλεγομένην μονήν, ἐκκλησίαν περικαλλῆ κατα‐ | |
15 | σκευάσας. Ἰουστῖνος ἀνακαινίζει καὶ τὸν μέγαν ἀγωγὸν Οὐά‐ λεντος ὑπὸ σεισμοῦ καταπεθέντα. κτίζει δὲ καὶ ἕτερον ἀγω‐ γὸν τὸν λεγόμενον Ἀδράνην, δαψίλειαν ὕδατος τῇ πόλει χο‐ ρηγήσας. ἐπὶ αὐτοῦ χειροτονεῖται Ἰωάννης πατριάρχης ὁ νηστευτής. τελευτήσαντος τοῦ βασιλέως ἐτέθη τὸ σῶμα αὐ‐ | |
20 | τοῦ ἐν τῷ ἡρώῳ, ἐν λάρνακι λευκῇ Προικονησίῳ· ὡσαύτως καὶ ἡ γυνὴ αὐτοῦ Σοφία. τὴν δὲ τῆς ἀρχιερωσύνης ἀρχὴν | |
διεῖπε πάλιν Εὐτύχιος, ἀνακληθεὶς τῆς ἐξορίας. | 136 | |
137(1t) | Τιβέριος. | |
2 | Τιβέριος ἐβασίλευσεν ἔτη πέντε. οὗτος ἦν τὴν μὲν τοῦ σώματος ἀναδρομὴν τέλειος, εὔστηθος, εὐόμματός τε καὶ ὀλίγον ὑπόγλαυκος, ξανθὴν ἔχων τὴν τρίχα τῆς κεφαλῆς καὶ | |
5 | τὸ γένειον, λευκὸς τὴν χροιάν, καὶ τὸ πρόσωπον ἀνθηρός, ἀγαθός τε καὶ μεγαλόψυχος εἰς ὑπερβολήν. τούτου ἀνελθόν‐ τος ἐν τῷ ἱπποδρομίῳ ἔκραξαν τὰ μέρη “ἴδωμεν, ἴδωμεν τὴν Αὐγούσταν Ῥωμαίων.” ὁ δὲ ἐδήλωσεν “ἡ ἀντικρὺ τοῦ δη‐ μοσίου λοετροῦ, Διηγήσεως ἐκκλησία οὖσα ὁμώνυμός ἐστι τῇ | |
10 | Αὐγούστῃ.” εὐφήμησαν οὖν τὰ μέρη “Ἀναστασίας Αὐγού‐ στης πολλὰ τὰ ἔτη.” ἡ δὲ Σοφία τοῦ Ἰουστίνου γυνὴ ἐπλή‐ γη τὴν ψυχήν· οὐ γὰρ ᾔδει ἔχειν αὐτὸν γυναῖκα, καὶ διὰ τοῦτο προσεφιλιώθη αὐτῷ ἐπὶ Ἰουστίνου, καὶ ἔπεισεν αὐτὸν προβαλέσθαι εἰς βασιλέα τὸν Τιβέριον, βουλομένη γῆμαι αὐ‐ | |
15 | τὸν καὶ μεῖναι Αὐγούσταν. ταύτην δὲ κατήγαγε Τιβέριος εἰς παλάτιον τὸ ἐν τῷ Ἰουλιανοῦ λιμένι, κελεύσας κουβικουλα‐ ρίους καὶ ἑτέρους τινὰς εἶναι εἰς ὑπουργίαν αὐτῆς καὶ δια‐ τηρεῖν αὐτήν· ἐτίμα δὲ αὐτὴν ἶσα μητρί, ποιῶν πᾶσαν θε‐ ραπείαν αὐτῆς. | |
20 | Οὗτος ἔκτισέ τε καὶ κατεκόσμησε καὶ τὸ δημόσιον τῶν Βλαχερνῶν λοετρόν, καὶ πολλὰς ἐκκλησίας καὶ ξενῶνας ἀνε‐ νέωσεν. οὗτος καὶ τὸν λεγόμενον χρυσοτρίκλινον ἐν τῷ πα‐ | |
λατίῳ ἐπεκόσμησέ τε καὶ κατελάμπρυνε τὸν πρώην ὑπὸ Ἰου‐ | 137 | |
138 | στίνου ἐκ θεμελίων κτισθέντα. οὗτος Μαυρίκιον καὶ Ναρ‐ σῆν κατὰ Περσῶν ἀπέστειλε. Μαυρίκιον δὲ ὑποστραφέντα μετὰ νίκης μεγάλης ἐδέξατο ὁ βασιλεὺς μετὰ τιμῆς πολλῆς, καὶ γαμβρὸν αὐτὸν εἰσεποιήσατο ἐπὶ θυγατρὶ αὐτοῦ Κων‐ | |
5 | σταντίνᾳ· ὡσαύτως καὶ Γερμανὸν πατρίκιον τὸν ἐν Ἀφρικῇ στρατηγοῦντα ἐπὶ τῇ ἑτέρᾳ αὐτοῦ θυγατρί, ἀμφοτέρους ποιή‐ σας Καίσαρας. φαγὼν δὲ καὶ συκόμωρα πρώϊμα ἀξιοθέατα πεφαρμαγμένα, καὶ μέλλων τελευτᾶν, Μαυρίκιον βασιλέα ἀνηγόρευσεν. | |
10t | Μαυρίκιος ὁ γαμβρὸς Τιβερίου. | |
11 | Μαυρίκιος ἐβασίλευσεν ἔτη εἴκοσι. οὗτος ἔσχε γαμβρὸν ὀνόματι Φιλιππικόν, ὃς ἔκτισε μονὴν ἐν Χρυσοπόλει ἐπ’ ὀνό‐ ματι τῆς θεοτόκου, στρατηγὸς δὲ παρὰ Μαυρικίου προχειρι‐ ρισθεὶς καὶ ἀναλαβὼν τὰ στρατεύματα κατὰ Περσῶν ἐχώ‐ | |
15 | ρησε, πολλὰς ἀνδραγαθίας κατ’ αὐτῶν ἐνδεικνύμενος, ἅμα Ἡρακλείῳ στρατηγῷ. κτίζει δὲ Μαυρίκιος τὰ Καριανοῦ καὶ τὸν ἐν αὐτῷ ἔμβολον, ὑπογράψας ἐν αὐτῷ τὰς αὐτοῦ πρά‐ ξεις καὶ ἀριστείας· καὶ τὴν λιτὴν τὴν ἐν Βλαχέρναις τὴν καλουμένην πρεσβείαν, τὴν κατὰ παρασκευὴν τελουμένην, ὁ | |
20 | αὐτὸς τελεῖσθαι διετύπωσεν, ὡσαύτως καὶ τὴν προέλευσιν τῆς ὑπεραγίας θεοτόκου ἀπαρτίσας καὶ τὸ ἐν αὐταῖς δημόσιον λοετρόν. οὗτος κτίζει καὶ τὸν ναὸν τῶν ἁγίων τεσσαράκοντα, | |
ὄντα πλησίον τοῦ σωτηρίου. | 138 | |
139 | Οὗτος οὖν ὁ Μαυρίκιος ὥρμητο ἐκ τῆς τῶν Καππαδο‐ κῶν χώρας, ἦν δὲ τῇ ἰδέᾳ μεσῆλιξ, εὐσθενής, λευκόχρους, στρογγύλην ἔχων τὴν ὄψιν, πυρράκης, ἀναφάλας, εὔριν, ἀπώ‐ γων, κειρόμενος τὸ γένειον καθὸ Ῥωμαίοις ἐστὶν ἔθος. ἐπὶ | |
5 | τούτου Χαγάνος ὁ τῶν Ἀβάρων ἀρχηγός, τὰς σπονδὰς δια‐ λύσας, ἐπὶ τὴν Θρᾴκην χωρεῖ καὶ πολλὰ στρατεύματα τῶν Ῥωμαίων ἀνεῖλε· τοῦ δὲ βασιλέως κατ’ αὐτοῦ ἐξιόντος καὶ ἐν τῷ Δαονίῳ γενομένου, τῇ νυκτὶ ἐκείνῃ γύναιον ἔτικτε καὶ οἰκτρὰς φωνὰς ἠφίει· ὁ δὲ βασιλεὺς ἀπέστειλε μαθεῖν τὸ | |
10 | συμβάν, καὶ εἶδεν παιδίον γενηθὲν ἄνευ ὀφθαλμῶν καὶ βλε‐ φάρων, μήτε χεῖρας μήτε βραχίονας ἔχον· πρὸς δὲ τὸ ἰσχίον ἰχθύος οὐρὰ προσπεφυκυῖα ὑπῆρχεν αὐτῷ. ἀλλὰ καὶ εἰς τὰ ἔξωθεν τοῦ Βυζαντίου χωρία ἐτέχθησαν ἓν μὲν παιδίον τε‐ τράπουν καὶ ἕτερον δικόρυφον. οἱ δὲ τὰς ἱστορίας γράφοντες | |
15 | λέγουσιν, ἐν αἷς τοιαῦτα τίκτονται, μὴ σημαίνειν ἀγαθὰ ταῖς πόλεσιν. τῇ δὲ αὐτῇ ἡμέρᾳ καὶ ὁ ἵππος τοῦ βασιλέως διερ‐ ράγη πεσών. ὁ δὲ τούτοις οἰωνισάμενος ὑπέστρεψεν ἐν τῇ πόλει, Πρίσκον ἀποστείλας τὸν ἴδιον γαμβρὸν κατὰ Σκυθῶν μετὰ παντὸς τοῦ στρατοῦ· οἳ τοὺς Σκύθας νικήσαντες ἀν‐ | |
20 | τᾶραι κατὰ τοῦ βασιλέως ἐβουλεύοντο. ἔμεινε δὲ ἐπ’ αὐτοῖς ὁ βασιλεύς. πολέμου συγκροτηθῆναι μέλλοντος μεταξὺ Ῥω‐ μαίων καὶ Ἀβάρων ὑπέθετο Μαυρίκιος ὁ βασιλεὺς τῷ στρα‐ | |
τηγῷ τῷ καταπιστευθέντι τὸ στράτευμα προδοῦναι τούτους | 139 | |
140 | τοῖς πολεμίοις δι’ ἣν ἀνταρσίαν κατ’ αὐτοῦ ἐμελέτησαν· ὅπερ καὶ γέγονε. συνελήφθη οὖν πλῆθος πολύ, καὶ ἤγαγον αὐτοὺς οἱ Σκύθαι ἐξωνηθῆναι παρὰ Ῥωμαίων. ἐδήλωσε δὲ ὁ βασι‐ λεὺς τῷ Χαγάνῳ δωρεὰν αὐτῷ πάντας ἀπολυθῆναι, εἰ τὴν | |
5 | εἰρήνην φιλεῖ· ὁ δὲ ἀντεδήλωσεν “ἀποδίδωμι πάντας κατὰ ψυχὴν ἓν νόμισμα κομιζόμενος.” τοῦ βασιλέως μὴ ἀνασχο‐ μένου δοῦναι, ἀνὰ ἥμισυ νόμισμα ἠξίωσε λαβεῖν ὁ βάρβα‐ ρος· καὶ μηδὲ τοῦτο καταδεξαμένου τοῦ βασιλέως, θυμω‐ θεὶς ὁ βάρβαρος ἀπέκτεινε χιλιάδας δώδεκα ἐν τῷ κάμπῳ | |
10 | τοῦ τριβουναλίου τὸ ὂν πλησίον τοῦ ἑβδόμου· ὅθεν ἐκ τού‐ του ἐμισήθη Μαυρίκιος ὑπὸ πάντων. ὁ δὲ μεταμεληθείς, καὶ τὸ μέλλον κριτήριον ἐννοήσας, εἵλετο μᾶλλον ἐνταῦθα τὴν ἁμαρτίαν ἀπολαβεῖν, καὶ μὴ ἐπὶ τοῦ φοβεροῦ κριτηρίου· καὶ ποιήσας δεήσεις ἐγγράφους ἀπέστειλεν εἴς τε τοὺς πατρι‐ | |
15 | αρχικοὺς θρόνους καὶ εἰς ἀσκητήρια καὶ μοναστήρια μετὰ δώρων πολλῶν, ὅπως εὔξωνται περὶ αὐτοῦ, ἵνα τὴν ἁμαρ‐ τίαν ἐνταῦθα ἀπολάβῃ. προεσκανδαλίζετο δὲ καὶ εἰς Φιλιπ‐ πικὸν γαμβρὸν αὐτοῦ διὰ τὸ φ γράμμα· οὕτως γὰρ εἶπον Μαυρικίῳ, ὅτι μέλλει φ αὐτὸν διαδέχεσθαι· ὁ δὲ δι’ ὅρκων | |
20 | πολλῶν ἐπληροφόρει Μαυρίκιον καθαρὸς εἶναι τῆς ὑποψίας ταύτης. ὁ δὲ Μαυρίκιος τὸν θεὸν ἱκετεύσας ῥυσθῆναι τῆς ἁμαρτίας, εἶδεν ἐνύπνιον τοιοῦτον, ὡς ὅτι λαοῦ πλείστου πα‐ ρεστῶτος τῇ εἰκόνι Χριστοῦ ἐν τῇ χαλκῇ πύλῃ τοῦ παλατίου | |
φωνὴ ἐγένετο ἐκ τῆς εἰκόνος λέγουσα “ἀγάγετέ μοι Μαυρί‐ | 140 | |
141 | κιον,” ὃν ἀγαγόντες παρέστησαν, καὶ φησὶν ἡ θεία φωνὴ “ποῦ θέλεις, ὦ Μαυρίκιε, ἀποδώσω σοι; ἐνταῦθα ἢ ἐν τῷ μέλ‐ λοντι αἰῶνι;” ὁ δὲ γενόμενος ἔντρομος ἀποκριθεὶς εἶπε “φι‐ λάνθρωπε κύριε, ὧδε καὶ μὴ ἐκεῖ.” καὶ εὐθέως ἐκέλευσεν | |
5 | ἐκδοθῆναι αὐτόν τε καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ πᾶσαν τὴν συγγένειαν αὐτοῦ Φωκᾷ τῷ στρατιώτῃ. διυπνισθεὶς οὖν ἀπέστειλεν εὐθὺς τὸν παρακοιμώμενον αὐτοῦ ἀγαγεῖν Φιλιπ‐ πικόν, ὃς ἐν τῇ αὐτῇ ὥρᾳ ἰδὼν τὸν παρακοιμώμενον καὶ τῆς ἑαυτοῦ ζωῆς ἀπογνοὺς ᾐτήσατο κοινωνῆσαι, καὶ οὕτως ἀπῄει | |
10 | πρὸς τὸν βασιλέα καταλιπὼν τὴν γυναῖκα ἐπὶ σάκκου καὶ σποδοῦ θρηνοῦσαν· ἐλθὼν δὲ πρὸς τὸν βασιλέα ἔπεσεν ἐν τοῖς ποσὶν αὐτοῦ. ὁ δὲ βασιλεὺς ἐκέλευσεν ἐξελθεῖν τὸν πα‐ ρακοιμώμενον, καὶ ἐξελθόντος ἔπεσε καὶ αὐτὸς εἰς τοὺς πόδας Φιλιππικοῦ λέγων “συγχώρησόν μοι, ἀδελφέ, ὅτι ἥμαρτόν | |
15 | σοι πολλά· σὲ γὰρ ὑπενόουν τῇ ζωῇ μου ἐπιβουλεῦσαι, ἀλλὰ νῦν ἔγνων ἀθῶον εἶναί σε. παρακαλῶ οὖν σε εἰπεῖν μοι εἰ γινώσκεις ἐν τοῖς τάγμασι Φωκᾶν τινὰ στρατιώτην.” ὁ δὲ Φιλιππικὸς εἶπεν “ἕνα γινώσκω, ὃς πρὸ καιροῦ πεμφθεὶς ἐκ τοῦ στρατοῦ ἀντέλεγε τῷ κράτει σου.” καὶ ὁ βασιλεὺς ἔφη | |
20 | “ποίας ἐστὶ γνώμης;” ὁ δὲ εἶπε “δειλὸς καὶ θρασύς.” ὁ δὲ βασιλεὺς ἔφη “εἰ δειλός, καὶ φονεύς,” καὶ διηγήσατο ὁ βα‐ σιλεὺς αὐτῷ τὸ ἐνύπνιον. ὁ δὲ εἶπεν “ἴδε πῶς γράμμα οὐ λείπει τῷ θεῷ, δέσποτα, ὅταν θέλῃ δοῦναί τινι τὴν βασι‐ | |
λείαν.” ἔφθασε δὲ καὶ ὁ ἀποσταλεὶς μαγιστριανὸς φέρων | 141 | |
142 | ἀπόκρισιν ἐκ τῶν ἁγίων ὅτι ὁ θεὸς τὴν μὲν ψυχήν σου σώ‐ ζει δεξάμενος τὴν μετάνοιάν σου, τῆς δὲ παρούσης ζωῆς μετὰ πολλῆς θλίψεως καὶ κινδύνων ἐκπίπτεις· ἅπερ ἀκούσας Μαυ‐ ρίκιος ἐκ ψυχῆς ηὐχαρίστησε τῷ θεῷ. κατεσκεύασε δὲ στέμμα | |
5 | Σοφία ἡ τοῦ Ἰουστίνου γυνὴ καὶ Κωνσταντίνα γυνὴ Μαυρι‐ κίου τῷ βασιλεῖ ὑπερφυὲς καὶ ὑπέρτιμον· ὁ δὲ τοῦτο θεα‐ σάμενος καὶ θαυμάσας τῇ αὐτῇ ἡμέρᾳ τοῦ ἁγίου πάσχα ἀπελ‐ θὼν ἐν τῇ ἐκκλησίᾳ τοῦτο ἀνέθηκε τῷ θεῷ. Τοῦ μετοπώρου δὲ καταλαβόντος, καὶ τοῦ βασιλέως γρά‐ | |
10 | ψαντος Πέτρῳ τῷ στρατηγῷ παραχειμάσαι μετὰ τῶν ταγμά‐ των ἐν τῇ τῶν Σκλάβων χώρᾳ, ἀντεῖπεν ὁ λαός· ὅθεν οἱ ἄρχοντες εἰς ἓν τὰ πλήθη συναγαγόντες προβάλλονται εἰς βα‐ σιλέα Φωκᾶν τὸν στρατιώτην. τοῦ δὲ Πέτρου καὶ τῶν λοι‐ πῶν ἀρχόντων εἰς τὴν πόλιν παραγενομένων καὶ τοῦτο τῷ | |
15 | βασιλεῖ εἰπόντων, Μαυρίκιος τὸ κατ’ αὐτοῦ μῖσος τοῦ λαοῦ εἰδώς, μεσούσης τῆς νυκτός, τὴν βασιλικὴν ἐσθῆτα ἀποδυσά‐ μενος εἰσῆλθεν εἰς δρόμωνα σὺν τῇ γυναικὶ καὶ τοῖς τέκνοις, φεύγων τὴν ἐπανάστασιν τοῦ λαοῦ. καὶ μετὰ κινδύνων εἰς τὸν ἅγιον Αὐτόνομον διασωθείς, βουλόμενος εἴς τι φρούριον | |
20 | ὀχυρὸν καταφυγεῖν, οὐκ ἴσχυσεν· αἴφνης γὰρ ἐπιτίθενται αὐτῷ σφοδρότατοι πόνοι ἀρθρίτιδος, ὥστε κεῖσθαι αὐτὸν ἀμετακίνητον. ὁ δὲ Φωκᾶς ὑπὸ τοῦ λαοῦ καὶ τοῦ δήμου | |
τῶν πρασίνων δεχθεὶς εἰσῆλθεν εἰς τὴν πόλιν καὶ εἰς τὰ βα‐ | 142 | |
143 | σίλεια. τὸν δὲ υἱὸν αὐτοῦ Θεοδόσιον ἀπέστειλε Μαυρίκιος πρὸς Χοσρόην τὸν βασιλέα Περσῶν, μετὰ γραμμάτων ἀναμι‐ μνησκόντων τὰς εἰς αὐτὸν εὐεργεσίας, καὶ ὡς δι’ αὐτοῦ τὴν βασιλείαν Περσῶν κατεκράτησεν. ἔκτοτε οὐδεὶς ἔγνω τί γέ‐ | |
5 | γονεν ὁ αὐτὸς Θεοδόσιος. τὴν δὲ τῆς ἀρχιερωσύνης ἀρχὴν διεῖπεν Ἰωάννης. Χοσρόης δὲ τὴν τῶν Περσῶν ἀθροίσας δύ‐ ναμιν κατὰ Ῥωμαίων ἐχώρησεν ἐπὶ Φωκᾶ, καὶ πολλὰς πόλεις καὶ χώρας τῶν Ῥωμαίων ἐπόρθησεν. | |
9t | Φωκᾶς ὁ τύραννος. | |
10 | Φωκᾶς ὁ τύραννος ἐβασίλευσεν ἔτη ὀκτώ, στέψας καὶ Λεοντὼ τὴν γυναῖκα αὐτοῦ εἰς Αὐγούσταν. οὗτος ὁ Φωκᾶς ἦν κεντυρίων τῇ τάξει, τὴν τοῦ σώματος ἀναδρομὴν μέσος, δύσμορφος, ἐκπληκτικὴν ἔχων τὴν ὄψιν καὶ τὴν τρίχα πυρ‐ ρίζουσαν, σύνοφρύς τε καὶ τὸ γένειον κειρόμενος, ἔχων οὐλὴν | |
15 | ἐπὶ τῆς παρειᾶς αὐτοῦ, ἥτις ἐν τῷ θυμοῦσθαι αὐτὸν ἐμελαί‐ νετο, οἰνοβαρής, αἱμοχαρὴς καὶ πρὸς γυναῖκας ἐπτοημένος, φοβερὸς καὶ θρασὺς ἐν τῷ φθέγγεσθαι, ἀσυμπαθὴς καὶ θη‐ ριώδης τὸν τρόπον. εἰς δὲ τὸ ἱππικὸν ἀνελθόντος, καὶ στά‐ σεως γενομένης περὶ προτιμήσεως τόπου τοῖς μέρεσιν, ἔκραξαν | |
20 | οἱ δῆμοι “Μαυρίκιος ζῇ, οὐκ ἀπέθανεν, ἐρωτηθήτω.” τότε | |
ὁ ἀλάστωρ κινεῖται πρὸς τὸν φόνον Μαυρικίου, καὶ ἤχθη | 143 | |
144 | Μαυρίκιος δέσμιος εἰς τὸν Εὐτροπίου λιμένα. προκολάζων δὲ αὐτὸν ὁ μιαιφόνος τῇ θεωρίᾳ τοὺς πέντε ἄρρενας υἱοὺς αὐτοῦ ἔμπροσθεν αὐτοῦ σφαγῆναι προστάττει. ὁ δὲ Μαυ‐ ρίκιος φιλοσοφῶν τῷ δυστυχήματι συνεχῶς ἐπεφθέγγετο “δί‐ | |
5 | καιος εἶ, κύριε, καὶ δικαία ἡ κρίσις σου.” τῆς δὲ τιθηνῆς ὑποκλεψάσης ἓν ἐκ τῶν πέντε βασιλικῶν παιδίων, καὶ τὸ ἴδιον ἀντιδιδούσης πρὸς ἀναίρεσιν, ὁ Μαυρίκιος οὐ κατεδέξατο, ἀλλὰ τὸ ἴδιον ἐπεζήτησεν ἐλθεῖν καὶ αὐτὸ ἀναιρεθῆναι. καὶ οὕτω καὶ αὐτὸς ἀπετμήθη τὴν κεφαλήν, τοῦ ἀθλίου Φωκᾶ | |
10 | προστάξαντος τὰς τούτων κεφαλὰς ἐν τῷ κάμπῳ τοῦ τριβου‐ ναλίου ἀποτεθῆναι· καὶ ἐξήρχοντο οἱ τῆς πόλεως, καὶ ἐθεώ‐ ρουν αὐτὰς ἕως οὗ ἐπώζησαν· καὶ τότε συνεχώρησεν αὐτὰ τοῖς ποθοῦσιν ἀποδοθῆναι. τὴν δὲ Μαυρικίου γυναῖκα σὺν ταῖς τρισὶ θυγατράσιν αὐτῆς μετ’ οὐ πολὺ διαβληθεῖσαν | |
15 | ὡς κατ’ αὐτοῦ μελετῶσαν ἀνεῖλεν ἐν τῷ μόλῳ τοῦ Εὐτρο‐ πίου. οὐ μὴν δὲ ἀλλὰ καὶ πᾶσαν τὴν συγγένειαν αὐτοῦ τοῦ Μαυρικίου διώλεσεν ὁ παράνομος. τὸ δὲ σῶμα Μαυ‐ ρικίου καὶ τὸ τῆς γυναικὸς αὐτοῦ καὶ τῶν τέκνων αὐτῶν ἐτέ‐ θησαν ἐν τῷ σεμνείῳ τοῦ ἁγίου μάρτυρος Μάμαντος, ὅπερ | |
20 | ἔκτισε Φαρασμένης ὁ ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως Ἰουστί‐ νου, πλησίον τῆς ξηροκέρκου πόρτης. ἐπεγράφη δὲ τῷ τάφῳ αὐτῶν ἐλεγεῖον τόδε. Ἅδ’ ἐγὼ ἡ τριτάλαινα καὶ ἀμφοτέρων βασιλήων, | |
Τιβερίου θυγάτηρ Μαυρικίου τε δάμαρ, | 144 | |
145 | ἡ πολύπαις βασίλεια, καὶ ἡ δείξασα λοχείῃ ὡς ἀγαθὸν τελέθει καὶ πολυκοιρανίη, κεῖμαι σὺν τεκέεσσι καὶ ἡμετέρῳ παρακοίτῃ, δήμου ἀτασθαλίῃ καὶ μανίῃ στρατιῆς. | |
5 | ἔτλην τῆς Ἑκάβης πολὺ χείρονα, τῆς Ἰοκάστης. αἲ αἲ τῆς Νιόβης ἔμπνοός εἰμι νέκυς. ναὶ ναὶ τὸν γενέτην. τί μάτην τὰ νεογνὰ ἔκτειναν, ἀνθρώπων κακίης μηδὲν ἐπιστάμενα; ἡμετέροις πετάλοισι κατάσκιος οὐκέτι Ῥώμη· | |
10 | ῥίζα γὰρ ἐκλάσθη Θρηϊκίοις ἀνέμοις. Ἔκτοτε δὲ Φιλιππικὸς ἀποκειράμενος καὶ ἱερωσύνην λα‐ βών, ἐν Χρυσουπόλει διατελῶν ἡσύχως ἐτελεύτησε. καὶ ἀπὸ τότε οὐ διέλιπε τῇ πολιτείᾳ δυστυχήματα ποικίλα τε καὶ ἐπάλ‐ ληλα· ὅ τε γὰρ Χοσρόης ὁ Πέρσης τὴν εἰρήνην διέλυσε, | |
15 | καὶ Ἀβάρεις τὴν Θρᾴκην ἐδῄωσαν καὶ ἄμφω τὰ στρατόπεδα τῶν Ῥωμαίων διέφθειραν, καὶ χειμὼν βαρύτατος γεγόνεν ὥστε παγῆναι τὴν θάλασσαν καὶ τοὺς ἰχθύας τεθνάναι. Ποιήσαντος δὲ αὐτοῦ ἱππικόν, καὶ τῇ ἑσπέρᾳ πολλῷ οἴνῳ χρησαμένου καὶ βραδύνοντος ἀνελθεῖν, ἔκραζεν ὁ δῆμος “ἀνά‐ | |
20 | τειλον Φωκᾶ·” μὴ ἐξερχομένου δὲ αὐτοῦ τάχιον πρὸς τὴν θέαν ἔφη ὁ δῆμος “πάλιν τὸν καῦκον ἔπιες, πάλιν τὸν νοῦν ἀπώλεσας.” ἐφ’ οἷς μανεὶς πολλοὺς ἠκρωτηρίασε καὶ πολλῶν | |
κεφαλὰς ἀπέτεμε. τοῦ δὲ ὄχλου πῦρ εἰς τὸ πραιτώριον βάλ‐ | 145 | |
146 | λοντος ἐξῆλθον πάντες οἱ δέσμιοι καὶ ἔφυγον. ὁ δὲ αὐτὸς Φωκᾶς ἁρμάμεντον τὸ ὂν πλησίον τῶν παλατίων τῆς Μαγ‐ ναύρας, στήσας ἐν μέσῳ αὐτοῦ καὶ κίονα κτιστόν, καὶ τὴν στήλην αὐτοῦ ἐπάνωθεν. | |
5 | Ὁ δὲ γαμβρὸς αὐτοῦ Κρίσπος ὁ πατρίκιος, μὴ ὑποφέρων ὁρᾶν τούς τε ἀδίκους φόνους καὶ τὰ δεινὰ τὰ ὑπὸ Φωκᾶ γινό‐ μενα, ἔγραψε πρὸς Ἡράκλειον στατηγὸν ὄντα ἐν Ἀφρικῇ μετὰ τοῦ στόλου, ὅπως ἀνέλθωσι κατὰ τοῦ τυράννου Φωκᾶ. ὁ δὲ αὐ‐ τὸς Ἡράκλειος ἐξ Ἀφρικῆς πλοῖα πολλὰ ἐξοπλίσας καὶ στρατὸν | |
10 | τὴν Κωνσταντινούπολιν κατέλαβεν, ἐπιφερόμενος καὶ τὴν ἀχει‐ ροποίητον εἰκόνα τοῦ κυρίου καὶ θεοῦ ἡμῶν. καὶ πολέμου κρο‐ τηθέντος μεταξὺ Φωκᾶ καὶ Ἡρακλείου εἰς τὸν Σοφίας λιμένα, ἡττηθεὶς ὁ ἀλιτήριος ἔφυγεν εἰς τὰ βασίλεια. Φωτεινὸς δέ τις ὑπὸ Φωκᾶ εἰς τὴν σύζυγον ἀδικηθείς, εἰσελθὼν μετὰ | |
15 | στρατιωτῶν εἰς τὰ βασίλεια, ἀτίμως ἐκ τοῦ θρόνου τοῦτον ἀναστήσας, καὶ τῆς βασιλικῆς ἐσθῆτος ἀπογυμνώσας τὸν ἄθλιον Φωκᾶν καὶ μέλανα χιτῶνα ἐνδύσας καὶ κλοιὰ περιθείς, ἄτι‐ μον πρὸς Ἡράκλειον ἀπήγαγεν, ὃν θεασάμενος εἶπεν “οὕτως, ἄθλιε, τὴν πολιτείαν διῴκησας;” ὁ δὲ ἀπεγνωσμένος ὢν ἔφη | |
20 | “σὺ κάλλιον καὶ κρεῖττον ἔχεις διοικῆσαι.” καὶ ἐκέλευσεν Ἡρά‐ κλειος πρῶτον μὲν τὰς χεῖρας καὶ τοὺς πόδας αὐτοῦ ἐκκοπῆ‐ ναι, εἶθ’ οὕτως καὶ τοὺς ὤμους αὐτοῦ ἀκρωτηριασθῆναι, καὶ | |
τὰ αἰδοῖα ἐκτμηθῆναι καὶ κοντῷ ἀναρτηθῆναι διὰ τὰς ἀμέ‐ | 146 | |
147 | τρους ὕβρεις ἃς ἔπραξεν, ἔπειτα δὲ καὶ τὴν κεφαλὴν ἀποτμη‐ θῆναι, τὸ δὲ καταλειφθὲν σῶμα τοῦ δυσωνύμου συρὲν κατὰ τὴν τοῦ βοὸς λεγομένην ἀγορὰν τῷ πυρὶ παραδοθῆναι. μο‐ ναχὸς δέ τις ἅγιος, ὥς φασιν, ἐπὶ τῶν ἡμερῶν τοῦ Φωκᾶ | |
5 | πρὸς θεὸν δικαζόμενος ἔλεγε πολλάκις “κύριε, διὰ τί τοιοῦ‐ τον παράνομον βασιλέα δέδωκας τοῖς Χριστιανοῖς;” ἦλθε δὲ αὐτῷ φωνὴ ἀόρατος “ὅτι χείρονα τούτου οὐχ εὗρον πρὸς τὴν κακίαν τῶν νῦν κατοικούντων ἐν τῇ πόλει.” | |
9t | Ἡράκλειος ὁ μέγας. | |
10 | Ἡράκλειος ὁ μέγας ἐβασίλευσεν ἔτη τριάκοντα, στεφθεὶς ἐν τῷ εὐκτηρίῳ τοῦ ἁγίου Στεφάνου ὑπὸ Σεργίου πατριάρχου· ἐστέφθη δὲ ἅμα αὐτῷ καὶ ἡ μεμνηστευμένη αὐτῷ Φαβία, ἡ καὶ Εὐδοκία μετονομασθεῖσα, Αὐγούστα. τοῖς στεφάνοις τοῦ γάμου ὁμοῦ αὐτοκράτωρ καὶ νυμφίος ἀναδειχθείς, καὶ ἐν τῇ | |
15 | μεγάλῃ ἐκκλησίᾳ ὑπὸ πάσης τῆς συγκλήτου καὶ τοῦ λαοῦ βα‐ σιλεύς. συνέ** δὲ τούτοις καὶ συνευδόκει Κρίσπος ὁ γαμ‐ βρὸς τοῦ Φωκᾷ. Οὗτος ὁ Ἡράκλειος ἦν τὴν ἡλικίαν μεσῆλιξ, εὐσθενής, εὔστερνος, εὐόφθαλμος καὶ ὁλίγον ὑπόγλαυκος, ξανθὸς τὴν | |
20 | τρίχα καὶ λευκὸς τὴν χροιάν, ἔχων τὸν πώγωνα πλατὺν καὶ πρὸς μῆκος ἐκκρεμῆ. ὁπηνίκα δὲ πρὸς τὸ τῆς βασιλείας ἦλ‐ | |
148 | θεν ἀξίωμα, εὐθέως ἐκείρατο τὴν κόμην καὶ τὸ γένειον τῷ βασιλικῷ σχήματι. μετὰ δέ τινα χρόνον στρατηγὸν αὐτὸν τὸν Κρίσπον Καππαδοκίας ἐποίησεν ὁ βασιλεύς, ἀπέστειλε δὲ φιλοφρονούμενος αὐτὸν πάμπολλα. ἐκεῖ τοίνυν ἀπελθὼν ἐλοι‐ | |
5 | δόρει Ἡράκλειον, καὶ ἀνταρσίαν ἐμελέτα κατ’ αὐτοῦ. ἐλθὼν δὲ ἐν Κωνσταντινουπόλει ἔφη πρὸς αὐτὸν ὁ βασιλεύς, τὰ κατ’ αὐτοῦ γεγραμμένα κρατῶν ἐπὶ χάρτου, καὶ κρούσας ἐν τῇ κεφαλῇ αὐτοῦ ἐπὶ τῆς συγκλήτου ἔφη “ταλαίπωρε, γαμ‐ βρὸν οὐκ ἐποίησας, καὶ πῶς ἂν φίλον ἀληθῆ ποιήσειας;” | |
10 | εἶτα κληρικὸν αὐτὸν ποιήσας ἐν τῇ μονῇ τῆς χώρας περιώ‐ ρισεν, ἐν ᾗ καὶ ἐτελεύτησεν. Οἱ δὲ Πέρσαι παρέλαβον τὴν Καππαδοκίαν καὶ τὴν Δα‐ μασκὸν καὶ τὴν Παλαιστίνην καὶ τὴν ἁγίαν πόλιν, καὶ πολ‐ λὰς μυριάδας διὰ χειρὸς τῶν Ἰουδαίων Χριστιανοὺς ἀνεῖλον, | |
15 | ᾐχμαλώτευσαν δὲ καὶ Ζαχαρίαν τὸν πατριάρχην Ἱεροσολύ‐ μων, καὶ τὰ τίμια ξύλα ἔλαβον καὶ ἐν Περσίδι ἀπήγαγον· ὡσαύτως παρέλαβον Αἴγυπτον καὶ Λιβύην καὶ ἕως Αἰθιο‐ πίας, ἦλθον δὲ καὶ ἕως Καλχηδόνος, καὶ ταύτην παρέλαβον. ἀπέστειλε δὲ ὁ βασιλεὺς Ἡράκλειος πρέσβεις πρὸς Χοσρόην | |
20 | αἰτούμενος εἰρήνην· ὁ δὲ τούτους ἀπεπέμψατο εἰρηκὼς “εἰ ἀρνήσεται ὁ βασιλεὺς ὑμῶν τὸν ἐσταυρωμένον καὶ προσκυνή‐ σει τῷ ἡλίῳ, ποιῶ εἰρήνην.” ἐπεστράτευσαν δὲ καὶ οἱ Ἀβά‐ ρεις κατὰ τῆς πόλεως. εἰδὼς δὲ Ἡράκλειος τοὺς περιέχον‐ | |
τας αὐτῷ πανταχόθεν πολέμους, ἀπέστειλε πρὸς αὐτοὺς εἰ‐ | 147 | |
149 | ρήνην αἰτῶν· οἱ δὲ συνέθεντο ταύτην ποιῆσαι. ἐξελθόντος δὲ τοῦ βασιλέως εἰς τὸ μακρὸν τεῖχος μετὰ ἀποσκευῆς πολλῆς ὡς ὑποδέξασθαι τὸν χαγάνον, καὶ λαβὼν πιστὰ παρ’ αὐτοῦ καὶ σπονδὰς εἰρηνικὰς ποιήσας συνηυφραίνετο. ὁ δὲ χαγάνος τὰς | |
5 | συνθήκας καὶ τοὺς ὅρκους ἀθετήσας αἴφνης κατὰ τοῦ βασι‐ λέως τυραννικῶς ἐχώρησεν· ὁ δὲ βασιλεὺς φυγῇ μόλις ὑπέ‐ στρεψεν ἐν τῇ πόλει, ἔλαβέ τε ὁ βάρβαρος τήν τε βασιλικὴν ἀποσκευὴν καὶ δορυφορίαν, καὶ ὑπέστρεψε τὴν Θρᾴκην πᾶσαν ληϊσάμενος τῇ ἐλπίδι τῆς εἰρήνης. ὁ δὲ βασιλεὺς πάλιν πρέ‐ | |
10 | σβεις ἀπέστειλε πρὸς χαγάνον, ἐκκαλῶν αὐτὸν καὶ πρὸς εἰρή‐ νην προκαλούμενος· ὁ δὲ αἰδεσθεὶς τὴν τοῦ βασιλέως ἀγάπην εἰρήνευσεν. Ὁ δὲ βασιλεὺς Ἡράκλειος τὴν ἑορτὴν τοῦ πάσχα τελέ‐ σας κατὰ Περσίδος ἠβούλετο χωρῆσαι, χρήματα τῶν ἐναγῶν | |
15 | οἴκων καὶ σκεύη τῶν ἐκκλησιῶν λαβὼν καὶ χαράξας νομί‐ σματα καὶ μιλιαρήσια. ὁ δὲ Χοσρόης Σάϊτον ἡγεμόνα μετὰ πολλῆς δυνάμεως ἀποστείλας πᾶσαν τὴν ἀνατολὴν ἠφάνισεν. ἐλθὼν δὲ οὗτος ἐν Καλχηδόνι ἱκανὸν χρόνον ταύτην παρεκά‐ θισεν· ὃς τὸν Ἡράκλειον μεθ’ ὑποκρίσεως προσκαλεσάμενος | |
20 | τὰ πρὸς εἰρήνην αὐτῷ ὡμίλησεν. ὁ δὲ τοῖς δολίοις αὐτοῦ λόγοις πιστεύσας ἐκπέμπει σὺν αὐτῷ πρέσβεις μεγιστάνους πρὸς Χοσρόην ἑβδομήκοντα· οὓς παραλαβὼν ἀτίμους καὶ δεσμίους ἀπήγαγεν ἐν Περσίδι. ὁ δὲ Χοσρόης τὸν μὲν Σάϊ‐ | |
τον, ὡς τὸν Ἡράκλειον ἰδόντα καὶ μὴ συλλαβόντα, ἀποδεῖραι | 148 | |
150 | ἐκέλευσεν, τοὺς δὲ πρέσβεις ἐν φρουραῖς καὶ κακουχίαις κα‐ τεδίκασεν· ὑπὲρ ὧν ἀθυμία καὶ θλῖψις πολλὴ κατεῖχε τὸν βασιλέα. Εἶτα πάλιν Χοσρόης ἀπέστειλεν ἕτερον ἄρχοντα κατὰ | |
5 | Ῥωμαίων ὀνόματι Σάρβαρον, ὃς μετὰ πλείστης δυνάμεως ἦλθε πρὸς τὴν Ἀσίαν, τὴν γῆν τῶν Ῥωμαίων ληϊζόμενος. ὁ δέ γε βασιλεὺς Ἡράκλειος, ὡς εἴρηται, πρὸς Περσίδα βουλόμενος ἐκχωρῆσαι τάδε πρὸς τὸν πατριάρχην ἔφη “εἰς χεῖρας τοῦ θεοῦ καὶ πατρὸς καὶ τῆς μητρὸς αὐτοῦ καὶ σοῦ ἀφίημι τὴν | |
10 | πόλιν ταύτην καὶ τὸν υἱόν μου.” καὶ εἰσελθὼν εἰς τὴν με‐ γάλην ἐκκλησίαν μέλανα ὑποδήματα περιβαλόμενος καὶ πρη‐ νὴς πεσὼν ηὔξατο οὕτως “δέσποτα θεὲ καὶ κύριε Ἰησοῦ Χρι‐ στέ, μὴ παραδῷς ἡμᾶς εἰς ὄνειδος τοῖς ἐχθροῖς σου διὰ τὰς ἁμαρτίας ἡμῶν, ἀλλ’ ἐπιβλέψας ἐλέησον, καὶ τὴν κατὰ τῶν | |
15 | ἐχθρῶν σου νίκην δὸς ἡμῖν, ὅπως μὴ καυχήσωνται οἱ ἀλά‐ στορες κατὰ τῆς σῆς κληρονομίας ἐπαιρόμενοι.” ὃν ἰδὼν Γεώργιος ὁ Πισσίδης μετὰ τοιαύτης ταπεινώσεως ἔφη ὦ βασιλεῦ, μελαμβαφὲς πέδιλον εἱλίξας πόδας, | |
20 | βάψεις ἐρυθρὸν Περσικῶν ἐξ αἱμάτων. λαβὼν δὲ μετὰ χεῖρας τὴν θεανδρικὴν ἀχειροποίητον μορφὴν τοῦ κυρίου καὶ θεοῦ ἡμῶν κατὰ Περσῶν ἐστράτευσε μετὰ πλοίων | |
διὰ τοῦ Εὐξείνου πόντου, προσλαβόμενος εἰς συμμαχίαν πλῆ‐ | 149 | |
151 | θος Τούρκων καὶ ἄλλων ἐθνῶν πλήθη, ἐξορμήσας κατὰ Περ‐ σῶν δυνάμει βαρείᾳ σφόδρα. Οἱ δὲ Ἀβάρεις τὰς εἰρηνικὰς σπονδὰς διαλύσαντες τῷ τείχει τοῦ Βυζαντίου προσπελάζουσι, πάντα τὰ τῆς πόλεως | |
5 | ἐκτὸς πυρὶ παραδιδόντες, καὶ ὥσπερ ἀναμερισάμενοι Πέρσαι μὲν τὰ τῆς ἀνατολῆς κατεδῄουν, Ἀβάρεις δὲ τὰ τῆς Θρᾴκης πάντα διέφθειρον. διαπορηθέντες οὖν οἱ πολῖται καὶ ἀπελ‐ πίσαντες πρὸς τοὺς Ἀβάρεις πόλεμον συνῆψαν, συνεργίᾳ Βό‐ νου πατρικίου καὶ Σεργίου πατριάρχου, καὶ πολλὰς χιλιάδας | |
10 | κατασφάξαντες καὶ τὰς ναῦς ἐμπρήσαντες πρὸς τὴν ἰδίαν αὐ‐ τῶν χώραν αὐτοὺς ἐξήλασαν. Χοσρόης δὲ μαθὼν τὴν Ἡρακλείου ἔφοδον πολλοὺς πο‐ λέμους συνῆψεν αὐτῷ, καὶ τῇ τοῦ θεοῦ συνεργίᾳ ἐν πᾶσι τούτοις κατὰ κράτος ἡττηθεὶς πλησιάζοντι δὲ τῷ βασιλεῖ τῇ | |
15 | αὐτοῦ πόλει σατράπην ἕνα ἐν χιλιάσιν ὁπλιτῶν τριάκοντα κατ’ αὐτοῦ ἐξέπεμψε· συμβολῆς δὲ γενομένης ἀνῃρέθησαν πάντες. οἱ ὑπολειφθέντες δὲ καὶ διαδράντες Περσῶν οἴκῳ τοῦτον κατέκλεισαν, καὶ προύθηκαν χρυσὸν καὶ ἄργυρον καὶ μαργαρίτας καὶ λίθους, εἰπόντες αὐτῷ “ἔσθιε τούτων καὶ ἀπό‐ | |
20 | λαυε, διὸ καὶ τοὺς Ῥωμαίους καθ’ ἡμῶν ἤγαγες.” καὶ οὕτω λιμῷ καὶ δίψῃ τιμωρήσαντες ἀνεῖλον αὐτόν. Ἡράκλειος δὲ τάς τε πόλεις Περσίδος καθῄρει καὶ τὰ πυρεῖα διέστρεφεν, ἐφ’ ὧν εὑρέθη Χοσρόου τὸ μυσαρὸν ἐκτύπωμα, ὥσπερ ἐν | |
οὐρανῷ ἐν τῇ τοῦ οἴκου στέγῃ καθήμενον, ἐν ᾧ ἄστρα καὶ | 150 | |
152 | ἥλιον καὶ σελήνην κατεσκεύασεν, καὶ ἀγγέλους περιεστῶτας αὐτῷ, καὶ βροντὴν διὰ μηχανῆς γίνεσθαι, καὶ βρέχειν ὅταν θελήσειαν· ἅπερ ὁ βασιλεὺς εἰς γῆν καταστρέψας κονιορτὸν ἀπετέλεσε. ταῦτα δὲ Σάρβαρος ἐν τῇ Ῥωμαίων γῇ ἀκούσας | |
5 | γράφει πρὸς Ἡράκλειον ἀπολογίαν, ὡς ὅτι οὐχ ἑκὼν ἀλλὰ γνώμῃ Χοσρόου διεπραττόμην τὰ κατὰ τῶν Ῥωμαίων. ὃν ὁ βασιλεὺς διὰ γραμμάτων εἰρηνικῶν προσεκαλέσατο· ὁ δὲ ἧκε πρὸς αὐτὸν ἐν Περσίδι. ἀναζητήσας οὖν ὁ βασιλεὺς τοὺς πρεσβευτάς, καὶ μαθὼν ὡς ὑπὸ Χοσρόου δεινῶς ἀνῃρέ‐ | |
10 | θησαν, θυμοῦ πλησθεὶς οὐκ ἐφείσατο κατασφάζων τὴν πᾶσαν Περσίδα ἐν ἔτεσιν ἕξ, τῷ δὲ ἑβδόμῳ ἔτει τὰ τίμια ξύλα ἀπὸ Περσίδος ἀναλαβὼν καὶ εἰς Ἱερουσαλὴμ παραγενόμενος καὶ ταῦτα ὑψώσας μετὰ χαρᾶς καὶ εἰρήνης ἐπὶ Κωνσταντινούπο‐ λιν ὑπέστρεφεν. | |
15 | Ἐπὶ αὐτοῦ ἀνεφάνη Μωάμεθ ὁ τῶν Σαρακηνῶν ἀρχη‐ γός, ἐκ τῆς Αἰθρίβου ἀνελθών, καὶ τῷ βασιλεῖ ὑπαντήσας μετὰ πλήθους καὶ προσπεσὼν αὐτῷ καὶ τόπον αἰτησάμενος εἰς κατοίκησιν τετύχηκε τῆς ἐφέσεως. Ἀναγκαῖον δὲ ἡγοῦμαι περὶ τῆς τοῦ Μωάμεθ γενεᾶς μι‐ | |
20 | κρόν τι διηγήσασθαι. τῷ τοίνυν δωδεκάτῳ τοῦ Μωάμεθ χρόνῳ, ἐν ἔτει ͵ϛρλʹ ἀπὸ κτίσεως κόσμου, ἰνδικτιῶνος ιʹ, μηνὶ Σεπτεμβρίῳ τρίτῃ, ἡμέρᾳ πέμπτῃ, ἐγένετο θεμάτιον τῶν Ἀγα‐ ρηνῶν παρὰ Στεφάνου Ἀλεξανδρείας κανονίσαντος κρατῆσαι | |
τούτους ἐν ἰσχύϊ ἔτη τριακόσια ἐννέα, ἐν δὲ συστροφῇ καὶ | 151 | |
153 | ἀκαταστασίᾳ καὶ συμφοραῖς ἕτερα ἔτη εἴκοσι ἑπτά, ὡς εἶναι τὴν διακράτησιν τὴν ἅπασαν εὐτυχοῦσαν καὶ δυστυχοῦσαν ἔτη τριακόσια τριακοντάεξ. Οὗτος ἐξ Ἰσμαὴλ κατήγετο, υἱοῦ Ἀβραάμ. Νίζαρος γὰρ | |
5 | ὁ τοῦ Ἰσμαὴλ ἀπόγονος γεννᾷ υἱοὺς δύο, Μούνδαρον καὶ Ἀραβίαν. ἐκ τούτων πολλοὶ ἐγένοντο καὶ ᾤκουν τὴν Μα‐ διανῖτιν ἔρημον, ἐπραγματεύοντο δὲ καὶ ἐν τοῖς καμήλοις αὐτῶν. ἀπόρου δὲ καὶ ὀρφανοῦ ὄντος τοῦ προειρημένου Μωά‐ μεθ, εἰσῆλθε πρός τινα γυναῖκα πλουσίαν συγγενῆ αὐτοῦ ὀνό‐ | |
10 | ματι Χαδιγᾶν, μίσθιος ἐπὶ τῷ καμηλεύειν καὶ πραγματεύε‐ σθαι. κατ’ ὀλίγον δὲ παρρησιασάμενος ὑπεισῆλθε τῇ γυναικί, καὶ ἔγημεν αὐτήν, καὶ ἔσχε τὰς καμήλους αὐτῆς καὶ τὴν ὕπαρξιν. ἐρχόμενος δὲ ἐν Παλαιστίνῃ συνανεστρέφετο καὶ Χριστιανοῖς, θηρώμενος παρ’ αὐτῶν τινὰ γραφικά. ἔσχε δὲ | |
15 | τὸ πάθος τῆς ἐπιληψίας· καὶ τοῦτο νοήσασα ἡ γυνὴ ἐλυπεῖτο σφόδρα ὅτι τοιούτῳ συνήφθη, οὐ μόνον ἀπόρῳ ἀλλὰ καὶ ἐπι‐ ληπτικῷ ὄντι. τροποῦται δὲ αὐτὸς θεραπεῦσαι αὐτήν, οὕτω λέγων, ὅτι ὀπτασίαν ἀγγέλου θεωρῶ λεγομένου Γαβριήλ, καὶ μὴ ὑποφέρων τὴν θέαν αὐτοῦ σκοτοδινιῶν πίπτω. αὕτη δὲ | |
20 | μοναχόν τινα, διὰ κακοπιστίαν ἐξόριστον ἐκεῖσε, ὄντα προσ‐ φιλῆ αὐτῆς μετεκαλέσατο καὶ ἀνήγγειλεν αὐτῷ πάντα καὶ | |
τὸ ὄνομα τοῦ ἀγγέλου· κἀκεῖνος συμβουλὴν ὁ κατάρατος | 152 | |
154 | παρὰ τοῦ Μωάμεθ ἔχων, πληροφορήσας αὐτὴν εἶπεν ὅτι ἀληθῆ λέγει· οὗτος γὰρ ὁ ἄγγελος εἰς πάντας προφήτας ἀπο‐ στέλλεται. αὕτη δὲ τῷ λόγῳ τοῦ ψευδαββᾶ πεισθεῖσα, ὃς ἦν τῆς μονῆς τῶν Καλλιστράτου, δι’ αἵρεσιν ἐκβληθεὶς καὶ | |
5 | ἐξορισθεὶς τῆς πόλεως, ἐκήρυξε ταῖς ὁμοφύλοις γυναιξὶ προ‐ φήτην αὐτὸν εἶναι· καὶ ἐκράτησεν ἡ αἵρεσις αὕτη ἔκτοτε τὰ μέρη τῆς Αἰθρίβου. ἐνομοθέτησε δὲ τοῖς ὑπηκόοις αὐτοῦ ὅτι ὁ ἀποκτείνων ἐχθρὸν αὐτοῦ ἢ ὑπὸ ἐχθροῦ φονευόμενος εἰς παράδεισον εἰσέρχεται· τὸν δὲ παράδεισον σαρκικῆς βρώ‐ | |
10 | σεως καὶ μίξεως γυναικῶν ἔλεγεν εἶναι, καὶ τῆς μίξεως διαρ‐ κῆ καὶ πολυχρόνιον εἶναι τὴν ἡδονήν, καὶ ἄλλα τινὰ ἀσωτίας καὶ μωρίας ῥήματα. Ἀβουβάχαρον δὲ Μωάμεθ κατέλιπε διάδοχον, καὶ πολλάκις πολεμηθέντες οἱ μετ’ αὐτοὺς ὑπὸ τῶν Ῥωμαίων παραχωρήσει θεοῦ διὰ τὰς ἁμαρτίας ἡμῶν ἐνίκη‐ | |
15 | σαν, καὶ ἔκτοτε τῶν Ῥωμαίων κατεδυνάστευσαν. ἐπανιτέον τοίνυν ἐπὶ τὴν προκειμένην διήγησιν. Ταῦτα τελέσας Ἡράκλειος ἐπὶ Κωνσταντινούπολιν ὑπέ‐ στρεψεν. οἱ δὲ τῆς πόλεως τὴν ἔλευσιν αὐτοῦ γνόντες ἀκα‐ τασχέτῳ πόθῳ περὶ αὐτὸν πάντες οἱ ἐν τοῖς παλατίοις τῆς | |
20 | ἡρίας ἐξῆλθον σὺν τῷ πατριάρχῃ καὶ Κωνσταντίνῳ βασιλεῖ τῷ υἱῷ αὐτοῦ, βαστάζοντες κλάδους ἐλαιῶν καὶ λαμπάδας πρὸς ὑπαντὴν καὶ εὐφημοῦντες αὐτόν. καὶ ὁ μὲν υἱὸς αὐ‐ | |
τοῦ προσελθὼν ἔπεσεν εἰς τοὺς πόδας τοῦ πατρός· ὁ δὲ | 153 | |
155 | περιπλακεὶς αὐτόν, κατεφίλουν ἀλλήλοις ἐν δάκρυσι, καὶ οὕ‐ τως λαβόντες τὸν βασιλέα, εὐφημοῦντες καὶ χαίροντες εἰσῆλ‐ θον ἐν τῇ πόλει. Οὗτος δὲ ὁ Ἡράκλειος ὑπὸ Ἀθανασίου πατριάρχου τῶν | |
5 | Ἰακωβιτῶν καὶ Σεργίου τοῦ Σύρου Κωνσταντινουπόλεως ἀπα‐ τηθεὶς εἰς τὴν αἵρεσιν τῶν μονοθελητῶν ἐξεκυλίσθη. καὶ δὴ μετὰ ταῦτα νόσῳ περιπεσὼν ὑδερικῇ, δι’ ἧς καὶ τέθνηκε, δει‐ νῶς ἐτιμωρεῖτο· ἐπὶ τοσοῦτον γὰρ τὸ πάθος ἐπεκτάθη, ὡς ἡνίκα ἀπουρεῖν ἔμελλε, σανίδα κατὰ τοῦ ἤτρου ἐπετίθει, διὰ | |
10 | τὸ στρέφεσθαι τὸ αἰδοῖον αὐτοῦ καὶ κατὰ τοῦ προσώπου τὸ οὖρον ἀναπέμπειν. ἔλεγχος δὲ ἦν τοῦτο τῆς ἑαυτοῦ παρανο‐ μίας ἕνεκεν τοῦ εἰς τὴν ἰδίαν ἀνεψιὰν Μαρτίναν παρανομω‐ τάτου γάμου. τελευτήσαντος δὲ τοῦ Ἡρακλείου κατετέθη ἐν λάρνακι, καὶ ἔμενεν ἀσκεπὴς ἡμέρας τέσσαρας· καὶ μετὰ | |
15 | ταῦτα ἐσκεπάσθη, καὶ συνετάφη αὐτῷ στέμμα χρυσοῦν διὰ λίθων τιμῆς λιτρῶν ἑβδομήκοντα. | |
17t | Κωνσταντῖνος υἱὸς Ἡρακλείου. | |
18 | Κωνσταντῖνος υἱὸς Ἡρακλείου ἐβασίλευσεν ἔτος ἕν. οὗ‐ τος φαρμακοῦται ὑπὸ τῆς ἰδίας μητρυιᾶς Μαρτίνης, καταλι‐ | |
20 | πὼν τὸν υἱὸν Κώσταν· ἐτέθη δὲ τὸ σῶμα αὐτοῦ ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων ἐν τῷ ἡρώῳ Ἰουστινιανοῦ. γυνὴ δὲ | |
τούτου Ἀναστασία, ἣ καὶ μετὰ τὴν αὐτῆς τελευτὴν συνετάφη | 154 | |
156 | τῷ ἀνδρί. τὸν δὲ τῆς ἀρχιερωσύνης θρόνον κατεῖχε Πύρρος Σεργίου τελευτήσαντος. ἦν δὲ Κωνσταντῖνος ἀσθενὴς μὲν τῷ σώματι, καθ’ ἑκάστην ὡς εἰπεῖν ἡμέραν νοσηλευόμενος. τούτῳ τινὲς λέγουσιν ὅτι τὸ στέμμα, ἐν ᾧ ἐστέφθης, σὺν τῷ | |
5 | πατρί σου ἐτάφη. καὶ ἐκέλευσε Καλλίνικον κουβικουλάριον ἀνοιχθῆναι τὸν τάφον τοῦ πατρὸς αὐτοῦ καὶ τὸ στέμμα ἐπαρ‐ θῆναι. ἀπελθὼν οὖν πρὸς τὸ ἀνοῖξαι εὗρε τὸ σῶμα διαλυ‐ θὲν καὶ κείμενον ὡς ὕδωρ, ὅπερ ἦν ἀπορρυὲν ἀπ’ αὐτοῦ, καὶ τὸ στέμμα συμπαγὲν τῇ κεφαλῇ· καὶ ἀνέσπασεν αὐτὸ σὺν | |
10 | τῇ κόμῃ τῆς κεφαλῆς πενθῶν καὶ ὀδυρόμενος, καὶ ἀπήγαγε Κωνσταντίνῳ. ὁ δὲ τοῦτο θεασάμενος ἐκέλευσε παραλυθῆ‐ ναι καὶ σμηχθῆναι, ὅπερ διετιμήσαντο χρυσοῦ λίτρας ἑβδο‐ μήκοντα. | |
13t | Ἡρακλωνᾶς νόθος υἱὸς Ἡρακλείου. | |
14 | Ἡρακλωνᾶς ἐβασίλευσεν ἅμα Μαρτίνῃ τῇ μητρὶ αὐτοῦ | |
15 | μῆνας τέσσαρας· ἡ δὲ σύγκλητος ἀπώσατο Ἡρακλωνᾶν, ῥι‐ νοκοπήσαντες αὐτόν, καὶ Μαρτίναν γλωσσοτομήσαντες ἐξώρι‐ σαν αὐτούς· ἀνεβίβασε δὲ ἐν τῇ βασιλείᾳ Κώνσταν υἱὸν Κωνσταντίνου, ἔγγονον Ἡρακλείου. οὗτος προσήγαγεν εἰς τὴν ἁγίαν Σοφίαν τὸ στέμμα ὅπερ ἀφείλετο Κωνσταντῖνος ἐκ τοῦ | |
20 | μνήματος τοῦ πατρὸς αὐτοῦ. οὐκ ἐτάφη δὲ βασιλικῶς ὁ | |
Ἡρακλωνᾶς, ἀλλὰ διωχθεὶς ἐκ τῆς βασιλείας καὶ ἰδιωτεύων | 155 | |
157 | μέχρι τελευτῆς αὐτοῦ ἐτάφη ἐν μοναστηρίῳ τῷ δεσποτικῷ σὺν τῇ μητρὶ αὐτοῦ Μαρτίνῃ. τὸν δὲ τῆς ἀρχιερωσύνης θρόνον κατεῖχε Παῦλος διαδεξάμενος Πύρρον. | |
4t | Κώνστας υἱὸς Κωνσταντίνου ἔκγονος Ἡρακλείου. | |
5 | Κώνστας ἐβασίλευσεν ἔτη εἰκοσιεπτά· ἔφη δὲ ἐπὶ σε‐ λεντίου πρὸς τὴν σύγκλητον “τοῦ ἐμοῦ πατρὸς Κωνσταντίνου ἐπὶ ζωῆς τοῦ ἰδίου πατρός, ἐμοῦ δὲ πάππου Ἡρακλείου, ἱκα‐ νὸν σὺν τῷ πατρὶ βασιλεύσαντος, μετὰ δὲ τοῦτον λίαν βραχὺ (ὁ γὰρ Μαρτίνης φθόνος τῆς αὐτοῦ μητρυιᾶς τοῦ ζῆν αὐτὸν | |
10 | ἀπήλλαξε διὰ Ἡρακλωνᾶν τὸν ἐξ αὐτῆς ἄγαν ἀθέσμως γεγε‐ νημένον), ταύτην μετὰ τοῦ τέκνου ἡ ἡμετέρα σὺν θεῷ ψῆφος ἐξήγαγε πρὸς τὸ μὴ τὸν ἐξαθέσμως καὶ ἐκνόμως γενηθέντα βασιλεύεσθαι τὴν βασιλείαν Ῥωμαίων. ἐγὼ δὲ παρακαλῶ συμβούλους ἔχειν ὑμᾶς καὶ φίλους καὶ γνώμονας τῆς ἐμῆς | |
15 | βασιλείας.” καὶ φιλοτιμησάμενος αὐτοὺς δώροις ἀπέλυσεν. ἐφ’ οὗ γέγονε βίαιος ἄνεμος, καὶ πολλὰ δένδρα ἀνέσπασε καὶ κίονας κατέβαλε καὶ πλοῖα συνέτριψεν. ἀλλὰ καὶ Μαυίας ὁ τῶν Ἀράβων ἀρχηγός, τὴν Ῥόδον καταλαβὼν καὶ παραλαβὼν τὸν κολοσσὸν Ῥόδου, μετὰ χίλια τριακόσια ἑξήκοντα ἔτη τῆς | |
20 | αὐτῆς ἱδρύσεως καθεῖλεν· ὃν Ἰουδαῖός τις ἔμπορος ὠνησά‐ μενος ἑπτακοσίους καμήλους ἐφόρτωσε τὸν χαλκὸν τοῦ κολοσ‐ | |
σοῦ. Μαυίας δὲ μετὰ πλοίων ἦλθεν ἐν Φοινίκῃ, ἔνθα ἦν ὁ | 156 | |
158 | βασιλεὺς Κώνστας μετὰ Ῥωμαϊκοῦ στόλου, ναυμαχεῖν μέλλων μετ’ αὐτοῦ· τῇ δὲ νυκτὶ εἶδε κατ’ ὄναρ ὁ βασιλεὺς ὅτι διέ‐ τριβεν ἐν Θεσσαλονίκῃ τῇ πόλει· διυπνισθεὶς δὲ καὶ τῷ ὀνει‐ ροκρίτῃ διηγησάμενος ἐνύπνιον, ὁ δὲ ἔφη “εἶθε, ὦ βασιλεῦ, | |
5 | μὴ ὕπνωσας τῇ νυκτὶ ταύτῃ μήτε ὄνειρον ἐθεάσω· τὸ γὰρ εἶναί σε ἐν Θεσσαλονίκῃ θὲς ἄλλῳ τὴν νίκην κρίνεται· πρὸς τὸν ἐχθρόν σου ἡ νίκη τρέπεται.” καὶ δὴ τοῦτο ἀπέ‐ βη· συμβαλόντες γὰρ πόλεμον ἡττῶνται Ῥωμαῖοι, ὁ δὲ βα‐ σιλεὺς μόλις διασωθεὶς ὑπεστράφη μετ’ αἰσχύνης ἐν Κων‐ | |
10 | σταντινουπόλει. Οὗτος ὁ Κώνστας μὴ δυνηθεὶς τὸν ἅγιον Μάξιμον εἰς τὴν αὐτοῦ κακοδοξίαν ἐνεγκεῖν τήν τε γλῶσσαν καὶ τὴν χεῖρα αὐτοῦ ἀπέκοψε, καὶ τὸν ἅγιον Μαρτῖνον πάπαν Ῥώμης ἐξώ‐ ρισε διὰ τὸ ἐλέγχεσθαι ὑπ’ αὐτοῦ τὸ μονοθέλητον δόγμα. | |
15 | οὐ μόνον δέ, ἀλλὰ καὶ τὸν ἴδιον ἀδελφὸν Θεοδόσιον ἔσφαξε, διάκονον χειροτονηθέντα ὑπὸ Παύλου πατριάρχου· ἀρχιε‐ ρεὺς δὲ Κωνσταντινουπόλεως ἦν Γεώργιος, πρεσβύτερος καὶ σύγκελλος γενόμενος. Μαυίας δὲ ὁ τῶν Ἀράβων ἀρχηγὸς μετὰ ταῦτα ἐπρέσβευσε περὶ εἰρήνης πρὸς Κώνσταν διὰ τὴν | |
20 | εἰς αὐτὸν γενομένην ὑπὸ τῶν Ἀράβων ἀνταρσίαν, καὶ ἵνα τε‐ λῶσι τοῖς Ῥωμαίοις ὑπὲρ τῆς τοιαύτης εἰρήνης οἱ Ἄραβες καθ’ ἡμέραν νομίσματα χίλια καὶ ἵππον καὶ δοῦλον· ὁ δὲ | |
οὐκ ἐπείσθη. καταλιπὼν δὲ Κωνσταντινούπολιν κατῆλθεν εἰς | 157 | |
159 | Συράκουσαν τῆς Σικελίας, τῷ βαλανείῳ σμηχόμενος· μετὰ γὰρ ταῦ κάδδου κατὰ κορυφῆς λαβὼν παρὰ Ἀνδρέου ἐτεθνή‐ κει, καὶ προεβάλοντο οἱ Συρακούσιοι Νιζίζιον Ἀρμένιον εἰς βασιλέα, ὄντα λίαν εὐπρεπῆ καὶ ὡραιότατον. | |
5t | Κωνσταντῖνος υἱὸς Κώνστα ὁ Πωγωνάτος. | |
6 | Κωνσταντῖνος υἱὸς Κώνστα ἐβασίλευσεν ἔτη δεκαεπτά. οὗτος μαθὼν τὴν τοῦ πατρὸς ἀναίρεσιν μετὰ πλείστου στρα‐ τοῦ καὶ ναυστολίας τὴν Σικελίαν κατέλαβε, καὶ χειρωσάμενος Νιζίζιον καὶ τοὺς τοῦ πατρὸς ἀναιρέτας πάντας ἀπεκεφάλι‐ | |
10 | σεν· ὡσαύτως καὶ Ἰουστινιανὸν πατρίκιον τὸν πατέρα τοῦ Γερμανοῦ τοῦ γενομένου πατριάρχου· τὸν δὲ Γερμανὸν ὄντα τραχύτερον εὐνούχισεν. οὗτος ἐκλήθη Πωγωνάτος ὡς ἀπελ‐ θὼν ἐπὶ τῇ τοῦ πατρὸς ἐκδικήσει, ἐπανελθὼν δὲ μετὰ πώ‐ γωνος. καὶ ὑποστρέψας ἐν Κωνσταντινουπόλει ἐβασίλευσεν | |
15 | ἅμα τοῖς ἀδελφοῖς· ἐπιβουλευθεὶς δὲ παρ’ αὐτοῖς καὶ κατι‐ σχύσας ῥινοτμήτους καὶ ἐξορίστους ἐποίησεν Ἡράκλειον καὶ Τιβέριον. Ἐπὶ αὐτοῦ δὲ ἐξῆλθε στόλος μέγας καὶ κεφαλαὶ πλεῖσται τῶν Ἀράβων, καὶ παραλαβόντες Κύζικον ἦλθον μέχρι τῆς | |
20 | χρυσῆς πόρτης καὶ τοῦ κυκλοβίου, πολέμους ποιοῦντες καθ’ | 158 |
160 | ἑκάστην, καὶ παραχειμάζοντες ἐν τῷ κόλπῳ καὶ Κυζίκῳ, ἐπὶ ἑπτὰ ἔτη πολεμοῦντες Κωνσταντινούπολιν. τῇ δὲ τοῦ θεοῦ χάριτι καταπολεμηθέντες ὑπὸ τῶν Βυζαντίων ὑπὸ τοῦ στρα‐ τοῦ τῶν Κιβυρραιωτῶν αὖθις πολεμηθέντες ἡττήθησαν, ἐμ‐ | |
5 | πρησθέντων καὶ τῶν πλοίων αὐτῶν ἀπὸ τοῦ ὑδατώδους πυ‐ ρός. Καλλίνικος γάρ τις ἀρχιτέκτων ἀπὸ Ἡλιουπόλεως Συ‐ ρίας προσφυγὼν τοῖς Ῥωμαίοις πῦρ ὑγρὸν ἀρχῆθεν αὐτοῖς κατεσκεύασε, καὶ τὰ τῶν Ἀράβων σκάφη καταπρήσας σύμψυ‐ χα ἀπώλεσε. καὶ οὕτως οἱ Ῥωμαῖοι μετὰ νίκης μεγάλης ὑπέ‐ | |
10 | στρεψαν, ἔκτοτε ὑγρὸν πῦρ ἐφευρόντες. Εἰσῆλθον δὲ οἱ Μαρδαῗται εἰς τὸν Λίβανον Συρίας, καὶ ἐκράτησαν αὐτόν. καὶ Μαυίας φοβηθεὶς σφόδρα ἀποστέλλει πρέσβεις πρὸς τὸν βασιλέα, ζητῶν εἰρήνην, ὑποσχόμενος καὶ ἐτήσια πάκτα. ὁ δὲ βασιλεὺς τοὺς πρέσβεις δεξάμενος ἀπο‐ | |
15 | στέλλει σὺν αὐτοῖς Ἰωάννην πατρίκιον τὸν Πιτζογάβδην, ὡς πολυπειρίᾳ καὶ φρονήσει κεκωσμημένον, διαλεχθῆναι τοῖς Ἄραψι· τῶν δὲ Ἀράβων θαυμασάντων τὴν φρόνησιν καὶ ἀγχίνοιαν αὐτοῦ, συνεφώνησαν παρέχειν Ῥωμαίοις κατ’ ἔτος χρυσοῦ χιλιάδας δέκα καὶ αἰχμαλώτους χιλιάδας ὀκτὼ καὶ | |
20 | ἵππους εὐγενεῖς πεντήκοντα. ταῦτα ἐστοιχήθη δίδοσθαι ἐπὶ χρόνοις τριάκοντα, ὥστε εἶναι πλατεῖαν εἰρήνην ἀναμεταξὺ Ἀράβων καὶ Ῥωμαίων. ὡσαύτως καὶ οἱ τὰ ἑσπέρια οἰκοῦν‐ τες Σκύθαι, ὅ τε χαγάνος καὶ οἱ ἐπέκεινα ῥῆγες καὶ οἱ κά‐ | |
σταλδοι, δῶρα τῷ βασιλεῖ στείλαντες ᾐτήσαντο εἰρήνην. εἶξεν | 159 | |
161 | οὖν ὁ βασιλεὺς καὶ ἐκύρωσεν εἰρήνην, καὶ γέγονε γαλήνη ἔν τε ἀνατολῇ καὶ δύσει. Ἐπὶ αὐτοῦ δὲ τοῦ βασιλέως τὸ τῶν Βουλγάρων ἔθνος διαπεράσαν καὶ ἀπὸ τῶν ὁμοφύλων ἀποχωρισθὲν ἐσκήνωσεν | |
5 | ἐν Βάρναις ἔν τισι λόχμαις καὶ ὄρεσιν. ὁ δὲ βασιλεὺς τοῦτο ἀκηκοὼς σὺν ναυσὶ καὶ στρατῷ ἐπῆλθε κατ’ αὐτῶν. οἱ δὲ Βούλγαροι τοῦτο ἀθρόως θεασάμενοι, καὶ τῆς ἑαυτῶν ἀπε‐ γνωκότες σωτηρίας, εἴς τι ὀχύρωμα καταφεύγουσι καὶ ἑαυ‐ τοὺς ἀσφαλίζονται. τῶν δὲ Ῥωμαίων πόλεμον μὴ δυναμέ‐ | |
10 | νων συνάψαι διά τε τὰ τέλματα καὶ τὴν τοῦ τόπου ὀχύρω‐ σιν, ἐθρασύνθη τὸ μιαρὸν ἔθνος. συνέβη δὲ καὶ τὸν βασιλέα ποδαλγίᾳ ὀξυπαθῆναι καὶ ἐπὶ Μεσημβρίαν ὑποστρέψαι, πα‐ ρεγγυήσαντος τοῖς στρατηγοῖς ἐνέδραν καὶ λόχον ποιῆσαι, εἶτα διὰ χλεύης τινὸς ὑποσῦραι αὐτοὺς ἔξω. ἀλλ’ οἱ καβαλλαρι‐ | |
15 | κοὶ τὸν βασιλέα φεύγειν διαφημίσαντες φυγῇ ἐχρήσαντο μη‐ δενὸς διώκοντος. οἱ δὲ Βούλγαροι τοῦτο θεασάμενοι ἐδίωξαν ὄπισθεν αὐτῶν, καὶ πολλοὺς ξίφει ἀνεῖλον· καὶ ἔκτοτε δια‐ περάσαντες καὶ θρασυνθέντες κατεκράτησαν, καὶ πλατυνθέν‐ τες τὴν Ῥωμαϊκὴν χώραν ἠχμαλώτιζον· ὅθεν καὶ ἀναγκα‐ | |
20 | σθεὶς ὁ βασιλεὺς εἰρηνεῦσαι μετ’ αὐτῶν, ἐτήσια αὐτοῖς συμ‐ φωνήσας πάκτα, ἐπ’ αἰσχύνῃ Ῥωμαίων, διὰ πλῆθος ἁμαρ‐ τιῶν ἡμῶν, ὅτι ὁ πάντας ὑποτελεῖς ποιήσας ὑπὸ μιαροῦ | |
ἔθνους ἡττήθη. | 160 | |
162 | Ἠρεμήσας δὲ ἐκ πάντων ἥνωσε τὰς ἁγίας ἐκκλησίας· καὶ σύνοδον οἰκουμενικὴν ποιήσας, συναθροίσας ἐν Κωνσταν‐ τινουπόλει τῶν σπθʹ πατέρων, ἐβεβαίωσε τὰ δόγματα τῶν προλαβουσῶν ἁγίων πέντε συνόδων, καὶ τὴν τῶν μονοθελητῶν | |
5 | αἵρεσιν ἀνεθεμάτισε, καθελὼν Σέργιόν τε καὶ Πύρρον. τε‐ λευτήσας δὲ ἐτέθη ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων ἐν λάρ‐ νακι Θετταλῇ· τὸν δὲ τῆς ἀρχιερωσύνης θρόνον κατεῖχε Γεώργιος ὁ Σύρος· ἔστεψε δὲ Ἰουστινιανὸν τὸν υἱὸν αὐτοῦ τοῦ συμβασιλεύειν αὐτῷ. Μαυΐου δὲ τοῦ Ἄραβος τελευτή‐ | |
10 | σαντος Ἀβιμέλεχ ἐκράτησεν· ὃς καὶ ἀποστείλας πρέσβεις πρὸς τὸν βασιλέα ᾐτήσατο εἰρήνην τοῦ παρέχειν τξεʹ χιλιά‐ δας χρυσίου νομίσματα καὶ τξεʹ δούλους καὶ εὐγενεῖς ἵππους τξεʹ καθ’ ἕκαστον χρόνον, ὅπως παυθῇ τὰ τῶν Μαρδαϊτῶν τάγματα ἐκ τοῦ Λιβάνου. ἀπεβίω δὲ ὁ αὐτὸς εὐσεβὴς Κων‐ | |
15 | σταντῖνος κρατήσας ἔτη ιζʹ. | |
16t | Ἰουστινιανὸς ὁ υἱὸς αὐτοῦ ὁ ῥινότμητος. | |
17 | Ἰουστινιανὸς ὁ υἱὸς αὐτοῦ ἐβασίλευσεν ἔτη ιϛʹ. οὗτος ἀπέστειλε πρὸς Ἀβιμέλεχ ἀσφαλίσασθαι τὰ στοιχηθέντα ἐγ‐ γράφως ἐπὶ τοῦ αὐτοῦ πατρός, καὶ πέμψας παρέστειλε τοὺς | |
20 | Μαρδαΐτας χιλιάδας δώδεκα, ὢ τῆς ἀνοίας, Ῥωμαϊκὴν δυνα‐ στείαν ἀκρωτηριάσας· πάνδεινα γὰρ κακὰ ἔκτοτε πέπονθεν | |
ἡ Ῥωμανία ὑπὸ τῶν Ἀράβων μέχρι τοῦ νῦν, τούτων παρα‐ | 161 | |
163 | σταλέντων. ἔλυσε δὲ καὶ τὴν τῶν Βουλγάρων εἰρήνην. ἐπι‐ στρατεύσας δὲ ἐπὶ τὰ δυτικὰ μέρη πολλὰ τῶν Σκλάβων πλή‐ θη τὰ μὲν πολέμῳ τὰ δὲ λόγῳ παραλαβὼν ὑπέστρεψεν, ἀφ’ ὧν ἐπιλεξάμενος καὶ στρατεύσας χιλιάδας τριάκοντα λαὸν πε‐ | |
5 | ριούσιον τούτους ἐπωνόμασεν· οὓς δὴ καθοπλίσας καὶ ἰδιο‐ ποιησάμενος, καὶ τῇ τούτων συμμαχίᾳ πεποιθώς, λύει τὴν μεταξὺ Ῥωμαίων καὶ Ἀγαρηνῶν εἰρήνην ἐξ ἀνοίας, καὶ λα‐ βὼν τὸν περιούσιον ἢ μᾶλλον ἀνόσιον εἰπεῖν λαὸν καὶ τὰ λοιπὰ στρατεύματα πρὸς τὴν Σεβαστούπολιν ἀπῆρεν· ἐν ᾗ | |
10 | καὶ οἱ Ἀγαρηνοὶ παραγενόμενοι, καὶ προμαρτυρούμενοι αὐτῷ τὰ μεθ’ ὅρκων συμφωνηθέντα μὴ διαστρέψαι, ἐπείτοι γε κρι‐ τὴς ὁ θεὸς καὶ ἔκδικος γενήσεται, οὐ κατεδέξατο τὰ τῆς εἰ‐ ρήνης ὁ βασιλεύς, ἀλλὰ πρὸς πόλεμον παρετάσσετο. καὶ δὴ παραυτίκα ἁπλώσαντες οἱ Ἀγαρηνοὶ τὸν τῆς εἰρήνης ἔγγρα‐ | |
15 | φον χάρτην, καὶ ἐπὶ δόρατος ἀναρτήσαντες, ὥρμησαν κατὰ Ῥωμαίων. καὶ συμβολῆς γενομένης ηὐτομόλησαν ἐκ τῶν Σκλάβων πρὸς τοὺς Ἀγαρηνοὺς χιλιάδες εἴκοσι, καὶ οὕτως τῶν Ῥωμαίων δεινῶς τραπέντων καὶ ἀναριθμήτων σφαγέντων ἡ δικαιοκρισία καὶ νίκη πρὸς τοὺς ἐναντίους ἐχώρησε, διδά‐ | |
20 | σκουσα μὴ παραβαίνειν θεῖον ὅρκον πώποτε, κἂν πρὸς τοὺς ἐναντίους καὶ ἀπίστους γένηται. πεφευγὼς δὲ ὁ βασιλεύς, καὶ φθάσας ἐν τῲ παρὰ θάλασσαν τόπῳ τοῦ Λευκάτου μετ’ αἰσχύνης πολλῆς καὶ ἥττης, ἀνεῖλε τὰς περιλειφθείσας δέκα | |
χιλιάδας τῶν Σκλάβων, καὶ ἔκτοτε πλείω θρασυνθέντες οἱ | 162 | |
164 | Ἀγαρηνοὶ σφοδρότερον ἐληΐζοντο τὴν Ῥωμανίαν, ἔχοντες εἰς βοήθειαν καὶ τοὺς πρόσφυγας Σκλάβους. τοῦ δὲ βασιλέως εἰσελθόντος εἰς τὴν πόλιν γέγονεν ἡλιακὴ ἔκλειψις, ὥστε καὶ τοὺς ἀστέρας φανῆναι. | |
5 | Ἰουστινιανὸς δὲ τὰ τοῦ παλατίου κτίσματα ἐπεμελεῖτο, τὸν Ἰουστινιανοῦ λεγόμενον τρίκλινον κτίσας καὶ ποικίλοις κο‐ σμήσας μαρμάροις, καὶ τὰ πέριξ τοῦ παλατίου, ἔχων Στέφα‐ νον σακελλάριον αὐτοῦ καὶ πρωτευνοῦχον, αἱμοβόρον ὄντα καὶ ἀπηνῆ, αἰκίζοντα ἀνηλεῶς τοὺς ἐργολάβους, καὶ τοσοῦτον ἀπη‐ | |
10 | νῆ ὡς καὶ τὴν μητέρα τοῦ βασιλέως τυπτῆσαι· ὃς καὶ εἰς τὸ πολιτικὸν πλεῖστα κακὰ ἐνδεικνύμενος, καὶ ἐκ τῶν οἰκητό‐ ρων τῆς πόλεως ἀπαιτήσεις καὶ ἐκταγὰς ἀπροφασίστους ποι‐ ούμενος, μισητὸν τὸν βασιλέα τῇ πόλει πεποίηκεν. Ὁ δέ γε βασιλεὺς βουλόμενος κτίσαι τῷ δήμῳ βάθρα | |
15 | καὶ στάσιν, ἀπῄτει Καλλίνικον τὸν πατριάρχην εὐχὴν ποιῆ‐ σαι τοῦ καταλυθῆναι τὴν ἐκκλησίαν τῆς ὑπεραγίας θεοτόκου τὴν οὖσαν πλησίον τοῦ παλατίου, βουλόμενος στῆσαι φιάλην καὶ βάθραν κτίσαι τῷ δήμῳ πρὸς τὸ ἐκεῖσε γίνεσθαι τὸ λε‐ γόμενον σαξιμοδέξιον. ὁ δὲ πατριάρχης ἔλεγεν ὅτι εὐχὴν ἐπὶ | |
20 | συστάσει ἐκκλησίας ἔχομεν, ἐπὶ δὲ καταλύσει οὐ παρελάβο‐ μεν. βιασθεὶς δὲ καὶ ἀπαιτούμενος τὴν εὐχὴν ἔφη “δόξα τῷ θεῷ τῷ ἀνεχομένῳ πάντα νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶ‐ | |
νας τῶν αἰώνων,” καὶ παρευθὺ κατέλυσαν τὴν ἐκκλησίαν. | 163 | |
165 | Λεόντιος δὲ ὁ πατρίκιος ἐν ὑπολήψει ὢν τῆς βασιλείας, καὶ διὰ τοῦτο ἐναπόκλειστος γεγονὼς ἐπὶ ἔτη δύο, τότε δὲ ἐκπεμφθεὶς παρὰ Ἰουστινιανοῦ στρατηγὸς εἰς Ἑλλάδα, καὶ φίλῳ αὐτοῦ Παύλῳ μοναχῷ καὶ ἀστρονόμῳ ἐντυχών, ὃς καὶ | |
5 | προεῖπεν αὐτῷ τῆς βασιλείας κρατῆσαι, πρὸς αὐτόν τε καὶ τοὺς λοιποὺς φίλους αὐτοῦ ἰδιαζόντως ἔφη “ἰδοὺ ὄπισθέ μου ἀποστέλλει ὁ βασιλεὺς καὶ αἴρει τὴν κεφαλήν μου, καὶ ψευδῆ μοί εἰσιν ἅ μοι ἐπηγγείλασθε περὶ βασιλείας.” οἱ δὲ εἶπον “αὐτὸς μὴ ὀκνήσῃς, καὶ τοῦτο εὐθέως καὶ ἄρτι πληροῦται.” | |
10 | καὶ λαβὼν αὐτοὺς ἦλθε καὶ ἔκλασε τὰς δημοσίας φυλακάς, συλλαβόμενος ὄχλον πολὺν μετ’ αὐτοῦ. ἐξελθὼν δὲ εἰς τὸν φόρον ἐκήρυξαν παντὶ τῷ λαῷ βοῶντες “ὅσοι Χριστιανοί, εἰς τὴν ἁγίαν Σοφίαν· καὶ ἐπισυναχθὲν πλῆθος ἔκραζον “ἀνα‐ σκαφείη τὰ ὀστᾶ Ἰουστινιανοῦ.” ἐξελθὼν δὲ Λεόντιος εἰς τὸ | |
15 | ἱπποδρόμιον ἀναγορεύεται βασιλεύς, καὶ ἡμέρας γενομένης ἐξαγαγὼν Ἰουστινιανὸν εἰς τὸ ἱππικὸν καὶ ῥινότμητον ποιή‐ σας ἐν τῇ σφενδόνῃ ἐξώρισεν εἰς Χερσῶνα. ὁ δὲ ὄχλος συλ‐ λαβόμενος Στέφανον σακελλάριον τὸν εὐνοῦχον καὶ Θεόδοτον γενικόν, σχοίνοις τε ἐκ ποδῶν δήσαντες ἔσυραν διὰ τῆς μέ‐ | |
20 | σης, καὶ εἰς τὸν βοῦν ἀγαγόντες ἔκαυσαν. | 164 |
21t | Λεόντιος. | |
22 | Λεόντιος ἐβασίλευσεν ἔτη τρία· ἐφ’ οὗ οἱ Ἄραβες τὴν | 165 |
166 | Ἀφρικὴν ἐκστρατεύσαντες παρέλαβον. ὁ δὲ Λεόντιος ταῦτα μαθὼν ἀποστέλλει τὸν πατρίκιον Ἰωάννην ἄνδρα ἱκανὸν μετὰ Ῥωμαϊκοῦ στόλου· ὃς τοὺς ἐχθροὺς κατατροπωσάμενος ἠλευ‐ θέρωσε τὴν Ἀφρικήν, καὶ ταῦτα ἀναγαγὼν τῷ βασιλεῖ ἐκεῖσε | |
5 | παρεχείμασεν. ὁ δὲ πρωτοσύμβουλος ταῦτα μαθὼν δύναμιν πολλὴν Ἀγαρηνῶν ἀπέστειλε κατὰ Ἰωάννου, καὶ τοῦτον ἐξε‐ δίωξεν. ὁ δὲ Ἰωάννης ἐπὶ Ῥωμανίαν ἔκαμψε, δύναμιν πλείω βουλόμενος ἀναλαβεῖν· ἐλθόντος δὲ ἕως Κρήτης ἐπὶ τὸν βα‐ σιλέα πορευομένου, ὁ στρατὸς ὑπὸ τῶν ἰδίων ἀρχόντων ἀνα‐ | |
10 | τραπεὶς εἰς βουλὴν πονηρὰν ἐξετράπη, καὶ φονεύσαντες Ἰω‐ άννην πατρίκιον καὶ τὸν βασιλέα ἀναθεματίσαντες, Ἀψίμα‐ ρον δρουγγάριον τῶν πλωίμων τῶν Κιβυρραιωτῶν βασιλέα ἀνηγόρευσαν, Τιβέριον ὀνομάσαντες. τοῦ δὲ Λεοντίου τὸν τοῦ νεωρίου λιμένα ἐκκαθαίροντος, ἡ τοῦ βομβῶνος λύμη ἐνέ‐ | |
15 | σκηψε τῇ πόλει καὶ πλῆθος λαοῦ διέφθειρε. κατέλαβε δὲ ὁ Ἀψίμαρος ἅμα τῷ στόλῳ, καὶ προσώρμισεν ἐν Συκαῖς. τῆς δὲ πόλεως Λεόντιον παραδοῦναι μὴ βουλομένης προδοσία γέγονε διὰ τῆς τῶν Βλαχερνῶν πόρτης, καὶ τὸν Λεόντιον χει‐ ρωσάμενος Ἀψίμαρος καὶ ῥινοκοπήσας ἐν τῇ μονῇ τῆς Δαλ‐ | |
20 | μάτου περιώρισεν, καὶ πάντας τοὺς φίλους αὐτοῦ τύψας καὶ | |
δημεύσας ἐξώρισεν. | 166 | |
167(1t) | Ἀψίμαρος ὁ καὶ Τιβέριος. | |
2 | Ἀψίμαρος ὁ καὶ Τιβέριος ἐβασίλευσεν ἔτη ἑπτά, ἐφ’ οὗ γέγονε θανατικὸν μέγα, καὶ Ῥωμαῖοι τὴν Συρίαν ληισάμενοι κατέσφαξαν μέχρι χιλιάδων διακοσίων. Ἀψίμαρος δὲ Φιλιπ‐ | |
5 | πικὸν υἱὸν Νικηφόρου πατρικίου εἰς Κεφαληνίαν ἐξώρισεν ὡς ὀνειροπολοῦντα τὸ βασιλεῦσαι. κατ’ ὄναρ ἔλεγεν ἑωρακέναι τὴν κεφαλὴν αὐτοῦ ὑπὸ ἀετοῦ σκεπάζεσθαι, ὅπερ ἀκούσας ὁ βασιλεὺς τοῦτον ἐξώρισεν. ὁ δὲ Ἰουστινιανὸς ἐν Χερσῶνι ἐφήμιζεν ὡς πάλιν τὴν βασιλείαν ἀπολήψοιτο· οἱ δὲ οἰκήτορες | |
10 | φοβηθέντες ἐβουλεύσαντο ἢ φονεῦσαι τοῦτον ἢ τῷ βασιλεῖ πα‐ ραπέμψαι. τοῦτο δὲ γνοὺς Ἰουστινιανὸς εἰς Χαζαρίαν φεύγει· καὶ ἐξέδοτο αὐτῷ εἰς γυναῖκα ὁ Χάζαρος τὴν αὐτοῦ ἀδελφὴν Θεοδώραν. ταῦτα μαθὼν Ἀψίμαρος πέμπει πρὸς χαγάνον, πολλὰ δῶρα ὑπισχνούμενος αὐτῷ, ἢ τὸν Ἰουστινιανὸν ζῶντα | |
15 | ἢ κἂν τὴν κεφαλὴν αὐτοῦ ἀποστεῖλαι αὐτῷ. ὁ δὲ Ἰουστινια‐ νὸς ταῦτα μαθὼν ἀπελθὼν ἐν Χερσῶνι λάθρα καὶ ναῦν ἀνα‐ λαβόμενος ἀπέπλευσεν, ἐπὶ τὸ στόμιον τοῦ Ἴστρου τὸν πλοῦν ποιούμενος. καὶ κλύδωνος γενομένου καὶ πάντων ἀπογνόν‐ των διὰ τὸν κλύδωνα οἰκεῖος αὐτῷ τις ἔφη “εἰ περισωθῇς, ὦ | |
20 | δέσποτα, καί σοι τὴν βασιλείαν ὁ θεὸς ἀποδῷ, δὸς λοιπὸν μηδένα τῶν ἐχθρῶς ἀμύνασθαι.” ὁ δὲ ἐν θυμῷ καὶ ὀργῇ | |
ἔφη “ἐνταῦθά μοι καταποντίσει κύριος, εἰ φείσομαί τινος ἐξ | 167 | |
168 | αὐτῶν.” διασωθεὶς δὲ ἐκ τοῦ κλύδωνος ἀπέστειλε πρὸς Τέρ‐ βελον τὸν Βούλγαρον δοῦναι αὐτῷ συμμαχίαν τοῦ κρατῆσαι τὴν προγονικὴν βασιλείαν, καὶ πλεῖστα δῶρα παρασχεῖν αὐ‐ τῷ. ὁ δὲ οὐ μόνον συμμαχίαν ἀλλὰ καὶ ἑαυτὸν ἐπιδέδωκεν· | |
5 | ἅμα γὰρ αὐτῷ μετὰ πλείστης δυνάμεως ἐπὶ τὴν βασιλεύου‐ σαν παρεγένετο. εἰσῆλθε δὲ Ἰουστινιανὸς σὺν ὀλίγοις ὁμο‐ φύλοις διὰ τοῦ ἀγωγοῦ κατὰ προδοσίαν τινῶν τῶν ἐν τῇ πόλει, καὶ ἐξῆλθεν εἰς τὴν ἁγίαν Ἅνναν τὸ λεγόμενον δι’ αὐ‐ τὸν ἔκτοτε δεύτερον, καὶ κατεσκήνωσεν ἐν τῷ παλατίῳ Βλα‐ | |
10 | χερνῶν, ἀπολαβὼν τὴν αὐτοῦ βασιλείαν· ὅπερ μαθὼν Ἀψί‐ μαρος εἰς Ἀπολλωνιάδα φεύγει. | |
12t | Ἰουστινιανὸς τὸ δεύτερον ὁ ῥινότμητος. | |
13 | Ἰουστινιανὸς τὴν βασιλείαν τὸ δεύτερον ἀπολαβὼν ἐβα‐ σίλευσεν ἔτη ἕξ, δῶρα πολλὰ τῷ Τέρβελι δούς, καὶ χώραν | |
15 | τῶν Ῥωμαίων ἐκκόψας δίδωσιν αὐτῷ τὰ λεγόμενα νῦν Ζα‐ γόρια. Ἀψίμαρον δὲ ἀποστείλας ἐχειρώσατο καὶ Ἡράκλειον τὸν ἀδελφὸν αὐτοῦ σὺν πᾶσι τοῖς συνασπιζομένοις αὐτοῖς ἄρ‐ χουσι· καὶ τοὺς μὲν ἄλλους ἐν τῷ χειμῶνι πάντας ἀνασκο‐ λοπίσας, Ἀψίμαρον δὲ καὶ Λεόντιον ἁλύσεσι δεσμεύσας ἤγα‐ | |
20 | γεν ἐν τῷ καθίσματι τοῦ ἱπποδρομίου, καὶ τοὺς αὐχένας αὐ‐ | |
τῶν πατῶν ἦν ἄχρις ἀπολύσεως τοῦ πρώτου βαΐου. ὁ δὲ | 168 | |
169 | δῆμος ἐβόα “ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπέβης, καὶ κατεπά‐ τησας λέοντα καὶ δράκοντα.” καὶ οὕτως ἀποστείλας αὐτοὺς ἐν τῷ κυνηγίῳ ἀπεκεφάλισε. Καλλίνικον δὲ τὸν πατριάρχην τυφλώσας ἐξώρισε, καὶ πολλοὺς τῶν ὄντων ἐν τῇ πόλει ἀπώ‐ | |
5 | λεσε θανάτῳ, ὥστε φόβον μέγαν γενέσθαι. ἀποστείλας· δὲ ἤγαγε Θεοδώραν τὴν ἐκ Χαζαρίας καὶ Τιβέριον υἱὸν αὐτῆς, καὶ συνεβασίλευσαν αὐτῷ. λύσας δὲ τὴν εἰρήνην τῶν Βουλ‐ γάρων ἐπεστράτευσε κατ’ αὐτῶν, καὶ καταπολεμηθεὶς εἰς φρούριον κατέφυγε, καὶ τοὺς ἵππους νευροκοπήσας, εἰς τὰ | |
10 | σκάφη ἐπιβάς, μετ’ αἰσχύνης ἦλθεν ἐν Κωνσταντινουπόλει. Χερσωνίταις δὲ μνησικακῶν ἀπὸ τῆς ἐξορίας αὐτοῦ, ἀποστεί‐ λας Μαῦρον πατρίκιον κατέσφαξε καὶ τὰ νήπια αὐτῶν κατη‐ δάφισεν. ὁ δὲ Φιλιππικὸς ὁ καὶ Βαρδάνης ἐκεῖσε ὢν ἐξόρι‐ στος, καί τινας τῶν στρατιωτῶν ὑπονοθεύσας καὶ πρὸς τὴν | |
15 | αὐτοῦ ἑλκύσας εὔνοιαν, διὰ τὴν τοῦ Ἰουστινιανοῦ ἀπήνειαν καὶ ὠμότητα τοῦτον εὐφήμησαν εἰς βασιλέα καὶ μετὰ στόλου προέπεμψαν ἐν τῇ πόλει· ὅπερ γνοὺς ὁ Ἰουστινιανός, ἐπὶ πλεῖον φοβηθεὶς καὶ θυμωθείς, ἀνῆλθε μέχρι Σινώπης ἀκριβέστερον περὶ τούτου μαθησόμενος. τοῦ δὲ Φιλιππικοῦ σὺν τῷ στόλῳ | |
20 | τὴν πόλιν καταλαβόντος Ἰουστινιανὸς πρὸς τὸν Δαματρὺν ἀπέδρα, καταλειφθεὶς ὑπὸ πάντων· ὃν αὐτίκα Φιλιππικὸς χειρωσάμενος τὴν κεφαλὴν αὐτοῦ ἀφείλετο καὶ τοῖς Σκύθαις | |
ἐξέπεμψε. | 169 | |
170(1t) | Φιλιππικὸς ὁ καὶ Βαρδάνης. | |
2 | Φιλιππικὸς ὁ καὶ Βαρδάνης ἐβασίλευσεν ἔτη δύο· ὃς ἐν μὲν ταῖς διαλαλιαῖς αὐτοῦ λόγιος καὶ ἐχέφρων ἐλογίζετο, ἐν δὲ ταῖς πράξεσιν αὐτοῦ ἀσέμνως καὶ ἀνικάνως καὶ αἰσχρῶς | |
5 | τὸν βίον διατελῶν πάντῃ ἀδόκιμος ἐδείκνυτο. ἦν δὲ καὶ κα‐ κόδοξος, μὴ αἰσχυνθεὶς ὁρμῆσαι τοῦ κινῆσαι ὅρια τὰ τῆς ἁγίας συνόδου ἐκτεθειμένα· ταῦτα καὶ γὰρ ἀνατρέψαι ἐσπού‐ δαζεν, ὑπὸ ἐγκλείστου τινὸς ἐν τοῖς Καλλιστράτου καταμέ‐ νοντος τὴν κακοπιστίαν ἐκδιδαχθείς, παρ’ οὗ καὶ τὸ ὅτι βα‐ | |
10 | σιλεύει πρότερον ἤκουσεν. ἐφ’ οὗ καὶ οἱ Βούλγαροι μέχρι τῆς χρυσῆς πόρτης αἰχμαλωσίαν ποιήσαντες ὑπέστρεψαν. ὁ δέ, ἱππικοῦ τελουμένου καὶ τῶν πρασίνων νικησάντων, ἔδο‐ ξεν αὐτῷ μετὰ δοχῆς καὶ ὀργάνων εἰσελθεῖν καὶ λούσασθαι εἰς τὸ λουτρὸν τοῦ Ζευξίππου καὶ μετὰ πολιτῶν αἰσχρῶν | |
15 | ἑστιαθῆναι· ἐν δὲ τῷ αὐτὸν ἑστιᾶσθαι αἴφνης Γεώργιος πα‐ τρίκιος, ᾦ τὸ ἐπίκλην Βόραφος, καὶ Θεόδωρος πατρίκιος ὁ Μαϊάκης, μετὰ ταξεωτῶν ἐκ τῆς Θρᾴκης εἰσδραμόντες, καὶ ἁρπάσαντες τὸν Φιλιππικὸν καὶ ἀνενεγκόντες εἰς τὸ ἁρματού‐ ριον τῶν πρασίνων ἐτύφλωσαν, καὶ ἐπισυναχθέντος τοῦ λαοῦ | |
20 | τῇ ἐπαύριον εἰς τὴν μεγάλην ἐκκλησίαν ἔστεψαν Ἀρτέμιον πρωτασηκρήτις. ἐπὶ τούτου τὸν τῆς ἀρχιερωσύνης θρόνον | |
κατεῖχεν Ἰωάννης διάκονος καὶ χαρτοφύλαξ ὁ αἱρετικός. | 170 | |
171(1t) | Ἀρτέμιος ὁ καὶ Ἀναστάσιος. | |
2 | Ἀρτέμιος ὁ καὶ Ἀναστάσιος ἐβασίλευσεν ἔτη δύο, λογιώ‐ τατος ὤν· ὃς προεβάλετο στρατηγοὺς εἴς τε τὰ καβαλλαρικὰ θέματα καὶ εἰς τὰ πολιτικὰ λογιωτάτους καὶ ἱκανωτάτους, | |
5 | ὥστε τὰ πολιτικὰ ἐν ἀδείᾳ τελεῖν. οὗτος Θεόδωρον καὶ Γεώρ‐ γιον τοὺς πατρικίους ἐκτυφλώσας ἐξώρισεν ἐν Θεσσαλονίκῃ. τῶν δὲ Ἀράβων ὁπλιζομένων κατὰ Ῥωμανίας διά τε γῆς καὶ θαλάσσης, ἀπηγγέλη τῷ βασιλεῖ κατὰ τῆς πόλεως τούτους παραγίνεσθαι· ὁ δὲ ἤρξατο κτίζειν δρόμωνάς τε διήρεις καὶ | |
10 | παράλια τείχη ἀνακαινίζειν, ὡσαύτως καὶ τὰ χερσαῖα, τοξο‐ βολίστραις τε καὶ λοιπαῖς ὁπλίσεσι τὴν πόλιν κατωχύρωσε. καὶ γεννημάτων τὰ ὡρεῖα ἐπλήρωσεν. ἐπὶ τούτου καὶ Γερ‐ μανὸς ἐκ μητροπόλεως Κυζίκου μετατίθεται εἰς Κωνσταντι‐ νούπολιν, καὶ κιτατώριον δὲ μεταθεσίμου ἐκπεφώνηται, ψή‐ | |
15 | φῳ καὶ δοκιμασίᾳ τοῦ θεοφιλεστάτου πρεσβυτέρου καὶ δια‐ κόνου καὶ τῆς ἱερᾶς συγκλήτου ἐκφωνηθέν. “ἡ θεία χάρις ἡ πάντοτε τὰ ἀσθενῆ θεραπεύουσα καὶ τὰ ἐλλείποντα ἀναπλη‐ ροῦσα μετατίθησι Γερμανὸν τὸν ὁσιώτατον πρόεδρον τῆς Κυ‐ ζικηνῶν μητροπόλεως εἰς ἐπίσκοπον ταύτης τῆς θεοφυλάκτου | |
20 | καὶ βασιλίδος πόλεως ἐπὶ Ἀρτεμίου βασιλέως.” Μαθὼν δὲ ὁ βασιλεὺς ὅτι στόλος ἐξῆλθε τῶν Ἀγαρη‐ νῶν πρὸς τὸ κόψαι ξύλα ἐπὶ τὸν Φοίνικα, ἀπέστειλε στόλον | |
μετὰ κληρικοῦ ὀνόματι Ἰωάννην, ὃν καὶ Ἰωαννάκην ἐκάλεσαν, | 171 | |
172 | πρὸς τὸ καῦσαι τὴν ξυλὴν εἰς τὸν Φοίνικα καὶ τὴν ἐξάρτησιν τῶν Ἀγαρηνῶν. ὁ δὲ στόλος στασιάσας τὸν βασιλέα ἀνέ‐ σκαψαν, τὸν δὲ Ἰωάννην ῥομφαίαις ἀνεῖλον. οἱ δὲ τοῦτο ποιήσαντες ἀντάραντες ἀνήρχοντο κατὰ τῆς βασιλίδος πό‐ | |
5 | λεως. ἐλθόντων δὲ ἐν τῷ Ἀτραμυτίῳ, εὗρον ἐκεῖ Θεοδόσιον ἐκλήπτορα τῶν δημοσίων φόρων εὐσεβῆ καὶ ἀπράγμονα, καὶ ἀνηγόρευσαν αὐτὸν βασιλέα ὡς μή τινα ἔχοντες ἄρχοντα· ὁ δὲ φυγῇ χρησάμενος εἰς τὸ ὄρος ἐκρύβη. εὑρόντες δὲ αὐτὸν εὐφήμισαν βιασάμενοι εἰς βασιλέα. ὅπερ μαθὼν Ἀρτέμιος | |
10 | τὴν πόλιν ὀχυρώσας, ἐν Νικαίᾳ τῇ πόλει κατέφυγεν. ὁ δὲ τῆς πόλεως στόλος καὶ ὁ τοῦ Θεοδοσίου μέχρι μηνῶν ἓξ ἀλ‐ λήλους κατεπολέμουν· περάσας δὲ Θεοδόσιος ἐπὶ τὰ Θρᾳκῶα μέρη ἐν ὄχλῳ βαρεῖ τὴν πόλιν καταλαμβάνει, καὶ διὰ τῆς τῶν Βλαχερνῶν πόρτης τοῦ μονοτείχους εἰσῄει, ληιζόμενος | |
15 | τήν τε πόλιν καὶ τοὺς ἄρχοντας. οἱ δὲ πλώιμοι πραιδεύ‐ σαντες μεγίστην εἰργάσαντο ἅλωσιν, μηδενὸς φεισάμενοι· τὸν δὲ πατριάρχην Γερμανὸν καὶ τοὺς ἄρχοντας Ἀρτεμίου συλ‐ λαβόμενοι ἐν Νικαίᾳ ἐξορίστους ἀπήγαγον. ὁ δὲ Ἀρτέμιος τούτοις θεασάμενος, λόγον τινὰ ἀπαθείας λαβών, τὸ μοναδι‐ | |
20 | κὸν περιεβάλετο σχῆμα· ὃν Θεοδόσιος ἐν Θεσσαλονίκῃ ἐξώ‐ ρισε. Λέων δὲ ὁ Ἴσαυρος τῶν ἀνατολικῶν στρατηγὸς ὤν, Ἀρτεμίου ὑπερμαχῶν, οὐχ ὑπετάγη Θεοδοσίῳ, ἔχων συναγω‐ νιζόμενον Ἀρτάβασδον Ἀρμένιον στρατηγὸν Ἀρμενιακῶν, ᾧ | |
δοῦναι συνέθετο καὶ τὴν ἰδίαν θυγατέρα. | 172 | |
173(1t) | Θεοδόσιος ὁ Ἀτραμυτινός. | |
2 | Θεοδόσιος ἐβασίλευσεν ἔτη δύο. ἐφ’ οὗ ὁ Μάσαλμος ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς ἐπεστράτευσε κατὰ Ῥωμαίων· καὶ πρὸς τὰ μέρη τοῦ Ἀμωρίου γενόμενος γράφει πρὸς τὸν Λέ‐ | |
5 | οντα στρατηγὸν τῶν Ἀρμενιακῶν “ἡ βασιλεία τῶν Ῥωμαίων σή ἐστιν· ἐλθὲ οὖν καὶ λαλήσωμεν τὰ πρὸς εἰρήνην, καὶ ποιῶ πάντα ὅσα θέλεις.” ὁ δὲ πρὸς αὐτὸν ἀποστείλας ὑπά‐ τους καὶ λόγους εἰρήνης ποιησάμενος, καὶ ὡς βασιλεὺς εὐφη‐ μισθείς, ἐπὶ Νικομήδειαν ἀνέρχεται μετὰ πλείστου στρατοῦ, | |
10 | ἐν ᾗ τῷ τοῦ Θεοδοσίου υἱῷ περιτυχὼν ἐν πολέμῳ, καὶ τοῦ‐ τον χειρωσάμενος μετὰ βασιλικῆς ὑπηρεσίας πάσης καὶ τῶν ἐν τέλει ἐπισήμων τοῦ παλατίου, καταλιμπάνει τὴν Χρυσό‐ πολιν. ὁ δὲ Θεοδόσιος λόγον ἀπαθείας παρ’ αὐτοῦ λαβὼν παρεχώρησεν αὐτῷ τὴν βασιλείαν, κληρικὸς σὺν τῷ υἱῷ γε‐ | |
15 | νόμενος. ἰστέον δὲ ὅτι οὗτος ὁ Θεοδόσιος ἦν ἐκλήπτωρ τῶν δημοσίων φόρων, εὐσεβὴς δὲ καὶ ἀπράγμων. | |
17t | Λέων ὁ Ἴσαυρος ὁ Σύρος, ὁ καὶ Κόνων, ὁ εἰκονομάχος. | |
18 | Λέων ὁ Ἴσαυρος ἐβασίλευσεν ἔτη εἰκοσιτέσσαρα. ἔχει δὲ τὰ κατ’ αὐτὸν ὦδέ πη. Ἀράβων ἀρχηγὸς ὑπῆρχεν Ἡζίθ, | |
20 | δύο δέ τινες θεομάχοι Ἑβραίων παῖδες, ὡς δῆθεν ἀστρολο‐ | |
γικὴν ἐπιστήμην μεταδιώκοντες, καταλαμβάνουσι τὴν τῶν Ἀρά‐ | 173 | |
174 | βων βασιλικὴν αὐλήν, καὶ καταμηνύοντα τῶν Ἡζίθ, καὶ τοῦ‐ τον χρησμῳδίαν πολυζωίας μυοῦνται, εἴγε τὴν θεανδρικὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῆς θεοτόκου μητρὸς ἐκ πάντων τῶν ἐκκλησιῶν τῶν ὑπ’ αὐτὸν οὐσῶν ἀπαλείψειεν. | |
5 | καὶ δὴ ὁ φιλόζωος ὑπακούσας τῇ συμβουλῇ τῶν ἀπατεώνων πάσας τὰς ἐκκλησίας τὰς οὔσας ἐν τῇ ἀρχῇ αὐτοῦ διεσάλευ‐ σεν. ἀλλ’ ἀπατηθεὶς ὁ δείλαιος εὗρεν ἄξια τὰ ἐπίχειρα τῆς ἀνοίας· μετῆλθε γὰρ αὐτὸν ἡ θεία δίκη, οὔπω διελθόντος ἑνὸς ἐνιαυτοῦ. οὗ ὁ υἱὸς διαδεξάμενος τὴν ἡγεμονίαν ὡς | |
10 | ψευδομάντεις αὐτοὺς ἠβουλήθη ἀποκτεῖναι· μαθόντες δὲ οὗ‐ τοι ἀνέκαμψαν ἐν τοῖς Ἰσαυρικοῖς μέρεσιν. εἰς πηγὴν δέ τινα ἀναψυχόντων αὐτῶν, ἰδοὺ οὗτος ὁ Λέων νεανίσκος ἔτι ὤν, καλὸς τῷ εἴδει καὶ εὐμήκης τῷ σώματι, βάναυσος τὴν τέχ‐ νην, ἐξ αὐτοῦ τὴν ζωὴν ποριζόμενος, τοῖς ὑποζυγίοις περιτι‐ | |
15 | θεὶς φόρτον καὶ ἀπεμπολῶν διέζη πτωχικῶς· καὶ δὴ ἐκ τοῦ ὑποζυγίου τότε φόρτον περιελόμενος ἐκάθισε καὶ αὐτὸς ἐπὶ τῇ πηγῇ ὡς ἀριστήσων. εἶτα οἱ τῶν ἐγγαστριμύθων μύσται μυοῦνται αὐτὸν τοῦ κατάρξαι τῆς Ῥωμαϊκῆς βασιλείας τῶν σκήπτρων· καὶ τοῦ Λέοντος ἀναβαλλομένου, ἐπὶ τῇ εὐτελείᾳ | |
20 | αὐτοῦ ἀφορῶντος, ὅρκοις πληροφορεῖται ὑπὸ τῶν ἀθέων ὅτι ταῦτα οὕτως ἔχει γενέσθαι. καὶ δὴ αἰτούντων αὐτῶν ὀμό‐ σαι αὐτοῖς ἵνα εἰ ἄρα εἰς πέρας ἔλθοι τοῦτο, εἴ τι ἂν αἰτη‐ θῇ παρ’ αὐτῶν, ἀνυπερθέτως δώσει αὐτοῖς· ἦν δὲ πλησίον | |
ναὸς τοῦ ἁγίου Θεοδώρου, καὶ εἰσελθὼν εὐθὺς ὁ βάναυσος | 174 | |
175 | Λέων, τῶν ἱερῶν καγκέλων τοῦ θυσιαστηρίου ἁψάμενος, δέ‐ δωκεν ἐγγυητὴν τὸν μεγαλομάρτυρα τοῦ Χριστοῦ, ἑστώτων τῶν Ἰουδαίων ἐκτὸς τῶν πυλῶν τοῦ ναοῦ, καὶ δεχομένων τὸν ὅρκον παρ’ αὐτοῦ. καὶ αὖθις ᾤχετο ἕκαστος εἰς τὰ ἴδια. | |
5 | ἦν δὲ τῶν ἀνατολικῶν στρατηγὸς τότε Σισίνιος πατρίκιος· ἐφ’ οὗ καὶ Λέων στρατολογηθεὶς ἐν ὀλίγῳ χρόνῳ εἰς προκοπὴν μεγίστην ἀναβιβάζεται, σπαθάριος προχειρισθεὶς ὑπὸ Ἰουστι‐ νιανοῦ τοῦ ῥινοτμήτου. καὶ τὰ ἑσπέρια ἐκπεμφθεὶς καὶ με‐ τὰ μεγάλης νίκης ἀνελθὼν προεχειρίσθη παρὰ Θεοδοσίου | |
10 | στρατηγὸς εἰς ἀνατολήν. τὴν δὲ βασιλείαν αὐτοῦ κρατήσαν‐ τος τρόπῳ οἵῳ προείρηται, προσῆλθον οἱ μάντεις οἱ τοῦτον χρησμοδοτήσαντες, καὶ δεξιολαβηθέντες ἀπαιτοῦσι παρ’ αὐ‐ τοῦ τὴν ὑπόσχεσιν· τοῦ δὲ ἑτοίμως ἐπαγγειλαμένου ἀποδι‐ δόναι αὐτοῖς, εἶπον οἱ θεομάχοι “τοῦτο αἰτούμεθα παρὰ σοῦ, | |
15 | βασιλεῦ, ἵνα τὸν χαρακτῆρα τοῦ Ναζωραίου Χριστοῦ καὶ τῆς μητρὸς αὐτοῦ καὶ πάντων τῶν ἁγίων ἐκ πάσης ἐκκλησιαστι‐ κῆς ἱστορίας ἀπαλείψῃς, καὶ τοῦτο ποιῶν μέλλεις βασιλεύειν ἄχρι χρόνων ἑκατὸν ἐν τῇ γενεᾷ σου.” ὁ δὲ ἀλιτήριος, ἀστή‐ ρικτος ὢν τῇ πίστει, ἑτοιμότατα τὸ αἰτηθὲν ἐπαγγέλλεται, | |
20 | καὶ πρὸς τοῦτο ἤδη ἐχώρει. ἐτέχθη δὲ τῷ δυσσεβεῖ βασιλεῖ Λέοντι υἱὸς ὀνόματι Κωνσταντῖνος, ὂν ἐν τῇ ἁγίᾳ κολυμβή‐ θρᾳ ἐν τῷ βαπτίζεσθαι [ὥς] φασιν ἀφοδεῦσαι, δεινὸν καὶ δυσῶδες προσημαίνων τεκμήριον. μεταστειλάμενος γὰρ μετ’ | |
οὐ πολὺ Γερμανὸν πατριάρχην ὁ βασιλεὺς ἤρξατο λόγους | 175 | |
176 | τινὰς κινεῖν μεθ’ ὑπουλείας, καὶ καταγινώσκειν πάντων τῶν πρὸ αὐτοῦ βασιλέων καὶ ἱερέων ὡς εἰδωλολατρησάντων ἐν τῇ προσκυνήσει τῶν ἁγίων εἰκόνων. ὁ δὲ μέγας ἔφη Γερμα‐ νός “ἄκουσον, ὦ βασιλεῦ· τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ | |
5 | διὰ σαρκὸς ἐπιφανέντος πᾶσα εἰδωλολατρεία ἐκποδὼν γέγονε, καὶ πᾶν ἄγαλμα εἰδωλικὸν ἠφάνισται καὶ ἐξωστράκισται, ὥς φησι Ζαχαρίας ὁ προφήτης ὅτι λέγει κύριος Σαβαώθ, ἐξολο‐ θρεύσω τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς, καὶ οὐκέτι αὐτῶν ἔσται μνεία. πλὴν τὴν καθαίρεσιν τῶν ἱερῶν εἰκόνων | |
10 | μέλλειν ἔσεσθαι ἀκούομεν, ἀλλ’ οὐκ ἐπὶ τῆς σῆς βασιλείας.” τοῦ δὲ βιασαμένου εἰπεῖν ἐπὶ ποίας βασιλείας, ἔφη “ἐπὶ Κό‐ νωνος.” ὁ δὲ ἀποκριθεὶς ἔφη “ὄντως ἐγώ εἰμι, καὶ οὕτως παιδόθεν ἐκλήθην.” καὶ ὁ μέγας Γερμανὸς ὑπολαβὼν ἔφη “μὴ γένοιτο, δέσποτα, ἐπὶ τῆς σῆς βασιλείας πραχθῆναι τὸ θεοστυ‐ | |
15 | γὲς τοῦτο κακόν.” ὁ δὲ θεομάχος τύραννος τοῦτο ἀκούσας, καὶ ὡς ἀνήμερος θὴρ βρύξας καὶ σφόδρα χαλεπήνας, εἰδω‐ λολάτρην τε ἀποκαλέσας καὶ ταῖς ἰδίαις χερσὶ ῥαπίσας τῶν βασιλείων ἐξελαύνει, καὶ ἐξουσιαστικῶς τε καὶ δυσσεβῶς τῆς αἱρέσεως ἀπάρχεται. καὶ τὴν ἐπὶ τῆς χαλκῆς πύλης εἰκόνα | |
20 | τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατεάξας, καὶ σελέντιον κατὰ τῶν ἁγίων εἰκόνων ποιήσας, προσκαλεῖται πάλιν τὸν ἅγιον Γερμανὸν καὶ τίμιον, οἰόμενος πεῖσαι αὐτὸν ὑπογράψαι κατὰ τῶν ἁγίων εἰκόνων. ὁ δὲ οὐδ’ ὅλως εἶξε τῇ θωπείᾳ ἢ | |
τῇ ἀπειλῇ τοῦ τυράννου, ἀλλὰ θεὶς τὸ ὠμόφορον ἐν τῇ ἁγίᾳ | 176 | |
177 | τραπέζῃ τῆς μεγάλης ἐκκλησίας ἀπετάξατο τῇ ἱερωσύνῃ καὶ ὑπεχώρησεν. ὁ δὲ θεομάχος ἀντ’ αὐτοῦ χειροτονεῖ Ἀναστά‐ σιον πρεσβύτερον, συνθέμενον τῇ ἀσεβεῖ αὐτοῦ βουλῇ, πᾶσάν τε εἰκόνα τοῦ σωτῆρος ἡμῶν καὶ τῆς θεοτόκου μητρὸς καὶ | |
5 | τῶν ἁγίων κατέστρεψε καὶ κατέκαυσε, καὶ διωγμὸν μέγαν ἐγείρας πολλοὺς ἱερεῖς καὶ μονάζοντας καὶ λαϊκοὺς διαφόροις τιμωρίαις καὶ θανάτοις παρέδωκε. πλησίον δὲ τῶν χαλκο‐ πρατείων παλάτιον ἦν σεμνόν, ἐν ᾧ ὑπῆρχε κατὰ τύπον ἀρ‐ χαῖον οἰκουμενικὸς διδάσκαλος, ἔχων συλλήπτορας ἄνδρας τῶν | |
10 | ἐν τέλει τὸν ἀριθμὸν δώδεκα, πᾶσαν ἐπιστήμην μετερχομέ‐ νους καὶ τὰ ἐκκλησιαστικὰ κρατύνοντας δόγματα, βασιλικάς τε διαίτας καὶ βίβλους ἔχοντας ὡσαύτως· ὧν οἱ βασιλεῖς ἄνευ βουλὴν ἢ γνώμην οὐκ ἐθέσπιζον. τούτους ὁ δυσώνυμος θὴρ προσκαλεσάμενος ἐπειρᾶτο πείθειν· τῶν δὲ μὴ κατα‐ | |
15 | δεξαμένων ἀλλ’ ἐλεγξάντων αὐτόν, προσέταξεν ἐνεχθῆναι πλῆθος ξύλων, καὶ τούτων ὑπαφθέντων κατακαῆναι τοὺς ἄν‐ δρας σὺν τοῖς οἰκήμασι καὶ βιβλίοις καὶ τοῖς λοιποῖς αὐ‐ τῶν πᾶσι. Διὰ ταῦτα ὁ πρόεδρος Ῥώμης ἀφηνίασε, καὶ πρὸς τὸν | |
20 | Φράγγον σπονδὴν εἰρηνικὴν ποιησάμενος τούς τε φόρους ἐκώ‐ λυσε καὶ Ἀναστάσιον καὶ τοὺς σὺν αὐτῷ ἀνεθεμάτισεν. ὁ δὲ τῶν Σαρακηνῶν ἡγούμενος Μάσαλμας ἐξεδέχετο τὰς τοῦ Λέ‐ | |
οντος ὑποσχέσεις· μηδὲν δὲ παρὰ Λέοντος δεξάμενος, καὶ | 177 | |
178 | γνοὺς ὅτι ἐνεπαίχθη ὑπ’ αὐτοῦ, ἐπὶ τὴν βασιλεύουσαν πόλιν ἐκίνησε, καὶ τὴν Ἄβυδον καταλαβὼν καὶ ἀντιπεράσας λαὸν πλεῖστον γράφει πρὸς Σουλεϊμᾶν τὸν πρωτοσύμβουλον ἐλθεῖν ἐν τάχει μετὰ στόλου, καὶ τῷ Αὐγούστῳ μηνὶ περικαθίσας | |
5 | τὴν πόλιν καὶ τὸ χερσαῖον τεῖχος περιχαρακώσας ἐλυμαίνετο σφόδρα τὰ Θρᾳκῶα μέρη. τῇ δὲ πρώτῃ τοῦ Σεπτεμβρίου ἀνέβαλεν ὁ Σουλεϊμᾶν ἔχων εὐμεγέθεις ναῦς τριήρεις καὶ δρόμωνας χιλίους ὀκτακοσίους· ὁ δὲ βασιλεὺς τὸν στόλον κατ’ αὐτῶν ἐκπέμψας καὶ τὰς ταχείας ναῦς μετὰ ὑγροῦ πυ‐ | |
10 | ρὸς πυριαλώτους ἐποίησε τὰς πλείω καὶ φοβερὰς ναῦς ἐκείνας· καὶ αἱ μὲν εἰς τὰ παράλια τείχη πυρπολούμεναι προσερρί‐ φησαν, αἱ δὲ εἰς τὸν βυθὸν αὔτανδροι κατεποντίσθησαν, ἕτεραι δὲ μέχρι τῆς Ὀξείας καὶ τῶν λοιπῶν νήσων ἀπηνέχ‐ θησαν καταφλεγόμεναι. ἐντεῦθεν οἱ τῆς πόλεως θάρσος ἔλα‐ | |
15 | βον, τῶν πολεμίων μεγάλως καταπτωθέντων. παραχειμάσασι δὲ τῇ πόλει τῷ ἐαρινῷ καιρῷ λοιμικὴ νόσος αὐτοῖς ἐνσκή‐ ψασα μετὰ λιμοῦ πλῆθος ἀναρίθμητον ἐξ αὐτῶν διέφθει‐ ρεν· ἐξ ὧν οἱ περιλειφθέντες πόλεμον ἐν τῇ Θρᾴκῃ μετὰ Βουλγάρων συνάψαντες ἀνῃρέθησαν πλείονες. τῇ δὲ πεντε‐ | |
20 | καιδεκάτῃ τοῦ Αὐγούστου μηνὸς ἐκ τῆς πόλεως ἀπάραντες, ἀνέμου σφοδροτάτου πνεύσαντος, οἱ μὲν ἐν τῇ Προικονήσῳ καὶ ταῖς ἄλλαις ἀκταῖς ἀπώλοντο, οἱ δὲ ἐξαβυδίσαντες ἀθρόως ἐπελθόντος νέφους χαλάζης ὀλέθρου μετὰ βιαίου ἀνέμου ὑπο‐ βρύχιοι πάντες ἐγένοντο· διεσώθησαν δὲ παραδόξως ἐκ τῶν | |
25 | ͵αωʹ πέντε καὶ μόνα πλοῖα, ἃ καὶ ἀπήγγειλαν εἰς τὰ ἴδια | 178 |
179 | τήν τε Ῥωμαίων νίκην καὶ τὴν ἑαυτῶν πανώλεθρον κατά‐ πτωσιν. Σέργιος δὲ στρατηγὸς Σικελίας ἀκούσας ὅτι οἱ Ἀγαρηνοὶ ἐκπορθοῦσι τὴν πόλιν, ἔστεψε βασιλέα ἐκ τῶν ἀνθρώπων αὐ‐ | |
5 | τοῦ ὀνόματι Βασίλειον, ᾧ ἐπώνυμον Ὀνομάγουλος, ποιήσας καὶ προβολὰς ἀρχόντων. ὁ δὲ βασιλεὺς ταῦτα ἀκούσας ἀπέ‐ στειλεν ἐκεῖσε Παῦλον μετὰ κελεύσεων καὶ στόλου. μαθόν‐ τες οὖν οἱ Σικελιῶται ὅτι κατετροπώθησαν οἱ Σαρακηνοὶ καὶ Λέων βασιλεύει, τόν τε Βασίλειον καὶ τοὺς λοιποὺς ἄρχοντας | |
10 | παραδεδώκασι τῷ Παύλῳ, καὶ πάντας ὁμοῦ ἐπὶ τὸ αὐτὸ ἀπε‐ κεφάλισεν ὡς ἀντάρτας. Νικήτας δὲ ὁ πατρίκιος ὁ Ξυλινί‐ της μετὰ καὶ ἑτέρων πατρικίων τὸν Τέρβελιν διὰ γραμμάτων καὶ πολλῶν δώρων καὶ χρημάτων δεξιωσάμενοι παρώρμησαν ἐλθεῖν κατὰ Λέοντος· οὕς τινες τῶν Βουλγάρων προδεδώ‐ | |
15 | κασι καταμηνύσαντες τῷ βασιλεῖ, καὶ πάντας ἐν φόνῳ μα‐ χαίρας ἀνεῖλεν. Ἔστεψε δὲ Κωνσταντῖνον υἱὸν αὐτοῦ ὁ αὐτὸς Λέων ἐν τῷ τριβουναλίῳ τῶν δεκαεννέα ἀκουβίτων. ἐβάπτισε δὲ ἀναγκα‐ στῶς καὶ τοὺς Ἑβραίους, ὥστε λέγεσθαι ἔκτοτε τοὺς Ἑβραίους | |
20 | καὶ Μοντάνους. Ἰωάννην τε τὸν Δαμασκηνόν, ὃν Χρυσορρόαν ἐκάλουν διὰ τὴν ἐνυπάρχουσαν αὐτῷ σοφίαν, ἐξορίσας Μανσοὺρ ἐπωνόμασεν, ὃ ἔστι βλάσφημον. ἐνυμφεύσατο δὲ εἰς τὸν υἱὸν | |
Κωνσταντῖνον τὴν θυγατέρα τοῦ χαγάνου τοῦ Σκυθῶν δυνάστου, | 179 | |
180 | Χριστιανὴν ποιήσας καὶ Εἰρήνην ἐπονομάσας· ἥτις μαθοῦσα τὰ ἱερὰ γράμματα διέπρεπεν ἐν εὐσεβείᾳ, τὴν τούτου δυσσέβειαν ἐλέγχουσα. πολλὰ δὲ τῇ Ῥώμῃ κακὰ ἐνεδείξατο διὰ τὸν πά‐ παν, καὶ πάκτα ἐτήσια ταῖς ἐκκλησίαις διετάξατο τελεῖν. | |
5 | ἐστράτευσαν δὲ καὶ οἱ Ἀγαρηνοὶ κατὰ πάσης Ῥωμαίας, καὶ πολλὴν αἰχμαλωσίαν λαβόντες ὑπέστρεψαν. καὶ σεισμὸς μέ‐ γας ἐγένετο, ὥστε πτωθῆναι ἐκκλησίας καὶ οἴκους, καὶ πεσεῖν τὴν στήλην Ἀρκαδίου τὴν ἐν τῷ Ξηρολόφῳ τά τε χερσαῖα τῆς πόλεως τείχη καὶ Νικομήδειαν καὶ Νίκαιαν, ἀποφυγεῖν | |
10 | δὲ καὶ τὴν θάλασσαν τῶν ἰδίων ὅρων ἔν τισι τόποις. εἰδὼς δὲ ὁ βασιλεὺς τὰ τείχη πτωθέντα διελάλησε λέγων ὅτι ὑμεῖς οἱ τῆς πόλεως ἀδυνατεῖτε τὰ τείχη κτίσαι, ἀλλὰ προσετάξα‐ μεν τοῖς διοικηταῖς εἰς τὸν κανόνα ἀπαιτῆσαι κατὰ νόμισμα μιλιαρίσιον ἕν, καὶ λαμβάνειν αὐτὸ τὴν βασιλείαν, καὶ κτί‐ | |
15 | ζειν τὰ τείχη. ἐντεῦθεν ἐκράτησεν ἡ συνήθεια παρέχειν τὰ δικέρατα τοῖς διοικηταῖς. ἐν τούτοις ὁ παμμίαρος Λέων τε‐ λευτᾷ, νόσῳ δυσεντερίας τὴν ψυχὴν ἀπορρήξας. τελευτή‐ σαντος δὲ αὐτοῦ ἐτέθη τὸ σῶμα αὐτοῦ τὸ δύστηνον ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων. τὸν δὲ τῆς ἀρχιερωσύνης θρόνον | |
20 | κατεῖχεν Ἀναστάσιος ὁ αἱρετικός, διαδεξάμενος Γερμανὸν τὸν | |
μακάριον. | 180 | |
181(1t) | Κωνσταντῖνος ὁ υἱὸς Λέοντος Ἰσαύρου ὁ Κοπρώνυμος. | |
2 | Κωνσταντῖνος ὁ υἱὸς αὐτοῦ ὁ Κοπρώνυμος ἐβασίλευσεν ἔτη λδʹ, ἐκ δεινοτάτου λέοντος φανεὶς ποικιλότροπος πάρδα‐ λις, ἐκ σπέρματος ὄφεως ἀσπὶς καὶ ὄφις πετώμενος. οὗτος | |
5 | τὴν πατρώαν τε βασιλείαν καὶ δυσσέβειαν διαδεξάμενος ἐκ θεοῦ πλεῖον διίσταται καὶ τῆς θεοτόκου Μαρίας καὶ πάντων τῶν ἁγίων αὐτοῦ, κἀντεῦθεν λοιπὸν μαγείαις καὶ ἀσελγείαις καὶ ᾠδαῖς καὶ δαιμόνων ἐπικλήσεσι καὶ σπλάγχνων ἀνατομίαις καὶ ἄλλοις πονηροῖς ἐπιτηδεύμασι καὶ κυνηγίοις καὶ ἱπποδρο‐ | |
10 | μίοις σχολάζων ὄργανον ἐπιτήδειον τοῦ ἀντικειμένου γέγονεν. εἰς τοσαύτην γὰρ ἀπόνοιαν ἐξώκειλεν ὡς καὶ θεσμὸν καθολι‐ κὸν ἐκθέσθαι μὴ λέγεσθαί τινα ἅγιον, ἀλλὰ καὶ τὰ λείψανα τούτων εὑρισκόμενα διαπτύεσθαι, καὶ μηδὲ πρεσβείαν αὐτῶν ἐξαιτεῖν, οὐδὲν γὰρ ἰσχύουσι,” προσθεὶς ὁ ἀνόσιος “μηδὲ τῆς | |
15 | Μαρίας ἐπικαλείσθω τις τὴν πρεσβείαν· οὐ γὰρ δύναταί τι·” μηδὲ θεοτόκον αὐτὴν ὀνομάζεσθαι. λαβὼν γὰρ ἐν χειρὶ βαλάντιον πλῆρες χρυσίου, καὶ ὑποδείξας αὐτὸ πᾶσιν, ἤρετο “τίνος ἄξιόν ἐστι;” τῶν δὲ “πολλοῦ” εἰπόντων, κενώσας τὸ χρυσίον πάλιν ἤρετο “τίνος ἐστὶν ἄξιον;” καὶ λέγουσιν “οὐ‐ | |
20 | δενός.” “οὕτως” ἔφη “καὶ ἡ Μαρία” (οὐ γὰρ θεοτόκον ὁ ἄθεος ἠξίου λέγειν) “ἕως μὲν εἶχε τὸν Χριστὸν ἐν ἑαυτῇ, τε‐ | |
τιμημένη ἦν, ἀφ’ οὗ δὲ τοῦτον ἀπέτεκεν, οὐδὲν τῶν λοιπῶν | 181 | |
182 | γυναικῶν διενήνοχεν.” ὢ τῆς βλασφημίας. φεῖσαι ἡμῶν, κύριε. Ἐκ τούτων οὐ μικρά τις ἀθυμία τοὺς Χριστιανοὺς κα‐ τέλαβεν, ὥστε πάντας μισῆσαι αὐτὸν καὶ Ἀρταβάσδῳ κουρο‐ | |
5 | παλάτῃ καὶ γαμβρῷ ἐπ’ ἀδελφῇ αὐτοῦ προστεθῆναι. ἐξελθὼν γὰρ Κωνσταντῖνος ἐν τοῖς μέρεσι τοῦ Ὀψικίου κατὰ Ἀράβων, Ἀρταβάσδου μετ’ αὐτοῦ ὄντος, ὑπεβλέποντο ἀλλήλους, καὶ συμβολῆς γενομένης μετ’ ἀλλήλων, καὶ τοῦ Βισὴρ τοῦ καὶ συμμύστου Κωνσταντίνου σφαγέντος παρὰ Ἀρταβάσδου, Κων‐ | |
10 | σταντῖνος φοβηθεὶς ἔφυγεν εἰς τὸ Ἀμόριον. ἐντεῦθεν μάχαι μεταξὺ αὐτῶν γεγόνασι δεινόταται. Ἀρτάβασδος δὲ Θεοφά‐ νην μάγιστρον, φίλον αὐτοῦ ὄντα καὶ τότε ἐκπροσωποῦντα ἐν τῇ πόλει, ἔγραψε δέξασθαι αὐτόν. καὶ δεχθεὶς ὑπὸ τῶν θε‐ μάτων ἀνηγορεύθη βασιλεύς. εἰσελθὼν δὲ ἐν τῇ πόλει, πᾶς | |
15 | ὁ λαὸς σὺν τῷ ψευδωνύμῳ πατριάρχῃ Ἀναστασίῳ ἀνεθεμά‐ τισαν Κωνσταντῖνον, Ἀρτάβασδον δὲ ὡς ὀρθόδοξον βασιλέα ἀνεκήρυξαν. καταλαβὼν δὲ Κωνσταντῖνος ἐν Χρυσοπόλει μετὰ λαοῦ, καὶ μηδὲν ἀνύσας, ὑπέστρεψε πάλιν εἰς τὸ Ἀμό‐ ριον. ὁ δὲ Ἀρτάβασδος τὰς ἱερὰς εἰκόνας πανταχοῦ ἀνεστή‐ | |
20 | λωσε, καὶ τὸν πρὶν αὐτῆς κόσμον ἡ ἐκκλησία ἀπέλαβεν. Ἀνα‐ στάσιος δὲ ὁ πατριάρχης κρατήσας τὰ τίμια ξύλα ὤμοσεν ἐν τῷ ἄμβωνι ἑστὼς ὅτι μὰ τὸν προσηλωθέντα ἐν τούτοις, οὕ‐ τως μοι εἶπεν Κωνσταντῖνος ὁ βασιλεύς, ὅτι μὴ λογίσῃ υἱὸν | |
θεοῦ εἶναι τὸν Χριστόν, ὃν ἔτεκεν ἡ Μαρία, εἰ μὴ ψιλὸν ἄν‐ | 182 | |
183 | θρωπον, ὣς ἔτεκεν ἐμὲ ἡ μήτηρ μου Μαρία. καὶ τοῦτο ἀκούσαντες οἱ λαοὶ ἀνεθεμάτισαν αὐτόν· ὁ δὲ Ἀρτάβασδος ἐξελθὼν ἐστρατολόγει. Κωνσταντῖνος δὲ τοῦτο μαθὼν ἐκίνησε κατ’ αὐτοῦ, καὶ συμβαλὼν μετ’ αὐτοῦ πόλεμον τρέπει αὐτόν, | |
5 | καὶ καταλαβὼν τὴν Κύζικον ἐκεῖθεν ἐν τῇ πόλει διασώζεται. ὁ δὲ Κωνσταντῖνος ἐν Χαλκηδόνι ἐλθὼν ἀντεπέρασεν ἐν τοῖς Θρᾳκώοις μέρεσι, καὶ τῷ χερσαίῳ τείχει παρακαθίσας διέ‐ δραμεν ἕως τῆς χρυσῆς πόρτης, ἐπιδεικνύων ἑαυτὸν τοῖς ὄχλοις. ὁ δὲ Ἀρτάβασδος ἀνοίξας τὰς πόρτας καὶ συμβαλὼν | |
10 | πάλιν πόλεμον ἡττήθη κατὰ κράτος. τοῦ δὲ Κωνσταντίνου τὰ πλοῖα κρατήσαντος ἐγένετο λιμὸς ἰσχυρὸς ἐν τῇ πόλει, ὥστε πραθῆναι τὸν μόδιον τῆς κριθῆς νομισμάτων δώδεκα καὶ τὰ λοιπὰ ὁμοίως. τοῦ δὲ λαοῦ θνήσκοντος καὶ ἀπολλυ‐ μένου ἠναγκάσθη Ἀρτάβασδος ἀπολύειν καὶ ἐξέρχεσθαι αὐ‐ | |
15 | τοὺς ἐκ τῆς πόλεως. νικήσας δὲ ὁ υἱὸς Ἀρταβάσδου, ἐπι‐ συνάξας λαὸν ἱκανόν, ἦλθεν ἕως τῆς Χρυσουπόλεως· καὶ πε‐ ράσας ὁ βασιλεὺς ἐδίωξεν αὐτὸν καὶ καταλαβὼν ἐχειρώσατο, καὶ τοῦτον πεδήσας ἐλθὼν διὰ τοῦ τείχους τῷ πατρὶ ἐπεδεί‐ κνυεν. ἄφνω δὲ παραταξάμενος διὰ τοῦ χερσαίου τείχους τὴν | |
20 | πόλιν παρέλαβε. καὶ χειρωσάμενος Ἀρτάβασδον σὺν τοῖς δυ‐ σὶν υἱοῖς καὶ τὸν πατρίκιον Βακτάγιον, τὸν μὲν Ἀρτάβασδον σὺν τοῖς δυσὶν υἱοῖς αὐτοῦ ἐτύφλωσε, τοῦ δὲ Βακταγίου χεῖ‐ ρας καὶ πόδας κόψας ἐν τῷ κυνηγίῳ ἀπεκεφάλισε· πολλοὺς | |
δὲ καὶ ἄλλους τῶν προυχόντων ἀνεῖλε, καὶ τὰς οὐσίας αὐτῶν | 183 | |
184 | ἐδήμευσεν. ἱππικὸν δὲ ποιήσας ἀπήγαγε τὸν Ἀρτάβασδον σὺν τοῖς υἱοῖς αὐτοῦ, ἅμα τῷ πατριάρχῃ Ἀναστασίῳ καὶ τοῖς φίλοις αὐτοῦ, τοῦ πατριάρχου ἐπὶ ὄνου ἀντιστρόφως καθεζο‐ μένου καὶ πομπευομένου. οὗτος γὰρ περιπατῶν ποτὲ ὄπισθε | |
5 | Γερμανοῦ τοῦ πατριάρχου σύγκελλος ὢν ἐπάτησε τὸ ὠμοφό‐ ριον αὐτοῦ· ὁ δὲ ἐπιστραφεὶς ἔφη αὐτῷ “μὴ σπεῦδε· τὸ Διίππιον ἐκδέχεταί σε.” πάλιν δὲ Κωνσταντῖνος ὡς ὁμό‐ φρονα αὐτοῦ ὄντα, ἐν τούτοις ἐκφοβήσας, ἐν τῷ θρόνῳ τῆς ἱερωσύνης καθίστησιν. ἐφ’ οὗ ἤρξατο ἀθρόον καὶ ἀοράτως | |
10 | σημεῖα ἔν τε ἱματίοις τῶν ἀνθρώπων γίνεσθαι καὶ εἰς τὰ τῶν ἐκκλησιῶν ἱερὰ ἐνδύματα, σταυροὶ ἐλαιώδεις πλεῖστοι, καὶ οὕτως κατέλαβεν ἡ θεομηνία τοῦ βουβῶνος λοιμικὴ νόσος, οὐ μόνον τοὺς ἐν τῇ πόλει ἀλλὰ καὶ τοὺς ἐν τοῖς περιχώροις αὐτῆς δεινῶς ὀλοθρεύουσα. καὶ πρὸς τούτοις ἐγίνοντο καὶ | |
15 | φαντασίαι τινὲς εἰς πολλοὺς τῶν ἀνθρώπων καὶ δείματά τινα ἐξαίσια, ἃ οἱ ὁρῶντες ἐτελεύτων, ὥστε καὶ ὁλοκλήρους οἴκους κλεισθῆναι παντελῶς καὶ μὴ εἶναι τοὺς ὀφείλοντας θάπτειν τοὺς νεκρούς. παντὸς δὲ οἴκου διαφθαρέντος διὰ τὴν ἀσέ‐ βειαν τοῦ τυράννου, πάντα τὸν πλοῦτον τῆς πόλεως τῶν οἰ‐ | |
20 | κητόρων εἰσκομίσας ἐν τῷ παλατίῳ ἀπέθετο. ἔφθασε δὲ καὶ ἡ ὀργὴ εἰς Ἀναστάσιον τὸν ἀνίερον, καὶ οἰκτίστῳ πάθει τῷ λεγομένῳ χορδαψῷ καταλύει τὸν βίον. Ὁ δέ γε τύραννος τῶν Σαρακηνῶν κατ’ ἀλλήλων μαχο‐ | |
μένων ἀκούσας ἐκστρατεύει πρὸς τὰ μέρη τῆς Συρίας, καὶ | 184 | |
185 | τὴν Γερμανίκειαν παρέλαβε καὶ Θεοδοσιούπολιν καὶ Μελιτη‐ νήν, αἰχμαλωτίσας πάντας τοὺς ἐκεῖσε. διὰ δὲ τὴν τοιαύτην πρόφασιν τοῦ θανατικοῦ προσλαβόμενος τοὺς συγγενεῖς αὐτοῦ Ἀρμενίους τε καὶ Σύρους αἱρετικοὺς εἴς τε τὸ Βυζάντιον με‐ | |
5 | τῴκισε καὶ ἐν τῇ Θρᾴκῃ, οἳ μέχρι τοῦ νῦν τὴν αἵρεσιν τοῦ τυράννου διακρατοῦσιν. ἐτέχθη δὲ τότε τῷ βασιλεῖ Κων‐ σταντίνῳ υἱὸς ἐκ τῆς χαγάνου τῆς Χαζάρας θυγατρός, ὃν ἐπωνόμασε Λέοντα. ἐπαρθεὶς δὲ τῷ φρονήματι διὰ τὴν παρ’ αὐτοῦ γενομένην νίκην σύνοδον ἀθροίζει κατὰ τῶν ἁγίων εἰ‐ | |
10 | κόνων ἐν Βλαχέρναις, καὶ ἀνελθὼν ἀθέσμως ἐν τῷ ἄμβωνι, χειροκρατῶν ἐπίσκοπον τοῦ Συλαίου, ἐξεφώνησαν οὕτως “Κων‐ σταντίνου οἰκουμενικοῦ πατριάρχου πολλὰ τὰ ἔτη.” ἐν ᾗ συ‐ νόδῳ πολλὰ κατὰ τοῦ κυρίου κενολογήσαντες οἱ ἱερεῖς τῆς αἰ‐ σχύνης, καὶ τὰς μιαρὰς χεῖρας εἰς ὕψος ἄραντες, ἔρρηξαν τὴν | |
15 | ἐλεεινὴν ἐκείνην φωνὴν λέγοντες “σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι σὺ βασιλεῦ ἐλυτρώσω ἡμᾶς ἐκ τῶν εἰδώλων.” Ταῦτα ἐπράξαντο οἱ ἀνίεροι καὶ χριστέμποροι. οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ ἀνάξια εἰς τὸν χειροτονηθέντα ὑπ’ αὐτοῦ πατριάρχην διεπράξαντο ἔργα. μαθὼν γὰρ ὁ ἀλάστωρ ὅτι ὁ | |
20 | πατριάρχης πολλοὺς ἐπληροφόρησεν εἰπεῖν τὸν βασιλέα πρὸς αὐτὸν ὅτι οὐκ ἔστι θεὸς ὁ Χριστός, διὰ τοῦτο οὔτε τὴν μη‐ τέρα αὐτοῦ ἔχω θεοτόκον, ἐξεμάνη κατ’ αὐτοῦ ὡς τὸ μυστή‐ ριον αὐτοῦ θριαμβεύσαντα, καὶ ἐπιθεὶς αὐτῷ πολλὰς πληγὰς | |
ἐθριάμβευσεν αὐτὸν ἐπὶ λαοῦ καὶ ἱπποδρομίας ἐμπτυόμενον | 185 | |
186 | καὶ συρόμενον· εἶτα ἀσφαλισάμενος αὐτὸν ἀποστέλλει πρὸς αὐτὸν πατρικίους, καὶ φησὶ “τί λέγεις ἄρτι περὶ τῆς πίστεως ἡμῶν καὶ τῆς συνόδου ἧς ἐποιήσαμεν;” ὁ δὲ ματαιωθεὶς ταῖς φρεσί, καὶ οἰόμενος αὐτὸν πάλιν ἐξευμενίσασθαι, ἀποκριθεὶς | |
5 | εἶπε “καλῶς πιστεύεις καὶ καλῶς τὴν σύνοδον ἐποίησας.” οἱ δὲ ἐπιγελάσαντες εἶπον πρὸς αὐτὸν “ἡμεῖς τοῦτο μόνον ἠθέ‐ λομεν ἀκοῦσαι ἐκ τοῦ μιαροῦ σου στόματος,” καὶ παραχρῆμα ἐξενεγκόντες αὐτὸν ἀπεκεφάλισαν, καὶ τὸ σῶμα αὐτοῦ ἔρρι‐ ψαν εἰς τὰ Πελαγίου, ἔνθα πρώην ὑπῆρχεν ὁ τοῦ ἁγίου μάρ‐ | |
10 | τυρος Πελαγίου ναός, ὃν ὁ θεομισὴς καταλύσας καὶ τάφον καταδίκων ποιήσας ἐκάλεσε τὰ Πελαγίου. καὶ ἀντιχειροτονεῖ πατριάρχην Νικήταν τὸν εὐνοῦχον καὶ Σκλάβον. ὡσαύτως δὲ καὶ Πέτρον τὸν ἱερὸν καὶ τὸν θεῖον Στέφανον τὸν τοῦ Αὐ‐ ξεντίου, τὸν θεοφόρον, πικρῶς φονεύσας εἰς τὰ Πελαγίου συ‐ | |
15 | ρέντας ῥιφῆναι προσέταξε. πολλοὺς δὲ καὶ ἑτέρους ἄρχον‐ τάς τε καὶ μοναχοὺς διὰ τὰς ἱερὰς εἰκόνας δεινῷ θανάτῳ παρέδωκεν. Ἐστράτευσε δὲ κατὰ Βουλγάρων πεζῇ τε καὶ πλωί, καὶ τούτους τροπωσάμενος εἰσῆλθεν ἐν τῇ πόλει, καθωπλισμένος | |
20 | τοῖς πολεμικοῖς ὅπλοις, θριαμβεύων δεδεμένους τοὺς Βουλγά‐ ρους. ἐφ’ οὗ χρόνου γέγονε χειμὼν καὶ ψῦχος μέγα καὶ πι‐ κρότατον, ὥστε καὶ τὴν ἀρκτώαν τοῦ πόντου θάλασσαν ἐπὶ | |
μίλια ἑκατὸν ἀπολιθωθῆναι, καὶ ἐπὶ πήχεσι τριάκοντα τὸ | 186 | |
187 | βάθος τοῦ πελάγους παγῆναι, οὗπερ χιονισθέντος ηὐξήθη ἐπὶ ἄλλας εἴκοσι πήχεις, ὥστε συμμορφωθῆναι τὴν θάλασσαν τῇ ξηρᾷ καὶ πεζοπορεῖσθαι ὕπερθε τοῦ κρύους ὑπὸ ἀγρίων τε καὶ ἡμέρων ζώων. τῷ δὲ Φεβρουαρίῳ μηνὶ προνοίᾳ θεοῦ | |
5 | τὰ τοιαῦτα πελάγη εἰς πλεῖστα καὶ ὀροφανῆ τμήματα διαι‐ ρεθέντα, καὶ τῇ τῶν ἀνέμων βίᾳ ἐπὶ τὸ Ἱερὸν κατενεχθέντα, οὕτως διὰ τοῦ στενοῦ ἐπὶ τὴν πόλιν ἔφθασαν κἀκεῖθε μέχρι τὼν νήσων καὶ Ἀβύδου πᾶσαν τὴν παράλιον ἐπλήρωσαν, ἔχοντα καὶ ζῶα διάφορα προσπεπηγμένα· διὸ πᾶς ὁ βουλό‐ | |
10 | μενος ἀπὸ Σοφιανῶν εἰς τὸν ἅγιον Μάμαντα καὶ εἰς τὴν πό‐ λιν καὶ πάλιν εἰς Χρυσόπολιν ὡς διὰ ξηρᾶς διεπέρων βαδί‐ ζοντες. ἐκ δὲ τῶν μεγάλων ἐκείνων τμημάτων ἐν τῷ τείχει τῆς πόλεως προσραγὲν ἐκ τῶν θεμελίων τοῦτο ἐδόνησε σὺν τοῖς ἔνδοθε πλησίον οἰκήμασιν· ὅπερ διαιρεθὲν εἰς τρία ἀπὸ | |
15 | τῶν Μαγγάνων ἕως τοῦ Βοσπορίου, καὶ τὴν πόλιν περικυκλώ‐ σαν, ὑπερεῖχε πολὺ τῷ ὕψει τῶν τειχῶν. καὶ ταῦτα θεω‐ ροῦντες οἱ τῆς πόλεως ἐθρήνουν ἀπαρηγόρητα. Τῷ δὲ Ἀπριλλίῳ μηνὶ δρόμος καὶ κίνησις ἀστέρων γέ‐ γονεν ἐν τῷ ἀέρι, καὶ κατεσπῶντο πρὸς τὴν γῆν ὡς τοὺς | |
20 | ὁρῶντας νομίζειν εἶναι συντέλειαν. ὁ δὲ βασιλεὺς κατὰ Βουλ‐ γάρων ἐπιστρατεύσας πλωί τε καὶ πεζῆ ἐπὶ Ἀχελῶον ἀπέ‐ στειλεν· ἀνέμου δὲ βιαίου πνεύσαντος τὰ πλοῖα συνετρίβη. τοῦτο μαθόντες οἱ Βούλγαροι πόλεμον πρὸς αὐτὸν συνάπτου‐ | |
σι. δεινῶς οὖν ἡττηθεὶς ὑπέστρεψε μετ’ αἰσχύνης· μέχρι | 187 | |
188 | γὰρ καὶ τήμερον κατὰ τὸν Ἀχελῶον κῶλα τῶν ἀνῃρημένων σαφῶς ὑποδεικνύουσι τὴν ἧτταν. Οὗτος ὁ θεομισὴς πολλῶν ἁγίων λείψανα κατέκαυσεν, ἄλλα καὶ τῇ θαλάσσῃ παρέδωκε. διὸ καὶ τῆς ἁγίας Εὐφη‐ | |
5 | μίας τὸ λείψανον μὴ φέρων ὁρᾶν μύρον ἀναβλύζον, σὺν τῇ λάρνακι τῷ βυθῷ παρέπεμψεν· ὅπερ ἐν τῇ νήσῳ τῇ Λήμνῳ σῶον διασωθὲν παρὰ τῶν οἰκητόρων ἐδέχθη ἐκ θείας ἀπο‐ καλύψεως· τὸν δὲ ναὸν τῆς ἁγίας καὶ πανευφήμου ἁρμάμεν‐ τον καὶ κοπροθέσιον ἐποίησεν. ἐπὶ Κωνσταντίνου καὶ Εἰρήνης | |
10 | τὸ αὐτὸ λείψανον τῆς πανευφήμου πάλιν μετὰ τιμῆς πολλῆς ἀνεκομίσθη ἐν τῇ πόλει. Οὗτος τῶν υἱῶν αὐτοῦ τοὺς μὲν δύο προεβάλετο Καί‐ σαρας, Νικηφόρον καὶ Χριστοφόρον, τὸν δὲ Νικήταν νου‐ βελίσιμον. εἰσελθούσης δὲ τῆς Εἰρήνης ἐξ Ἀθηνῶν ἐν τῇ | |
15 | βασιλευούσῃ πόλει μετὰ δρομώνων, ἔζευξεν αὐτὴν Λέοντι τῷ υἱῷ αὐτοῦ, στέψας αὐτοὺς ἐν τῷ ναῷ τοῦ ἁγίου Στεφάνου τῷ τῆς βασιλείας καὶ τῷ τοῦ γάμου. ἔσχε δὲ δεξιωσάμενος φίλους κρυπτοὺς ἐν Βουλγαρίᾳ, οἳ κατεμήνυον αὐτῷ ἅπαντα τὰ τῷ ἄρχοντι αὐτῷ βουλευόμενα· οἳ δηλοῦσι τῷ βασιλεῖ | |
20 | ὅτι ἀποστέλλει ὁ κῦρις Βούλγαρος λαὸν πρὸς τὸ αἰχμαλωτί‐ σαι τὴν Βερζητίαν. ὁ δὲ βασιλεὺς σχηματισάμενος κατὰ Ἀράβων κινεῖν, ἀποστείλας τοὺς ἀποκρισιαρίους τοὺς διὰ εἰ‐ ρήνην παραγενομένους ἐπὶ Βουλγαρίαν, καὶ ἐπισωρεύσας πάν‐ | |
τα τὸν στρατὸν ἅμα τοῖς τάγμασιν, ἐπέπεσε τοῖς Βουλγάροις | 188 | |
189 | ἀσαλπιγκτί, καὶ τρέψας αὐτοὺς ἐποίησε νῖκος μέγα· καὶ ὑπο‐ στρέψας ἐν τῇ πόλει καὶ θριαμβεύσας τεθωρακισμένος τὸν πόλεμον τοῦτον ἐπωνόμασεν εὐγενῆ ὡς μηδενὸς αὐτῷ ἀντι‐ στάντος, μηδὲ σφαγῆς Ῥωμαίων γενομένης. | |
5 | Ὁ δὲ ἄρχων Βουλγάρων Τέλθριχος, γνοὺς ὅτι ἐκ τῶν οἰκείων αὐτοῦ τὰς βουλὰς ὁ βασιλεὺς μανθάνει αὐτῷ ἐν δο‐ λιότητι ὅτι βουλῆς εἰμι ἐκφυγεῖν καὶ ἐλθεῖν πρὸς σέ, ἵνα δι’ ἐμοῦ ὑποτάξῃς πᾶσαν τὴν Βουλγαρίαν· ἀλλὰ πέμψον μοι λόγον ἀπαθείας μοι, καὶ τίνας φίλους ἔχεις ἐνταῦθα, ἵνα | |
10 | θαρρήσω αὐτοῖς ἐλθεῖν σὺν ἐμοί. ὁ δὲ κουφότητι γνώμης καὶ ἀνοίᾳ κρατηθεὶς ἔγραψε τοὺς καταμηνύοντας αὐτῷ, κἀκεῖ‐ νος μαθὼν πάντας δεινῷ θανάτῳ παρέδωκεν· ὅπερ ἀκούσας Κωνσταντῖνος τὴν γενειάδα αὐτοῦ ἀπέτιλλεν. Ἐκστρατεύσας δὲ πάλιν κατὰ Βουλγάρων, καὶ δεινῶς | |
15 | κατὰ τῶν σκελῶν ἀνθρακωθείς, καὶ πυρετῷ λάβρῳ καὶ δια‐ καεῖ συσχεθεὶς κατὰ τὴν Ἀρκαδιούπολιν, ὑπέστρεψεν ἐγκλί‐ νιος· καὶ ἐλθὼν ἐν Σηλυμβρίᾳ, καὶ πλωίσας μέχρι τοῦ στρογγύλου καστελλίου, θνησκούσῃ ψυχῇ καὶ σώματι, βοῶν καὶ λέγων ὅτι ζῶν πυρὶ ἀσβέστῳ παρεδόθην διὰ τὴν θεοτό‐ | |
20 | κον Μαρίαν· ἀλλὰ ἀπὸ τοῦ νῦν τιμάσθω καὶ ἀνυμνείσθω ὡς θεοτόκος ἀληθὴς οὖσα. ταῦτα αὐτοῦ ἐπιβοωμένου, καὶ τὴν θεοτόκον Μαρίαν ἐπικαλουμένου, καὶ πᾶσι παρακελευο‐ μένου, καὶ δογματίζοντος ὡς χρὴ τιμᾶσθαι καὶ προσκυνεῖσθαι | |
κυρίως θεοτόκον τὴν ἀειπάρθενον, δεινῷ καὶ χαλεπῷ τὴν | 189 | |
190 | ἀθλίαν αὐτοῦ ψυχὴν ἀπέρρηξε μόρῳ. τὸν δὲ τῆς ἀρχιερω‐ σύνης θρόνον κατεῖχεν Ἀναστάσιος, καὶ δεύτερος μετὰ τοῦ‐ τον Κωνσταντῖνος ὁ ἀποκεφαλισθεὶς ἐν τῷ κυνηγίῳ, τρίτος δὲ μετὰ τοῦτον Νικήτας, πάντες αἱρετικοί. | |
5t | Λέων ὁ υἱὸς τοῦ Κοπρωνύμου ὁ ἐκ τῆς Χαζάρας. | |
6 | Λέων ὁ ἐκ τῆς Χαζάρας, ὁ υἱὸς αὐτοῦ ἐβασίλευσεν ἔτη πέντε. οὗτος ἤρξατο ἐφαπλοῦσθαι ἐπὶ τοῖς καταλειφθεῖσιν, ἐξευμενισάμενος τοῖς ἐν τέλει καὶ τῷ λαῷ, εὐσεβὴς εἶναι προσ‐ ποιησάμενος καὶ φίλος τῆς θεοτόκου καὶ τῶν μοναχῶν, | |
10 | προχειρισάμενος καὶ μητροπολίτας τινὰς καὶ μοναχοὺς ἐν θρόνοις τισίν. εἰσελθόντες οὖν οἱ τῶν θεμάτων ἄρχοντες σὺν τῷ πολλῷ πλήθει ἐν τῇ πόλει ᾐτοῦντο Κωνσταντῖνον τὸν υἱὸν αὐτοῦ βασιλέα. ὁ δὲ διὰ τοὺς ἀδελφοὺς αὐτοὺς δεδιὼς ἀντεδήλωσεν αὐτοῖς ὅτι ὁ υἱός μου μονογενής μοί ἐστι, καὶ | |
15 | φοβοῦμαι τοῦτο ποιῆσαι, μή πως συμβῇ μοι θάνατος, καὶ νηπίου αὐτοῦ ὄντος θανατώσητε αὐτὸν καὶ ἄλλον ἀντ’ αὐτοῦ προβάλλονται. οἱ δὲ μεθ’ ὅρκων φρικτῶν ἐπληροφόρουν αὐ‐ τὸν μὴ δέξασθαι ἄλλον βασιλέα ἐκτὸς αὐτοῦ. ἀπὸ δὲ τῆς βαϊοφόρου ἕως τῆς μεγάλης πέμπτης τοῦτο ᾐτοῦντο. τῇ δὲ | |
20 | ἁγίᾳ παρασκευῇ ἐκέλευσεν ὀμόσαι αὐτοὺς εἰς τὰ τίμια ξύλα· | |
καὶ ὤμοσαν οἵ τε τῶν θεμάτων καὶ τῶν ἔσω ταγμάτων καὶ | 190 | |
191 | τῶν πολιτῶν πάντων τοῦ μὴ δέξασθαι βασιλέα ἐκτὸς Λέοντος καὶ Κωνσταντίνου καὶ τοῦ σπέρματος αὐτῶν. καὶ τῷ μεγά‐ λῳ σαββάτῳ προεβάλετο Εὐδόκιμον ἀδελφὸν αὐτοῦ νουβελί‐ σιμον, καὶ προῆλθε σὺν δυσὶ Καίσαρσι καὶ τρισὶ νουβελισί‐ | |
5 | μοις καὶ τῷ νέῳ Κωνσταντίνῳ εἰς τὴν ἐκκλησίαν, καὶ τὰ ἐξ ἔθους ποιήσας σὺν τῷ πατριάρχῃ καὶ τῷ υἱῷ αὐτοῦ ἀνῆλθεν εἰς τὸν ἄμβωνα. εἰσελθόντος δὲ παντὸς τοῦ λαοῦ, καὶ ἀπο‐ θεμένων τὰ ἔγγραφα αὐτῶν ἐν τῇ ἁγίᾳ τραπέζῃ, εἶπεν ὁ βα‐ σιλεὺς “ἰδοὺ ἐκ τῆς ἐκκλησίας καὶ τῆς χειρὸς τοῦ Χριστοῦ | |
10 | τὸν υἱόν μου παραλαμβάνετε.” οἱ δὲ ἐβόησαν “Χριστὸς ἐγ‐ γύησον ἡμᾶς ὅτι ἐκ τῆς χειρός σου παραλαμβάνομεν τὸν κύ‐ ριον Κωνσταντῖνον εἰς βασιλέα, τοῦ διαφυλάττειν αὐτὸν καὶ ὑπεραποθνήσκειν αὐτοῦ καὶ τοῦ πατριάρχου, ἐνώπιον παντὸς τοῦ λαοῦ.” καὶ προῆλθον ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ οἱ δύο βασι‐ | |
15 | λεῖς σὺν δυσὶ Καίσαρσι καὶ τρισὶ νουβελισίμοις. Τῶν δὲ Ἀράβων ἐξελθόντων ἀποστείλας ὁ βασιλεὺς τὰ στρατεύματα ἐποίησεν νίκην μεγίστην. ἐν Σοφιαναῖς δὲ ἐλθὼν καὶ ποιήσας μαϊουμᾶν ἐθριάμβευσε τὰ ἐπινίκια· ἐκεῖ γὰρ ἦν ἔθος τοὺς βασιλεῖς δέχεσθαι τὰ λάφυρα. τοῦ δὲ Νικήτα | |
20 | πατριάρχου, τοῦ ἀπὸ Σκλάβων καὶ εὐνούχων, τεθνηκότος προ‐ χειρίζεται πατριάρχης Παῦλος ὁ Κύπριος καὶ τίμιος, ὁ λόγῳ καὶ πράξει τετιμημένος. | |
Κατεμηνύθη δὲ τῷ βασιλεῖ ὡς ὅτι Θεοφάνης ὁ παπία | 191 | |
192 | τοῦ παλατίου, καὶ κουβικουλάριοι τρεῖς σὺν αὐτῷ σέβονται καὶ προσκυνοῦσι τὰς τιμίας εἰκόνας, καὶ τὴν αὐτοῦ γαμετὴν Εἰρήνην παρέπεισαν ταύτας σέβεσθαι. ὁ δὲ βασιλεὺς ταῦτα ἀκούσας, καὶ τὴν ἐν αὐτῷ ἐγκεκρυμμένην κακίαν ἀπογυμνώ‐ | |
5 | σας, τούτους ἀνηλεῶς ἔτυψε καὶ λαθραίως φονεύσας ὁμολο‐ γητὰς πεποίηκε, τὴν δὲ γυναῖκα αὐτοῦ ἐξουδενώσας ἀπώσατο, μὴ ἐγνωκὼς αὐτὴν ἔτι. ὁ δὲ Ἀρὼν ὁ τῶν Ἀράβων βασι‐ λεὺς ἐξελθὼν ἐν τοῖς θέμασι, καὶ κάστρα πολλὰ παραλαβὼν καὶ αἰχμαλωσίαν πολλὴν συναγαγὼν ὑπέστρεψεν. ὁ δὲ αὐτὸς | |
10 | Λέων λιθομανὴς ὑπάρχων λίαν ἠράσθη τοῦ στέμματος Μαυ‐ ρικίου, καὶ λαβὼν ἐφόρεσεν αὐτὸ καὶ προῆλθεν. ὑποστρα‐ φέντος δὲ ἀπηνθρακώθη δεινῶς ἡ κεφαλὴ αὐτοῦ, καὶ σφο‐ δροτάτῳ πυρετῷ συνεχόμενος καὶ φθειρόμενος ἐτελεύτησε, τῆς ἱεροσυλίας τὰ ἐπίχειρα κομισάμενος. | |
15t | Κωνσταντῖνος ὁ υἱὸς τοῦ ἐκ τῆς Χαζάρας Λέοντος καὶ ἡ μήτηρ | |
16t | αὐτοῦ Εἰρήνη. | |
17 | Κωνσταντῖνος σὺν τῇ μητρὶ αὐτοῦ Εἰρήνῃ ἐβασίλευσεν ἔτη δέκα, τῆς εὐσεβείας καὶ τῆς ἐκκλησιαστικῆς καταστάσεως ἐπ’ αὐτῶν ἀναλαμψάσης. μετὰ δὲ τεσσαράκοντα ἡμέρας τοῦ | |
20 | κρατῆσαι αὐτὴν μετὰ τοῦ υἱοῦ αὐτῆς, συμβούλιον ποιήσαν‐ | |
τές τινες τῶν ἐν τέλει εὐφήμισαν εἰς βασιλέα Νικηφόρον Καί‐ | 192 | |
193 | σαρα τὸν ἀνδράδελφον αὐτῆς· οὓς δείρασα καὶ δημεύσασα ἐξώρισεν ἐν διαφόροις τόποις, τοὺς δὲ ἀνδραδέλφους αὐτῆς Καίσαράς τε καὶ νουβελισίμους ἀποκείρασα ἱερατεῦσαι καὶ μεταδοῦναι τῷ λαῷ πεποίηκεν ἐν τῇ ἑορτῇ τῆς Χριστοῦ γεν‐ | |
5 | νήσεως, ἐν ᾗ καὶ προελθοῦσα βασιλικῶς δημοσίᾳ σὺν τῷ υἱῷ προσήνεγκε τῇ ἐκκλησίᾳ τὸ ὑπὸ τοῦ ἀνδρὸς αὐτῆς ἀρθὲν στέμμα, ἐπικαλλωπισθὲν διὰ μαργαριτῶν. Ἐν δὲ τῷ μακρῷ τείχει ἄνθρωπός τις ὀρύττων εὗρε λάρ‐ νακα καὶ τοῦτον ἀποσκεπάσας εἶδεν ἄνδρα κείμενον μέγαν | |
10 | νεκρόν, καὶ γράμματα ἐγκεκολαμμένα τῷ λάρνακι γράφοντα τάδε “Χριστὸς μέλλει γεννᾶσθαι ἐκ τῆς παρθένου Μαρίας, καὶ πιστεύω εἰς αὐτόν. ἐπὶ δὲ Κωνσταντίνου καὶ Εἰρήνης τῶν βασιλέων πάλιν ὦ ἥλιε ὄψει με.” Ἀπέστειλε δὲ Εἰρήνη πρὸς Κάρουλον τὸν ῥῆγα τῶν | |
15 | Φράγγων, ὅπως τὴν αὐτοῦ θυγατέρα νυμφεύσηται εἰς τὸν υἱὸν αὐτῆς. ἀλλὰ τούτου διασκεδασθέντος φθόνῳ, ἤγαγε κό‐ ρην ἐκ τῶν Ἀρμενιακῶν ὀνόματι Μαρίαν, καὶ ἔζευξεν αὐτὴν Κωνσταντίνῳ τῷ υἱῷ αὐτῆς, ἄκοντα καὶ μὴ βουλόμενον διὰ τὴν σχέσιν ἣν εἶχε πρὸς τὴν Καρούλου θυγατέρα. Ἀαρὼν | |
20 | δὲ ὁ τῶν Ἀράβων ἀρχηγὸς κατὰ τῆς πόλεως ἦλθεν ἐν μεγά‐ λῃ δυνάμει, καὶ περιεκάθισεν ἐν Χρυσοπόλει. ὁ δὲ βασι‐ λεὺς πέμψας λαὸν τὴν λίμνην Βανῆς ἐκράτησε, καὶ εἰρήνην διὰ τοῦτο ὁ Ἄραψ ἐξαιτεῖται. συναρπασθέντες οὖν ἐπὶ τού‐ | |
του ἄνευ λόγου, πρὸς αὐτὸν ἐξῆλθον Πέτρος μάγιστρος καὶ | 193 | |
194 | Σταυράκιος λογοθέτης καὶ ἕτεροι πλεῖστοι τῶν ἐν τέλει, οἵτι‐ νες δέσμιοι παρ’ αὐτῶν ἐκρατήθησαν. διόπερ ἀναγκασθέντες οἱ τῆς πόλεως, καὶ δῶρα πλεῖστα δόντες, ἀναλαβόμενοι τού‐ τους εἰρήνην ἐποίησαν, καὶ ἀνεχώρησαν οἱ Ἄραβες. Σταυ‐ | |
5 | ράκιον δὲ λογοθέτην ἀποστείλασα Εἰρήνη μετὰ δυνάμεως πολ‐ λῆς κατὰ τῶν Σκλαβηνῶν ἐθνῶν ὑπέταξε πάντας καὶ ὑποφό‐ ρους ἐποίησε τῇ βασιλείᾳ. ἐξῆλθε δὲ καὶ ὁ βασιλεὺς σὺν τῇ μητρὶ αὐτοῦ ἐν τῇ Θρᾴκῃ μετ’ ὀργάνων μουσικῶν καὶ λαοῦ πλείστου, καὶ ἀπῆλθον ἕως Βεροίας· καὶ ταύτην κτίσασα ἡ | |
10 | μήτηρ αὐτοῦ Εἰρηνούπολιν ἐπωνόμασεν. ἔκτισε δὲ καὶ τὴν Ἀγχίαλον, καὶ ὑπέστρεψε μετ’ εὐφροσύνης. Ὁ δέ γε πατριάρχης Παῦλος ἀρρωστήσας καὶ τὴν ἐνθένδε μετάστασιν αὐτοῦ προγνούς, τὸν θρόνον καταλιπών, ἀπελθὼν ἀπεκείρατο ἐν τῇ μονῇ τῶν Φλώρου. ἀπέρχεται οὖν πρὸς | |
15 | αὐτὸν ὁ βασιλεῦς σὺν τῇ μητρὶ αὐτοῦ, βουλόμενος μαθεῖν τῆς ὑποχωρήσεως τὴν αἰτίαν. ὁ δὲ μετὰ πολλῶν δακρύων ἔφη “εἴθε μηθ’ ὅλως ἐκάθισα ἐν τῷ θρόνῳ τῆς ἐκκλησίας, ἀπεσχισμένης ὑπαρχούσης ἐκ τῶν λοιπῶν ἁγίων θρόνων καὶ ἀναθεματιζομένης.” ταῦτα ἀκούσαντες οἱ βασιλεῖς μετὰ σκυ‐ | |
20 | θρωπότητος καὶ κατηφείας ἀνεχώρησαν· καὶ ἀποστέλλουσι πρὸς αὐτὸν πατρικίους ἀκοῦσαι τὰ παρ’ αὐτοῦ λεγόμενα. πρὸς οὓς μετὰ παρρησίας ἐν τῷ τέλει τῆς διδασκαλίας εἶπεν “ἐὰν μὴ σύνοδος οἰκουμενικὴ γένηται καὶ τὸ σφάλμα διορθωθῇ | |
τῆς πίστεως ἡμῶν, οὐκ ἔχετε σωτηρίαν.” οἱ δὲ πρὸς αὐτὸν | 194 | |
195 | “καὶ ἵνα τί καθυπέγραψας ἐν τῷ χειροτονεῖσθαί σε τοῦ μὴ προσκυνεῖν τὰς ἁγίας εἰκόνας;” ὁ δὲ ἔφη “διὰ τοῦτο κἀγὼ θρηνῶ καὶ πρὸς μετάνοιαν φεύγω, δεόμενος ἵνα μὴ ὡς ἱερέα κολάσῃ ὁ θεὸς καὶ ποιμένα, σιγήσαντα μέχρι τοῦ νῦν καὶ μὴ | |
5 | κηρύξαντα τὴν ἀλήθειαν τῷ φόβῳ τῆς μανίας ὑμῶν.” ταῦτα ἀκούσαντες ἀπῆλθον, ἔχοντες ἐν ἑαυτοῖς πολλὴν συζήτησιν. ἐν τούτοις οὖν τὴν μυσαρὰν διαπτύων αἵρεσιν, καὶ τὸν λό‐ γον τῆς ἀληθείας κηρύσσων, ἐκοιμήθη ἐν εἰρήνῃ, πένθος κα‐ ταλιπὼν τοῖς τε βασιλεῦσι καὶ τοῖς εὐσεβέσιν ἀνθρώποις· ἦν | |
10 | γὰρ σεβάσμιος πάνυ καὶ πάσῃ ἀρετῇ κεκοσμημένος. ἀντ’ αὐ‐ τοῦ δὲ κεχειροτόνηται Ταράσιος ὁ ἀπὸ ἀσηκρίτης. Διὰ οὖν βασιλικῆς παρακλήσεως ἀπό τε Ῥώμης καὶ τῶν λοιπῶν ἁγίων θρόνων καὶ τῶν ὑπὸ τὴν βασιλεύουσαν πόλεων πάντων ἐπισκόπων ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων ἐπισυ‐ | |
15 | ναχθέντων τῇ βουλῇ καὶ παραινέσει Ταρασίου πατριάρχου, ὡς γενέσθαι σύνοδον εἰς τὸ προσκυνεῖσθαι τὰς ἁγίας εἰκόνας, τὰς περὶ συνόδου δὲ θείας γραφὰς εἰς ἐπήκοον τῷ βασιλεῖ καὶ τοῦ λαοῦ παντὸς ἀναφωνούντων, ἐστασίασαν κατ’ αὐτῶν οἱ τοῦ Κοπρωνύμου σχολάριοι, καὶ γυμνώσαντες τὰ ξίφη αὐ‐ | |
20 | τῶν τὸν σύλλογον διέλυσαν· οὓς οἱ βασιλεῖς αὐτίκα τῆς πό‐ λεως ὑπεξαγαγόντες ἀόπλους προφάσει εὐωχίας εἰς τὰ Μα‐ λάγινα πρὸς τὰς ἰδίας χώρας ἀτίμως ἐξήλασαν. τὸν δὲ θεῖον | |
Ταράσιον σὺν τοῖς προρρηθεῖσιν ἐπισκόποις ἐν Νικαίᾳ ἀπο‐ | 195 | |
196 | στέλλουσι· καὶ γενομένης συνόδου ἀπέλαβεν ἡ ἐκκλησία τὸν ἀρχαῖον αὐτῆς κόσμον, συνελθόντων πατέρων τὸ δεύτερον ἐν Νικαίᾳ τνʹ, οἳ τὰς εἰκόνας σὺν τῷ σταυρῷ διωρίσαντο προ‐ σκυνεῖσθαι. | |
5 | Φθόνῳ δέ τινες φερόμενοι τῶν προσφιλῶν Εἰρήνης τῆς βασιλίσσης, βουλόμενοι οὗτοι τὰ πράγματα διοικεῖν, συνέβα‐ λον τὴν μητέρα κατὰ τοῦ υἱοῦ πείσαντες αὐτὴν ὡς οὐκ ἔστιν ὡρισμένον παρὰ θεῷ τοῦ κρατῆσαι τὸν υἱόν σου· σὴ γάρ ἐστιν ἡ βασίλεια. αὕτη δὲ ὡς ἅτε γυνὴ ἐξαπατηθεῖσα, στέρ‐ | |
10 | γουσα δὲ καὶ τὸ φίλαρχον, ἐβεβαιώθη τῷ νοῒ οὕτως εἶναι, καὶ τῷ υἱῷ οὐδεμίαν ἐξουσίαν ἐνεχείρισεν. ὁ οὖν βασιλεὺς εἰκοσαετὴς ὢν καὶ ῥωμαλεώτατος πάνυ καὶ ἱκανὸς ἐν τοῖς πο‐ λέμοις ἐλυπεῖτο μηδὲν ἐξουσιάζων, καὶ ἐμελέτησε κατὰ τῆς μητρὸς αὐτοῦ. ἡ δὲ τοῦτο γνοῦσα παρὰ τοῦ Σταυρακίου | |
15 | τοὺς μὲν οἰκείους αὐτοῦ ἀνθρώπους πάντας τύψασα ἐξώρισε, τὸν δὲ υἱὸν αὐτῆς πολλὰ λοιδορήσασα ἀπρόϊτον ἐποίησε· πάντα δὲ τὸν στρατὸν καὶ πάντας τοὺς ἐν τέλει ὀμόσαι πε‐ ποίηκεν ὅτι ἕως οὗ ζῇς, οὐ καταδεξόμεθα τὸν υἱόν σου κρα‐ τῆσαι. Ἀρμενιακοὶ δὲ μόνοι τοῦτο οὐ κατεδέξαντο, ἀλλὰ | |
20 | Κωνσταντῖνον καὶ Εἰρήνην ὡς ἐξ ἀρχῆς εὐφήμουν. ἡ δὲ ἀπέστειλεν Ἀλέξιον δρουγγάριον τῆς βίγλης, ᾧ ἐπίκλην Μω‐ σηλέ, πρὸς τὸ πεῖσαι αὐτούς. οἱ δὲ τοῦτον κρατήσαντες αὐ‐ | |
τὸν ἄρχειν αὐτῶν προεβάλοντο, τὸν ἴδιον στρατηγὸν φρουρή‐ | 196 | |
197 | σαντες, Κωνσταντῖνον μόνον εὐφήμουν. τοῦτο δὲ μαθόντες καὶ οἱ τῶν λοιπῶν θεμάτων λαοὶ ὁμοίως εὐφήμουν, τοῦ δια‐ βόλου τὴν τοιαύτην ἄρνησιν καὶ ἐπιορκίαν τοῖς ἀνθρώποις ὑποβαλόντος. φοβηθεῖσα δὲ ἡ Εἰρήνη τὸ τοῦ λαοῦ ὅρμημα | |
5 | ἐξαπέστειλε τὸν υἱὸν αὐτῆς πρὸς τὸ στράτευμα. αὐτοὶ δὲ τοῦτον αὐτοκράτορα εὐφήμησαν, τὴν μητέρα αὐτοῦ ἀποκη‐ ρύξαντες, τὸν δὲ Ἀλέξιον ἐκύρωσαν στρατηγὸν τῶν Ἀρμενια‐ κῶν. ὑποστρέψας δὲ ἐν τῇ πόλει, Σταυράκιον καὶ Ἀέτιον πρωτοσπαθαρίους καὶ οἰκείους αὐτῆς ἀνθρώπους ἀνηλεῶς τύ‐ | |
10 | ψας ἐξώρισεν, ὡσαύτως καὶ τοὺς λοιποὺς οἰκείους αὐτῆς εὐ‐ νούχους· αὐτὴν δὲ μετὰ ἀπαθειῶν ἐκάθισεν ἐν τῷ οἴκῳ τῷ Ἐλευθερίου, ᾧ αὐτὴ ᾠκοδόμησεν, ἐν ᾧ καὶ τὰ πλεῖστα χρή‐ ματα κατέκρυψεν. Ἐγένετο δὲ καὶ ἐμπρησμός, καὶ ἐκάη ὅ τε τρίκλινος τοῦ | |
15 | πατριαρχείου ὁ λεγόμενος Θωμαΐτης, καὶ αἱ καμάραι αἱ ὑπο‐ κάτω, ἔνθα ἀπέκειντο καὶ τὰ σχέδη πάσης γραφῆς, ἃ ἡρμή‐ νευσεν ὁ ἅγιος Ἰωάννης ὁ Χρυσόστομος· καὶ διῆλθεν ἡ φλὸξ ἕως τοῦ μιλίου καὶ τοῦ κοιαιστωρίου, πανταχόθεν ἐπινεμομέ‐ νη, ἕως οὗ πάντα κατέκαυσεν. ὁ δὲ βασιλεὺς ἐξῆλθε κατὰ | |
20 | Βουλγάρων, καὶ τούτους ληισάμενος καὶ νικήσας ὑπέστρεψεν. ὡσαύτως καὶ ἐν Ταρσῷ μετὰ στρατοῦ πολλοῦ ἀπῆλθε κατὰ Ἀράβων, καὶ πολλοὺς αἰχμαλωτίσας ὑπέστρεψεν. παρακλη‐ | |
θεὶς δὲ ὁ βασιλεὺς ὑπὸ τῆς ἰδίας μητρὸς καὶ πολλῶν τῶν ἐν | 197 | |
198 | τέλει αὖθις ἀναγορεύει αὐτὴν εὐφημεῖσθαι, ὡς ἐξ ἀρχῆς, Κωνσταντῖνον καὶ Εἰρήνην, τοῖς πᾶσι διεκελεύσατο. καὶ πάν‐ τες μὲν πειθαρχοῦσιν, Ἀρμενιακοὶ δὲ μόνοι στασιάζουσι, καὶ ἐπιζητοῦσιν Ἀλέξιον τὸν Μουσηλέ, ὃν ἐτίμησε πατρίκιον καὶ | |
5 | μεθ’ ἑαυτοῦ εἶχεν ὁ βασιλεύς. τοῦτον οὖν διὰ τὴν τοιαύτην ἐπιζήτησιν καὶ διά τινας λόγους οὓς ἤκουεν, ὡς μέλλειν βα‐ σιλεύειν αὐτόν, δείρας καὶ κουρεύσας ἐν εἱρκτῇ ἀπέκλεισε. τῶν δὲ ταγμάτων καὶ θεμάτων ἐν τῇ πόλει ἐπισυναχθέντων, ἐβούλοντο ποιῆσαι Νικηφόρον τὸν τῶν ἀποκαισάρων εἰς βα‐ | |
10 | σιλέα. τοῦτο γνοὺς καὶ ἀποστείλας ἐξήγαγεν ἀμφοτέρους τοὺς υἱοὺς Κωνσταντίνου τοῦ πάππου αὐτοῦ ἐν τῷ ἁγίῳ Μά‐ μαντι, καὶ τὸν μὲν Νικηφόρον δεινῶς ἐτύφλωσε, Χριστοφό‐ ρον δὲ καὶ Νικήταν, Ἄνθιμον καὶ Εὐδόκιμον ἐγλωσσοκόπησε· σὺν αὐτοῖς δὲ καὶ Ἀλέξιον τὸν Μουσηλὲ ἐτύφλωσε, πεισθεὶς | |
15 | ταῖς μητρικαῖς εἰσηγήσεσι. τοὺς δὲ Ἀρμενιακοὺς χειρωσάμε‐ νος καὶ πολέμῳ τροπωσάμενος, τοὺς ἄρχοντας αὐτῶν ἐποινά‐ λισεν, ἐπιγράψας εἰς τὸ πρόσωπον αὐτῶν μέλανι κεντητῷ “Ἀρμενιακὸς ἐπίβουλος,” ἐξορίσας αὐτοὺς ἔν τε Σικελίᾳ καὶ ταῖς λοιπαῖς νήσοις. | |
20 | Μισήσας δὲ ὁ βασιλεὺς τὴν ἑαυτοῦ γυναῖκα Μαρίαν ὑποβολῇ τῆς ἑαυτοῦ μητρός, ἐφιεμένης τῆς ἀρχῆς, πρὸς τὸ μισηθῆναι αὐτόν, ἐξεβιάσατο αὐτὴν τοῦ ἀποκείρασθαι, ἐμνη‐ στεύθη δὲ παρανόμως Θεοδότῃ κουβικουλαρίᾳ, καὶ ἔστεψεν | |
αὐτήν. ἀπέσχισε δὲ τοῦ πατριαρχείου Πλάτων ὁ τοῦ Σαδου‐ | 198 | |
199 | κίονος ἡγούμενος καὶ λοιποὶ διὰ τὸ κοινωνῆσαι τὸν βασιλέα ἑτέρου γάμου. εἰς οὓς πολλὰς θλίψεις ἐνεδείξατο ὁ βασι‐ λεύς. ἡ δὲ μήτηρ αὐτοῦ ὑπερασπίζετο αὐτῶν ὡς τὸν υἱὸν μισούντων. Κάρδαμος δὲ ὁ κύριος Βουλγαρίας ἔγραψε τῷ | |
5 | βασιλεῖ “ἢ τέλεσόν μοι πάκτα, ἢ ἔρχομαι ἕως τῆς χρυσῆς πόρτης.” ὁ δὲ βασιλεὺς βαλὼν καβαλίνας ἐν μαντιλίῳ ἔπεμ‐ ψεν αὐτῷ, εἰπὼν “οἷα δή σοι πρέπει πάκτα, ἀπέστειλα. γέ‐ ρων δὲ εἶ, καὶ οὐ θέλω κοπωθῆναί σε ἕως τῶν ὧδε, ἀλλ’ ἐγὼ ἔρχομαι πρὸς σέ.” καὶ λαὸν συναθροίσας καὶ ἐξελθὼν ὁ | |
10 | βασιλεὺς ἐδίωξεν αὐτὸν ἕως τὰ ἴδια. Ἡ δὲ μήτηρ αὐτοῦ θωπεύσασα πάντας καὶ δωρεῶν ὑπο‐ σχέσεσιν ἑλκύσασα πρὸς ἑαυτὴν ἐτήρει ἡμέραν ἐπιτηδείαν πρὸς τὸ μοναρχῆσαι. τοῦ οὖν βασιλέως ἐξελθόντος κατὰ Ἀράβων, τοῦ λαοῦ παρητοιμασμένου ὄντος τοῦτον κρατῆσαι | |
15 | ἐπί τε τῇ ὑποθέσει τῆς μητρὸς καὶ τῇ παρανομίᾳ τῆς γυναι‐ κός, δι’ ἃ μισητὸς ἐγένετο, πείθουσιν αὐτὸν οἱ μεγιστᾶνες αὐ‐ τοῦ ὑποστρέψαι ἐν τῇ πόλει, εἰσηγήσεσι τῆς μητρός. καὶ δὴ παραγενόμενον ἐν τῷ παλατίῳ, τῆς μητρὸς αὐτοῦ μὴ πα‐ ρούσης, ἀπέκλεισαν αὐτὸν οἱ μεγιστᾶνες καὶ σύμβουλοι τῆς | |
20 | μητρὸς αὐτοῦ ἐν τῇ πορφύρᾳ ἐν ᾗ ἐγεννήθη, καὶ ἐκτυφλοῦ‐ σιν αὐτόν, τῆς μητρὸς αὐτοῦ τοῦτο βουλευσαμένης. ἐσκοτί‐ σθη δὲ ὁ ἥλιος ἐπὶ ἡμέρας δεκαεπτά, ὥστε καὶ τὰ πλοῖα πλανᾶσθαι, καὶ λέγειν πάντας ὅτι διὰ τὴν τοῦ βασιλέως τύ‐ | |
φλωσιν ἐσκοτίσθη ὁ ἥλιος. ἀλλ’ ὅρα τὰ τοῦ θεοῦ ἀνεξερεύνητα | 199 | |
200 | κρίματα. μετὰ γὰρ τὰ πέντε ἔτη τῷ αὐτῷ μηνὶ καὶ τῇ αὐτῇ ἡμέρᾳ ἐν ᾗ ἀπετύφλωσε τοὺς ἰδίους θείους καὶ Ἀλέξιον τὸν Μουσηλέ, ἀποτυφλοῦται καὶ αὐτὸς ὁ Κωνσταντῖνος. ἐκρά‐ τησε δὲ Εἰρήνη μόνη τὴν βασιλείαν. ἐστασίασαν δὲ οἱ αὐ‐ | |
5 | τῆς ἀνδράδελφοι, καὶ ἐξώρισεν αὐτοὺς ἐν Ἀθήναις· οἳ κἀ‐ κεῖθεν βουλευσάμενοι περὶ βασιλείας ὑπὸ τῶν ἐντοπίων ἀνῃ‐ ρέθησαν, καὶ ἠφανίσθη τὸ τοῦ μιαροῦ Κωνσταντίνου γένος. Τῇ δὲ δευτέρᾳ τοῦ ἁγίου πάσχα ἀπελθοῦσα ἡ βασίλισ‐ σα ἐπὶ τῇ κατὰ τύπον γινομένῃ προελεύσει εἰς τοὺς ἁγίους | |
10 | ἀποστόλους, τῇ δείλῃ προῆλθεν ἐν ὀχήματι χρυσῷ ἐποχου‐ μένη τέσσαρσιν ἵπποις λευκοῖς, κρατουμένοις ὑπὸ πατρικίων, ῥίψασα ὑπατείαν ἐν τῇ μέσῃ πολλήν. νοσησάσης δὲ τῆς βα‐ σιλίσσης ἐδηλώθη αὐτῇ ὅτι Σταυράκιος στάσιν κατὰ σοῦ με‐ λετᾷ. ἡ δὲ ἐν τῷ Ἰουστινιανοῦ τρικλίνῳ σελέντιον ποιήσασα | |
15 | ἐξεφώνησε μὴ προέρχεσθαι Σταυρακίῳ τινὰ τῶν ἀρχόντων. Ἀέτιος δὲ ὁ σὺν αὐτῷ παραδυναστεύων, φθονῶν Σταυράκιον, εἰς ἑαυτὸν τὸ κράτος μετεχειρίζετο. τούτων δὲ οὕτως ὄντων Νικηφόρος πατρίκιος καὶ γενικὸς ἐτυράννησε κατ’ αὐτῆς μετὰ συμβουλῆς Νικήτα πατρικίου καὶ Σισιννίου τῶν αὐταδέλφων, | |
20 | τῶν ἐπιόρκων καὶ δολερῶν Τριφυλίων, καὶ Λέοντος πατρικίου τοῦ τεσσαρακονταπήχεως, καὶ Γρηγορίου πατρικίου τοῦ Μου‐ σαλακίου, καὶ ἑτέρων τινῶν τῶν ἐν τέλει· οἳ καὶ ἐλθόντες | |
ἐν τῇ Χαλκῇ, ὥρᾳ τετάρτῃ τῆς νυκτός, ἀπατήσαντες τοὺς | 200 | |
201 | φύλακας ὡς παρὰ τῆς Αὐγούστης ἀπεστάλησαν, εἰσῆλθον ἐν τῷ παλατίῳ, καὶ διὰ τῆς νυκτὸς κατὰ πάσης τῆς πόλεως τὴν ἀναγόρευσιν αὐτοῦ ἐποιήσαντο, τοὺς φύλακας περιστήσαντες ἐν τῷ παλατίῳ τῶν Ἐλευθέρων φυλάττειν Εἰρήνην. ὄρθρου | |
5 | δὲ μεταστειλάμενος ἀπέκλεισεν αὐτὴν ἐν τῷ παλατίῳ καὶ οὕ‐ τως προῆλθεν ἐν τῇ ἐκκλησίᾳ ἐπὶ τῷ στεφθῆναι τὸν ἀλιτή‐ ριον, Ταρασίου ἔτι τὸν θρόνον κατέχοντος. | |
8t | Νικηφόρος ὁ ἀνδράδελφος Εἰρήνης ὁ ἀπὸ γενικῶν. | |
9 | Νικηφόρος ὁ ἀνδράδελφος Εἰρήνης ἐβασίλευσεν ἔτη ηʹ | |
10 | μῆνας θʹ. οἱ δὲ ὄχλοι ἐπαρῶντο καὶ τὸν στέφοντα καὶ τὸν στεφόμενον. χρηστότητα δὲ ὑποκρινόμενος παρηγόρει τὴν βα‐ σίλισσαν, ὡς πᾶσαν αὐτῆς ἀνάπαυσιν ποιήσειεν, εἰ τοὺς θη‐ σαυροὺς αὐτῆς καταμηνύσειεν αὐτῷ. ἡ δὲ συνετῷ τῷ φρο‐ νήματι πρὸς τὸν χθὲς μὲν δοῦλον ἐπίορκον σήμερον δὲ τύ‐ | |
15 | ραννον ἔφη “ἐγὼ μέν, ὦ ἄνθρωπε, θεὸν εὐεργέτην ἡγοῦμαι, τὸν ὑψώσαντά με εἰς ταύτην τὴν βασιλείαν, ταῖς δὲ ἐμαῖς ἁμαρτίαις τὴν κωθαίρισιν ἐμαυτῇ προσάπτω. ἐν πᾶσι δὲ τούτοις εἴη τὸ ὄνομα κυρίου εὐλογημένον. οὐ μὴ δὲ ἀγνοῇς τὰς κα‐ τὰ σοῦ μηνυθείσας μοι ἐπιβουλάς, αἷς εἰ συναπήχθην, ἀκω‐ | |
20 | λύτως εἶχον τοῦ ἀνελεῖν σε. ἀλλὰ τὸ μὲν τοῖς σοῖς ὅρκοις πειθομένη, τὸ δὲ φειδομένη σου, πάντα παρελογισάμην, τῷ θεῷ ἀποδοῦσά σε, δι’ οὖ βασιλεῖς βασιλεύουσι καὶ δυνάσται | |
κατεξουσιάζουσι. καὶ τὰ νῦν ὡς εὐσεβῆ σε καὶ ἐκ θεοῦ | 201 | |
202 | προβληθέντα εἰς βασιλείαν προσκυνῶ, καὶ αἰτοῦμαι φείσα‐ σθαί μου τῆς ἀσθενείας καὶ συγχωρῆσαί μοι τὸν ὑπ’ ἐμοῦ κτισθέντα τὸν Ἐλευθερίου οἶκον εἰς ψυχαγωγίαν τῆς ἀσυγκρί‐ του μου συμφορᾶς.” ὁ δὲ ἔφη “καὶ εἰ τοῦτο θέλεις σοι γε‐ | |
5 | νέσθαι, ὄμοσόν μοι μὴ ἀποκρύψαι τι τῶν θησαυρῶν, καὶ πᾶσάν σου θεραπείαν ποιῶ.” ἡ δὲ ὤμοσεν αὐτῷ, ὑποδείξασα καὶ πλοῦτον πολύν. ὁ δὲ τοῦ ποθουμένου τυχὼν παρεθὺ ἐξώρισεν αὐτὴν ἐν τῇ Πριγκίπῳ τῇ νήσῳ, ὃ αὐτὴ ᾠκοδόμη‐ σεν εἰς μονήν. ἰδὼν δὲ πάντας τοὺς ἐν τέλει λυπουμένους | |
10 | ἐπ’ αὐτῇ διὰ τὴν ἀπληστίαν αὐτοῦ, φοβηθείς, καίπερ βαρυτά‐ του χειμῶνος ὄντος, ἐξώρισε τὴν αὐτὴν τὴν Εἰρήνην ἐν Λέ‐ σβῳ τῇ νήσῳ φρουρεῖσθαι. προσελάβετο δὲ Κωνσταντῖνον υἱὸν αὐτῆς, ὃ καὶ ὑπέδειξεν αὐτῷ τὸν ἀνακτισθέντα πλοῦτον ὑπὸ ὀρθομαρμαρώσεως, τὸν νῦν ἐν τῷ σίγματι ὄντα. Νική‐ | |
15 | ταν δὲ τὸν Τριφύλιον ὁ αὐτὸς Νικηφόρος φαρμάκῳ ἀνεῖλε. Βαρδάνης δὲ ὁ πατρίκιος καὶ στρατηγὸς τῶν ἀνατολικῶν θε‐ μάτων, ὅς γε τοῦτο πολλὰ παρῃτήσατο, διαδρᾶναι δὲ μὴ δυ‐ νηθείς, βίᾳ κατελθὼν ἐν Χρυσοπόλει, εἶτα φοβηθεὶς τὸν θεόν, μή πως δι’ αὐτοῦ γένηται σφαγὴ Χριστιανῶν, λαβὼν παρὰ | |
20 | Νικηφόρου λόγον ἀπαθείας, νυκτὸς λάθρα τοῦ λαοῦ ἦλθε πρὸς τὴν μονὴν Ἡρακλείου ἐν τῷ Καταβόλῳ, καὶ παρευθὺ γέγονε μοναχός. ἐρχόμενος δὲ διὰ τοῦ σταλέντος βασιλικοῦ χελαν‐ δίου ἐν τῇ Πρώτῃ νήσῳ εἰς τὸ μοναστήριον αὐτοῦ, ὃ ἦν αὐ‐ | |
τὸς προκατασκευάσας, τυφλοῦται, Λυκαόνων τινῶν τοῦτο κατὰ | 202 | |
203 | γνώμην τοῦ βασιλέως ποιησάντων. διὸ καὶ ἐπὶ τῇ τοιαύτῃ ὑποκρίσει, ὡς δῆθεν λύπῃ συσχεθείς, πάντας μεθ’ ὅρκων ἐπληροφόρει ἀναίτιον αὐτὸν εἶναι τοῦ τοιούτου δράματος. Ἐφ’ οὗ ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς ἐξελθὼν παρεγένετο | |
5 | ἐν τῷ Ἀμορίῳ. ἐξῆλθε δὲ Νικηφόρος πρὸς τὸ Δορύλαιον, δηλώσων τῷ πρωτοσυμβούλῳ ταῦτα. “ἵνα τιʹ ἐπιχαίρετε ταῖς ἀδικίαις καὶ ταῖς αἱματοχυσίαις, μὴ ἀρκούμενος εἰς τὰ ἴδια, ἀλλὰ παραβαίνεις ὅρους ἀρχαίους καὶ πατρώους; ποῖος γάρ σοι προφήτης θεῖος ταῦτα ποιεῖν ἐδίδαξεν; οὐχὶ Μαχόμετ ὁ | |
10 | προφήτης σου παρήγγειλε Χριστιανὸν ὡς ἀδελφὸν ἔχειν καὶ λέγειν; μὴ γὰρ ὁ πάντων δημιουργὸς θεὸς καὶ προνοητὴς ἀμφοτέρων αἵμασιν ἀνθρώπων ἀδίκως ἐκχυνομένοις χαίρει; μὴ γένοιτο. ἢ ἀργυρίου καὶ χρυσίου καὶ λοιπῶν ὑστερούμε‐ νος ἐξῆλθες ἀδικῆσαι τοὺς μηδὲν ἀδικήσαντάς σε; καίτοι γε | |
15 | τὰ κάλλιστα καὶ δυσπόριστα καὶ ἡμῖν ἐπέραστα κατὰ κόρον ἔχεις· αὐτίκα παρέξομεν φιλοστοργίας τρόπῳ. μὴ τοίνυν ὡς ἀθάνατοι καὶ ἄθεοι κατ’ ἀλλήλων ἀντιστρατευώμεθα, καὶ τὸν ἐκ δαιμόνων κατὰ τῶν ἀνθρώπων πόλεμον ἐκ φθόνου μιμώμεθα, γινώσκοντες ὅτι μικρὸν ὕστερον τελευτήσομεν καὶ | |
20 | πρὸς κριτὴν ἀδέκαστον ἀπελευσόμεθα, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.” ταῦτα τοῦ βασιλέως Νικηφόρου ἀπο‐ | |
στείλαντος μετὰ δώρων τινῶν, ὁ Ἄραψ ἀγαθυνθεὶς καὶ ἀν‐ | 203 | |
204 | ταποστείλας δῶρα πλεῖστά τε καὶ θαυμαστὰ μετ’ εἰρήνης ὑπέστρεψε, τὴν Νικηφόρου σύνεσιν ὑπερθαυμάσας. Τῆς δὲ Εἰρήνης τὴν ἐξορίαν ἐκ λύπης καὶ ἀθυμίας τε‐ λευτησάσης ἐν Λέσβῳ τῇ νήσῳ, ἔνθα καὶ ἦν φρουρουμένη, | |
5 | μετεκόμισε τὸ σῶμα αὐτῆς ὁ βασιλεὺς ἐν τῇ μονῇ τῆς Πριγ‐ κίπου, ἣν αὐτὴ ᾠκοδόμησε· σφόδρα γὰρ εὐσεβὴς καὶ φιλά‐ ρετος οὖσα πολλὰ ξενοδοχεῖα καὶ γηρωκομεῖα καὶ μοναστήρια κατεσκεύασε, καὶ φόρων κουφισμοὺς καὶ ἄλλα πλεῖστα κα‐ τορθώματα. | |
10 | Ὁ δέ γε βασιλεὺς ἔστεψε τὸν υἱὸν αὐτοῦ Σταυράκιον, δυσειδῆ καὶ ἀφελῆ ὄντα. ἀπεβίω δὲ καὶ ὁ ἁγιώτατος ἐπί‐ σκοπος Ταράσιος, καὶ χειροτονεῖται ἀντ’ αὐτοῦ Νικηφόρος ὁ ἁγιώτατος πατριάρχης. ὁ δὲ βασιλεὺς κατὰ Βουλγάρων ἐκ‐ στρατεύσας ἥττησεν αὐτοὺς κατὰ κράτος, ὥστε καὶ τὴν λε‐ | |
15 | γομένην αὐλὴν τοῦ ἀρχηγοῦ αὐτῶν Κοΐμου πυρπολῆσαι· ἐκείνου δὲ δηλώσαντος παρακλήσεως λόγους, “ἱκανούσθω σοι, ὦ βασιλεῦ, ἕως τούτου,” οὐ προσήκατο παντελῶς τῆς εἰρήνης τὰ ῥήματα διὰ πολλὴν ἀπληστίαν. ἐφ’ οἷς χαλεπήνας ὁ βάρβαρος τὰς τῆς χώρας εἰσόδους καὶ ἐξόδους περιέφραξεν | |
20 | ὀχυρώμασι ξυλίνοις, καὶ μεθ’ ἡμέρας δύο συναθροίσας λαὸν καὶ κατὰ τῆς τοῦ βασιλέως σκηνῆς ἀπελθὼν ἀναιρεῖ τοῦτον καὶ πάντας τοὺς σὺν αὐτῷ. τὴν δὲ Νικηφόρου κεφαλὴν ἐκ‐ κόψας καὶ ἐπὶ ξύλου ἀναρτήσας, εἶθ’ οὕτως γυμνώσας τὸ ὀστοῦν καὶ περιαργυρώσας πέριξ, ἐκέλευσε πίνειν εἰς αὐτὴν | |
25 | τοὺς τῶν Βουλγάρων ἄρχοντας, ἐγκαυχώμενος κατ’ αὐτοῦ ὡς | 204 |
205 | ἀπλήστου καὶ τὴν εἰρήνην μὴ θελήσαντος. ὡς δέ τινες ἔφα‐ σαν πολλοὺς Χριστιανοὺς αὐτὸν πεφονευκέναι διὰ τὴν ἀπλη‐ στίαν καὶ φιλαργυρίαν αὐτοῦ· ἐπέτεινέ τε τούς τε φόρους τῶν ὑπὸ χεῖρα, καὶ τὰς δημοσίας ἀρχὰς ὠνίους χρυσίου τοῖς | |
5 | βουλομένοις προύθηκε. κἀκεῖνος ἄξιος ἦν προβαλέσθαι εἰς ἄρχοντα, ὃς πλειόνως τῶν ἄλλων χρυσὸν κατεβάλετο. καὶ ἃ δέ φασι χαρτιατικὰ οὗτος ἐξεῦρε, καὶ πᾶν πονηρὸν καὶ βαρὺ ὡς ἔπος εἰπεῖν αὐτὸς τοῖς Χριστιανοῖς ἐπενόησεν. | |
9t | Σταυράκιος ὁ υἱὸν Νικηφόρου. | |
10 | Σταυράκιος ὁ υἱὸς Νικηφόρου ἐβασίλευσεν ἔτος ἓν μῆ‐ νας δύο. οὗτος ἐν τῷ κατὰ Βουλγάρων πολέμῳ ἐπλήγη κατὰ τοῦ δεξιοῦ μηροῦ, καὶ φορείῳ τὴν πόλιν κατέλαβεν. ὃς διὰ τὴν πληγὴν ἐν τῷ παλατίῳ κείμενος ἀπρόϊτος ἦν. ἐβουλεύετο δὲ Μιχαὴλ τὸν γαμβρὸν αὐτοῦ καὶ κουροπαλάτην ἐκτυφλῶ‐ | |
15 | σαι καὶ τῇ γαμετῇ τὴν βασιλείαν καταλιπεῖν. ἐντεῦθεν Μι‐ χαὴλ τοῦτο γνούς, ὁ γαμβρὸς αὐτοῦ, ἐξαίφνης ἀναγορεύεται βασιλεὺς ἐν τῷ ἱππικῷ παρὰ τῆς συγκλήτου καὶ τῶν ταγμά‐ των, ὡς ἤδη ἀπεγνωσμένου τοῦ Σταυρακίου. ὅπερ μαθὼν Σταυράκιος, καὶ τοῦ παλατίου ἐξελθών, καὶ τὸ μοναδικὸν αὐ‐ | |
20 | τίκα σχῆμα σὺν τῇ γυναικὶ αὐτοῦ Θεοφανὼ περιθέμενος, εἰς | |
Σταυρακὰ λεγόμενον μοναστήριον ἐτελεύτησε, καὶ ἐτάφη ἐν | 205 | |
206 | τῇ μονῇ τοῦ Σατύρου. τὸν δὲ τῆς ἀρχιερωσύνης θρόνον κα‐ τεῖχεν ἔτι ὁ ἁγιώτατος Νικηφόρος. | |
3t | Μιχαὴλ ὁ κουροπαλάτας ὁ γαμβρὸς Σταυρακίου. | |
4 | Μιχαὴλ ὁ εὐσεβέστατος ἐβασίλευσεν ἔτη βʹ, στεφθεὶς | |
5 | ὑπὸ Νικηφόρου πατριάρχου, δοὺς τῷ πατριάρχῃ χρυσίου λίτρας νʹ καὶ τῷ κλήρῳ λίτρας κε· ἀφιλάργυρος γὰρ ἦν καὶ μεγαλόψυχος, παραμυθησάμενος καὶ τοὺς ἐκ τῆς Νικη‐ φόρου πλεονεξίας ἠδικημένους. ἔστεψε δὲ καὶ Προκοπίαν τὴν γυναῖκα αὐτοῦ, πολλαῖς δωρεαῖς τὴν σύγκλητον φιλοτι‐ | |
10 | μησάμενος· καὶ Θεοφύλακτον τὸν υἱὸν αὐτοῦ ὁμοίως ἔστε‐ ψεν ἐν τῷ ἄμβωνι τῆς ἐκκλησίας, πάμπολλα προσενέγκας ἱερὰ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ· οὗτος γὰρ ὁ Μιχαὴλ πατὴρ ἦν Ἰγνατίου πατριάρχου. ἐπωνομάζετο δὲ Ῥαγαβέ. Κροῦμος δὲ ὁ τῶν Βουλγάρων ἀρχηγὸς ἔγραψε περὶ εἰρήνης, ἐπιζητῶν | |
15 | καὶ πολλὰ πάκτα. ὁ δὲ κακῶν συμβουλίαις πεισθεὶς οὐ προσ‐ ήκατο εἰρήνην. οὗτος εἰς πάντα μὲν χρηστὸς ἦν καὶ ἐπιει‐ κής, εἰς δὲ τὴν τῶν πραγμάτων διοίκησιν παντελῶς ἀκυβέρ‐ νητος ὑπῆρχε, καὶ δεδουλωμένος ματαίων ἀνθρώπων βουλαῖς καὶ ἀπειροπολέμων· ὅθεν ἐκστρατεύσαντος αὐτοῦ κατὰ Βουλ‐ | |
20 | γάρων καὶ μετὰ μεγάλης ἥττης ὑποστρέψαντος ἀναγορεύεται Λέων ὁ πατρίκιος καὶ στρατηγὸς τῶν ἀνατολικῶν ὑπὸ τοῦ | |
λαοῦ καὶ τῶν ἀρχόντων ἐν τῷ κάμπῳ τοῦ τριβουναλίου. καὶ | 206 | |
207 | δὴ τοῦτο Μιχαὴλ ἀκούσας, καὶ τὸ μοναδικὸν σχῆμα σὺν γυ‐ ναικὶ καὶ τέκνοις ἀμφιεσάμενος, εἰς τὸ πλησίον τῆς πόλεως νησίον τὴν Πλάτην περιορίζεται· ἐν ᾧ καὶ ἐτελεύτησε. τὸν δὲ τῆς ἀρχιερωσύνης θρόνον κατεῖχεν ἔτι ὁ ἁγιώτατος Νι‐ | |
5 | κηφόρος. | |
6t | Λέων ὁ Ἀρμένιος ὁ καὶ παραβάτης. | |
7 | Λέων ὁ Ἀρμένιος ὁ παραβάτης ἐβασίλευσεν ἔτη ἑπτὰ μῆνας εʹ, στεφθεὶς ὑπὸ Νικηφόρου πατριάρχου, βεβαιώσας αὐτὸν ἐγγράφως περὶ τῆς ἑαυτοῦ ὀρθοδοξίας. ὁ δὲ νέος Σεν‐ | |
10 | ναχερεὶμ Κροῦμος ἐπαρθεὶς τῇ νίκῃ, καταλιπὼν τὸν ἴδιον ἀδελφὸν πολιορκεῖν τὴν Ἀδριανούπολιν, μετὰ ἓξ ἡμέρας τῆς αὐτοκρατορείας Λέοντος ἐπανελθὼν τῇ πόλει περιῄει πρὸ τῶν τειχῶν ἀπὸ Βλαχερνῶν ἕως τῆς Χρυσῆς καλουμένης πόρτης, ἐπιδεικνύμενος τὴν ἑαυτοῦ δύναμιν, ἐπιτελέσας μιαρὰς θυ‐ | |
15 | σίας ἐν τῷ λιβαδίῳ τῆς Χρυσῆς πόρτης. ᾐτήσατο δὲ τὸν βασιλέα σπεῖσαι εἰρήνην ἢ τὸ δόρυ αὐτοῦ πῆξαι ἐν τῇ Χρυ‐ σῇ πόρτῃ. τοῦ δὲ βασιλέως μὴ καταδεξαμένου τοῦτο, ὑπέ‐ στρεψεν εἰς τὴν ἰδίαν σκηνὴν θαυμάσας τὰ τῆς πόλεως τείχη καὶ τὴν εὔτακτον τοῦ βασιλέως παράταξιν. ἐπὶ σύμβασιν | |
20 | εἰρήνης τρέπεται πειραστικοὺς λόγους ποιούμενος. ὁ δὲ βα‐ | |
σιλεὺς ἠφορμῆς δραξάμενος ἐπειράθη αὐτὸν λοχῆσαι, ἀλλ’ εἰς | 207 | |
208 | πέρας ἀγαγεῖν τοῦτο ἐκωλύθη τῇ τῶν ὑπουργησάντων ἀφυΐᾳ, πληξάντων μὲν τοῦτον, καιρίαν δὲ μὴ ἐπαγόντων πληγήν. ἐπὶ τοῦτο μανεὶς ὁ ἀλάστωρ, ἀποστείλας ἵππους ἐν τῷ ἁγίῳ Μά‐ μαντι τὸ ἐκεῖσε παλάτιον ἐνέπρησε, καὶ τὸν χαλκοῦν λέοντα | |
5 | τοῦ ἱππικοῦ σὺν τῇ ἄρκτῳ καὶ τῷ δράκοντι τοῦ ὑδρίου καὶ μαρμάροις καλλίστοις ἐν ἁμάξαις φορτώσας ὑπέστρεψεν, πε‐ ρικαθίσας τὴν Ἀδριανούπολιν· καὶ ταύτην ἑλών, πολλοὺς δὲ τῶν εὐγενῶν Μακεδόνων μετὰ λαοῦ πλείστου διαπεράσας, κατεσκήνωσεν ἐν τῷ Δανουβίῳ ποταμῷ. ὁ δὲ Λέων μετὰ | |
10 | δύο χρόνους τῆς αὐτοῦ βασιλείας μανείς, καὶ τὸν στέψαντα αὐτὸν θεῖον Νικηφόρον ἐξορίσας, Θεόδοτον πατριάρχην ἀν‐ τιχειροτονεῖ, ἄλογον ἄνδρα καὶ ἰχθύων ἀφωνότερον, καὶ διωγμὸν ἄσπονδον κατὰ τῆς ἐκκλησίας ἀνερρίπισεν. ἐφ’ οὗ ἐφάνη ἀστὴρ κομήτης ἐν σχήματι δύο λαμπρῶν σελη‐ | |
15 | νῶν ἑνουμένων καὶ πάλιν διαιρουμένων εἰς διάφορα σχή‐ ματα, ὡς εἰς ἀκεφάλου διάπλασιν ἀνδρὸς τυπωθῆναι. καὶ μέντοι καὶ σεισμοὶ φοβεροὶ καὶ αὐχμοὶ καὶ φλογώσεις γε‐ γόνασιν ἐπὶ τῶν ἡμερῶν τοῦ θεοστυγοῦς. ἐκμιμούμενος τοίνυν τὸν τῆς μυσαρᾶς ταύτης αἱρέσεως ἀρχηγὸν ὁμώνυμον | |
20 | αὐτοῦ καὶ ὁμότροπον, ἤρξατο τῆς αἱρέσεως· εἶτα συμμύ‐ στας ἐπιζητήσας εὗρεν Ἰωάννην τὸν λεγόμενον Γραμματικόν, | |
μᾶλλον δὲ Ἰωάννην ἄλλον ἢ Σίμωνα, ἐπί τε λεκανομαντείαις καὶ | 208 | |
209 | γοηταίαις καὶ αἰσχρουργίαις διαβεβοημένον, καὶ ἑτέρους τινὰς ὁμόφρονας αὐτοῦ. προσκαλεῖται οὖν Νικηφόρον τὸν ἀοίδιμον πατριάρχην καὶ τοὺς σὺν αὐτῷ ἐπισκόπους ἐνώπιον τῆς συγκλή‐ του, καὶ φησίν “ἴστε σαφῶς ὡς ἀνέστησάν τινες λέγοντες μὴ | |
5 | δεῖν προσκυνεῖσθαι τὰς εἰκόνας.” εὐθὺς δὲ ὁ ἱερὸς Εὐθύμιος Σάρδεων παρρησιασάμενος ἐκ τῆς θείας γραφῆς ἐπετίμησεν τὸν ἀλιτήριον, μεθ’ ὃν καὶ Θεόδωρος ὁ θερμὸς τῆς ὀρθοδο‐ ξίας πρόμαχος, τῶν Στουδίου ἡγούμενος, ἔφη “μὴ παρασά‐ λευε, βασιλεῦ, κατάστασιν ἐκκλησιαστικήν· σοὶ μὲν γὰρ ἡ | |
10 | τῆς πολιτείας κατάστασις καὶ ἡ τοῦ στρατοῦ ἐπιστεύθη· τού‐ των φρόντιζε, καὶ τὴν ἐκκλησίαν ἔασον μένειν ἐν ὀρθοδοξίᾳ.” ὁ δὲ τύραννος τούτων ἀκούσας, ὑπερζέσας τῷ θυμῷ καὶ λεόν‐ τειον ὁ πιθήκειος βρύξας, καὶ πάντας μεθ’ ὕβρεως ἀπελάσας, καὶ τὸν μέγαν Νικηφόρον τῆς πόλεως ἐξεώσας καὶ περιορίσας, | |
15 | ὡσαύτως καὶ Θεόδωρον τὸν Στουδίου ἐξορίσας, Θεόδοτον τὸν Κασσιτερὰν τῷ πατριαρχείῳ ἀπεκατέστησεν. ἔκτοτε οὖν τὸν θυμὸν καὶ τὸν δόλον τῆς ψυχῆς αὐτοῦ ἐκχέας τοῖς συμμύ‐ σταις αὐτοῦ ἀσελγέσιν ἑαυτὸν κατεπίστευσεν· οἵ τινες ἐπεὶ αὐτῷ προσῳκειώθησαν, τρία ὑπέθηκαν αὐτῷ τὰ ὑποσχημένα | |
20 | καὶ αὐτῷ στεργόμενα, τῆς ὀρθοδόξου πίστεως ἡμῶν τὴν ἄρ‐ νησιν, τῶν θείων εἰκόνων τὴν καθαίρεσιν, τῶν εὐσεβούντων τὴν δίωξιν. ταύταις οὖν ταῖς ἀπάταις προσθεὶς ὁ ματαιό‐ | |
φρων, ἀναπτερωθεὶς ὁ δείλαιος τῇ ταλαιπώρῳ ὁρμῇ, πρῶτα | 209 | |
210 | μὲν καθαιρεῖ πᾶσαν ἱερὰν τῆς ἐκκλησίας ἀναστήλωσιν, κἀν‐ τεῦθεν τοὺς εὑρισκομένους ἔχοντας εἰκόνας Χριστοῦ ἤ τινος ἁγίου δειναῖς τιμωρίαις καὶ θανάτῳ κατεδίκαζεν, καὶ πολλοὺς ἐνδόξους καὶ περιφανεῖς πεφόνευκεν. Μιχαὴλ δὲ ὁ τὴν τοῦ | |
5 | ἐξκουβίτων τάγματος ἀρχὴν διέπων διεβλήθη τῷ βασιλεῖ ὡς κατ’ αὐτοῦ βουλευόμενος· ὃν εἱρκτῇ πέδαις εἶχεν τηρούμε‐ νον. τῆς δὲ γενεθλίου τοῦ σωτῆρος ἡμῶν ἐνστάσης τοῦτον ἠβουλήθη τῇ νυκτὶ ἀνελεῖν. κωλυθεὶς δὲ παρὰ τῆς ἰδίας γυ‐ ναικὸς διὰ τὴν ἑορτὴν εἴασεν αὐτόν. ὁ δὲ Μιχαὴλ ἐν τῇ εἱρ‐ | |
10 | κτῇ ὤν, τοῦτο μαθών, πᾶσι τοῖς μετ’ αὐτοῦ συμβούλοις ἐμή‐ νυσεν ὡς εἰ μὴ σπουδάσητε ἐξελεῖν με τῆς φρουρᾶς, πάντας ὑμᾶς καταμηνύω τῷ βασιλεῖ. ἦν δὲ μετ’ αὐτῶν καὶ ὁ τοῦ παλατίου παπίας, συγγενὴς ὢν τοῦ Μιχαήλ. οὗτοι τῇ νυκτὶ ὁπλισθέντες, ἔνδοθεν τὰ ξίφη φοροῦντες, τοῦ παπίου ἀνοίξαν‐ | |
15 | τος ὡς οἱ ἱερεῖς μετὰ φελωνίων εἰσῆλθον, τοῦ δὲ βασιλέως ἐν τῇ ἐκκλησίᾳ εἰσελθόντος εἰσπηδήσαντες καὶ τοῦτον χειρωσά‐ μενοι μεληδὸν κατέκοψαν, ἀπορρήξαντα τὴν ἀνόσιον αὐτοῦ ψυχὴν ἐν τῷ παλατίῳ, ἐν ᾧ οὐδεὶς τῶν πρὸ αὐτοῦ βεβασι‐ λευκότων ἀνῄρητο. αὐτῇ δὲ τῇ ὥρᾳ ἐν τῇ εἱρκτῇ ἀπελθόντες | |
20 | ἐξάγουσι τὸν Μιχαήλ, καὶ εἰσάγουσιν ἐν τῇ ἑορτῇ ἀντὶ δε‐ σμοφόρου στεφηφόρον, ὡς πληρωθῆναι ἐπ’ αὐτοῦ τὸ τοῦ ψαλ‐ | |
μοῦ λόγιον τὸ “ἑσπέρας αὐλισθήσεται κλαυθμὸς καὶ εἰς τὸ | 210 | |
211 | πρωῒ ἀγαλλίασις.” μετὰ δὲ ταῦτα ῥακίοις εὐτελέσι περιβα‐ λόντες τὸ τοῦ ἀλιτηρίου σῶμα, εἰς ἀκάτιον ἐμβαλόντες τὰ παμμίαρα αὐτοῦ μέλη κατὰ τὴν καλουμένην Πρώτην νῆσον ἐκφέρουσιν, ἔνθα καὶ τοὺς παῖδας ἀποκείραντες μονάσαι πε‐ | |
5 | ποιήκασιν. | |
6t | Μιχαήλ. | |
7 | Μιχαὴλ ὁ Ἀμορραῖος ἐβασίλευσεν ἔτη ηʹ μῆνας ἐννέα· ὃς μι‐ κρόν τι τῆς προκατεχούσης κακίας ὑπενδούς, ὅσον τοὺς ἐν εἱρ‐ κταῖς καὶ ποιναῖς καὶ ἐξορίαις ἐλευθερίαν τε καὶ ἄνεσιν ὀνειρώδη | |
10 | φαντάζεσθαι, τὸ τοῦ προηγησαμένου δυσσεβοῦς ὑπέθαλπεν θεοστυγὲς φρόνημα· ὁμοίως γὰρ τῷ αὐτῷ περιεπάρη δεινῆς αἱρέσεως ἀγκίστρῳ ἐξ ἀκροτάτης ἀλογίας καὶ ἀπαιδουσίας. ὅθεν ἐπὶ σελέντιον ἔφη “οἱ μὲν οὖν πρὸ ἡμῶν ἐρευνησάμενοι ἐκκλησιαστικὸν θεσμὸν τῶν δογμάτων τὸν περὶ αὐτῶν εἰσπρα‐ | |
15 | χθήσονται λόγον, εἰ καλῶς ἢ κακῶς ἐθέσπισαν. ἡμεῖς ἐν ᾧ τὴν ἐκκλησίαν εὕρομεν βαδίζουσαν, ἐν τούτῳ καὶ διαφυλάτ‐ τειν προκρίνομεν.” ἦν δὲ αὐτῷ παῖς ἐξ Εὐφροσύνης ὀνόματι Θεόφιλος, ὃν καὶ ἔστεψεν ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ. ἐφ’ οὗ Θωμᾶς ὁ ἀντάρτης ἐκ τῶν Ἀνατολικῶν μερῶν ἀπάρας ἤδη | |
20 | καὶ λαὸν ἀκυρτώδη καὶ ἐπίμικτον ἐπισυρόμενος ἐπὶ τὸ Βυ‐ | |
ζάντιον ἐκίνησε, τῆς βασιλείας παρ’ ἀξίαν ἐφιέμενος. ἐκ γὰρ | 211 | |
212 | τῆς Ῥωμαίων γῆς ὁρμώμενος, δυσγενής τε καὶ ἀφανὴς ὤν, πρὸς τὰ μέρη τῆς Συρίας ἀφίκετο, Κωνσταντῖνον ἑαυτὸν ὀνο‐ μάσας καὶ υἱὸν Εἰρήνης βασιλίσσης. κἀντεῦθεν πολλοὺς τῶν βαρβάρων κατὰ Χριστιανῶν ἀπατήσας καὶ λαὸν ἄπειρον συν‐ | |
5 | αθροίσας ἐπῄει τῇ Κωνσταντινουπόλει, μεγαλαυχῶν ἐπὶ τῷ πλήθει τοῦ λαοῦ, μὴ ἐννοήσας ὡς οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν. ἐπόρθει τοίνυν τὴν Κωνσταντινούπολιν ἐφ’ ἕνα χρόνον, τῶν πολιτῶν γενναίως ἀντιταττομένων, καὶ τει‐ χομαχούντων καὶ ναυμαχούντων· τὰς γὰρ πλείστας ναῦς | |
10 | ἐπυρπόλησαν, καὶ τοὺς λογάδας τῶν πολεμίων ἐτροπώσαντο. ὁ δὲ ἀμηχανίᾳ περιεχόμενος τὴν πόλιν ἀφεὶς ἐπὶ τὴν Θρᾴκην ἐχώρει ταύτην ληϊζόμενος. ὁ δὲ Μιχαὴλ τῆς πόλεως ὑπεξ‐ ελθὼν μετὰ πλείστης δυνάμεως πρὸς αὐτὸν ἐξώρμησεν, καὶ δὴ παρακαθίσας τινὰ βραχὺν χρόνον, καὶ τοῦτον ἀμογητὶ | |
15 | χειρωσάμενος, καὶ ἀκρωτηριάσας αὐτοῦ χεῖρας καὶ πόδας, καὶ οὕτως ἀνασκολοπίσας, κατέπαυσε τὸν ἐν τρισὶν ἔτεσιν δι’ αὐτοῦ κατατάξαντα καὶ διαρκέσαντα χαλεπὸν καὶ ἐμφύλιον πόλεμον. ἀσχολουμένου δὲ τοῦ Μιχαὴλ πρὸς τὸν ἀντάρτην Θωμᾶν, καὶ τῇ πρὸ τούτου φροντίδι πάντος ἄλλου καταφρονήσαντος, Κρή‐ | |
20 | τη καὶ Σικελία καὶ αἱ καλούμεναι Κυκλάδες νῆσοι τῆς τῶν Ῥωμαίων ἀρχῆς περιῃρέθησαν ἐξ Ἄφρων τε καὶ Ἀράβων, | |
λαβόντων ἀρχὴν ἄρτι πρῶτον διὰ τὰς τοῦ λαοῦ ἁμαρτίας καὶ | 212 | |
213 | τὴν τῶν κρατούντων δυσσέβειαν καὶ ταπεινοῦν καὶ ὑπὸ χεῖραν ἀφ’ ὧν ἄγειν τὰ τῶν Χριστιανῶν πράγματα. ἐν τούτῳ ὄν‐ των καὶ οὕτω τῶν πραγμάτων διακειμένων, Μιχαὴλ ἐκ δυ‐ σουρίας καὶ τῆς τῶν νεφρῶν ἀλγηδόνος κακῶς ἀπηλλάγη τοῦ | |
5 | ζῆν. ἔσχε δὲ τὴν ἀρχὴν ἀντ’ αὐτοῦ Θεόφιλος ὁ υἱὸς αὐτοῦ μετὰ τῆς μητρὸς αὐτοῦ Εὐφροσύνης. | |
7t | Θεόφιλος. | |
8 | Θεόφιλος ἐβασίλευσεν ἔτη ιβʹ. ἡ δὲ μητὴρ αὐτοῦ Εὐ‐ φροσύνη ἀποστείλασα ἐν πᾶσι τοῖς θέμασιν ἤγαγεν κόρας εὐ‐ | |
10 | πρεπεῖς πρὸς τὸ νυμφοστολῆσαι Θεόφιλον τὸν υἱὸν αὐτῆς, ἀγαγοῦσα αὐτὰς ἐν τῷ παλατίῳ εἰς τὸν λεγόμενον Μαργαρί‐ την τρίκλινον, δέδωκε Θεοφίλῳ χρυσοῦν μῆλον, εἰποῦσα ὅτι εἰς ἣν ἀρεσθῇς ἐπίδος τοῦτο αὐτῇ. ἦν δέ τις ἐξ εὐγενῶν ἐν αὐταῖς κόρη ὀνόματι Ἰκασία, ὡραιοτάτη πάνυ, ἣν ἰδὼν Θεό‐ | |
15 | φιλος, ὑπεραγασθεὶς αὐτὴν τοῦ κάλλους, ἔφη ὡς ἄρα διὰ γυ‐ ναικὸς ἐρρύη τὰ φαῦλα. ἡ δὲ μετ’ αἰδοῦς πως ἀντέφη “ἀλλὰ διὰ γυναικὸς πηγάζει τὰ κρείττονα.” ὁ δὲ τῷ λόγῳ τὴν καρ‐ δίαν πληγεὶς ταύτην μὲν εἴασεν, Θεοδώραν δὲ τὸ μῆλον ἐπέ‐ δωκεν, οὔσῃ ἐκ Παφλαγόνων. στέφει δὲ Θεοδώραν ἐν εὐ‐ | |
20 | κτηρίῳ τοῦ ἁγίου Στεφάνου, στεφθεὶς καὶ αὐτὸς ἅμα αὐτῇ | |
ὑπὸ Ἀντωνίου πατριάρχου. τῇ ἁγίᾳ πεντηκοστῇ προῆλθεν ἐν | 213 | |
214 | τῇ ἁγίᾳ ἐκκλησίᾳ τῇ μεγάλῃ, φιλοτιμησάμενος χρήμασι πολ‐ λοῖς τὸν πατριάρχην, ἅμα τῷ κλήρῳ τε καὶ τῇ συγκλήτῳ. καὶ ἡ μὲν εἰρημένη Ἰκασία τῆς βασιλείας ἀποτυχοῦσα μονὴν κατεσκεύασεν, εἰς ἣν ἀποκειραμένη ἀσκοῦσα καὶ φιλοσοφοῦσα | |
5 | καὶ θεῷ μόνῳ ζῶσα διετέλεσεν μέχρι τέλους ζωῆς αὐτῆς· ἣ καὶ συγγράμματα αὐτῆς πλεῖστα καταλέλοιπεν. ἡ δὲ τοῦ βασιλέως μήτηρ Εὐφροσύνη ἑκουσίως κατελθοῦσα τοῦ παλα‐ τίου ἐν τῇ μονῇ αὐτῆς, ᾗ ἐπώνυμον τὰ Γαστρία, ἡσύχαζεν. ἐποίησε δὲ ἱππικὸν Θεόφιλος, καὶ προσέταξε τῷ Χαμοδράκον‐ | |
10 | τι Λέοντι τῷ πρωτοβεστιαρίῳ αὐτοῦ ἀγαγεῖν τὸ πολυκάνδηλον τὸ ἐν τῇ σφαγῇ τοῦ Ἀρμενίου Λέοντος ξίφει διακοπέν. τοῦ ἱππικοῦ δὲ τελεσθέντος προσεκαλέσατο πᾶσαν τὴν σύγκλητον ἐν τῷ λεγομένῳ καθίσματι, καὶ τὸ πολυκάνδηλον ἐξαγαγὼν καὶ ὑποδείξας αὐτοῖς ἔφη “ὁ εἰς ναὸν κυρίου εἰσερχόμενος | |
15 | καὶ χριστὸν κυρίου φονεύων τίνος ἐστιν ἔνοχος;” ἡ δὲ σύγ‐ κλητος ἀποκριθεῖσα ἔφη “ἔνοχος θανάτου ἐστίν, ὦ δέσποτα.” καὶ εὐθὺς ἐκέλευσεν τοὺς σὺν τῷ πατρὶ αὐτοῦ Μιχαὴλ τὸν Λέοντα ἀνελόντας τὸν ὕπαρχον κατασχεῖν καὶ τὰς κεφαλὰς αὐτῶν ἐν τῇ σφενδόνῃ ἀποτεμεῖν, πολλὰ προβαλλομένους καὶ | |
20 | λέγοντας ἄδικον εἶναι τὴν τοιαύτην κρίσιν· καὶ γὰρ εἰ μὴ τῷ πατρὶ συνηγωνισάμεθα, βασιλεὺς οὐκ ἂν αὐτὸς νῦν ἦρξας. | |
καὶ οὕτως ἐπ’ ὄψεσιν πάντων τὰς κεφαλὰς ἀπετμήθησαν, προ‐ | 214 | |
215 | σχήματι μὲν ὡς εἰς ναὸν κυρίου τετολμηκότες ποιήσασθαι τὴν ἀναίρεσιν, τῇ ἀληθείᾳ ὡς τὸν συναιρεσιώτην αὐτοῦ καὶ ὁμόφρονα εἰς ἀσέβειαν ἀποκτείναντες· εἴχετο γὰρ ὁ ἀλιτή‐ ριος τῆς ἐκείνου θεοστυγοῦς αἱρέσεως, τῶν [δὲ] ἁγίων εἰκό‐ | |
5 | νων τὰς μὲν κατασπῶν τὰς δὲ ἀνορύττων. Τούτῳ Θεοφίλῳ προσέφυγεν Θεόφοβος Πέρσης ἅμα τῷ πατρὶ αὐτοῦ μετὰ Περσῶν χιλιάδων ιδʹ, οὓς διένειμεν οὗτος ἐν τοῖς θέμασι κατασκηνώσας καὶ εἰς τούρμας ἀποκαταστή‐ σας, οἳ μέχρι τοῦ νῦν λέγονται τοῦρμαι Περσῶν. αὐτὸν δὲ | |
10 | τὸν Θεόφοβον εἰς ἀδελφὴν Θεοδώρας Αὐγούστης γαμβρὸν ἐποιήσατο. Φιλόκοσμος δὲ ὢν αὐτὸς Θεόφιλος κατεσκεύασε διὰ τοῦ ἄρχοντος τοῦ χρυσοχείου, λογιωτάτου πάνυ ὄντος καὶ συγγε‐ νοῦς Ἀντωνίου πατριάρχου, τό τε Πενταπύργιον καὶ τὰ δύο | |
15 | μέγιστα ὄργανα ὁλόχρυσα, διαφόροις λίθοις καὶ ὑελίοις καλ‐ λύνας αὐτά, δένδρον τε χρυσοῦν ἐν ᾧ στρουθίον ἐφεζόμενον διὰ μηχανῆς τινὸς μουσικῶς ἐκελάδουν. ἐκαινούργησεν δὲ καὶ τὰς βασιλικὰς στολὰς ἀνανεώσας καὶ χρυσοϋφάντους κα‐ τακοσμήσας. | |
20 | Δικαιοσύνην δὲ κοσμικὴν προσποιούμενος ὁ τὴν πίστιν καὶ τὴν εὐσέβειαν πλέον ὑπὲρ τοὺς πρώην βασιλεύσαντας | |
ἀδικήσας, προσελθούσης αὐτῷ γυναικὸς χήρας ἐν Βλαχέρναις, | 215 | |
216 | καὶ βοησάσης ὡς ἀδικοῖτο παρὰ τοῦ τῆς Αὐγούστης ἀδελ‐ φοῦ Πετρωνᾶ, δρουγγαρίου τῆς βίγλας ὄντος· “ὑψοῖ γὰρ τὰ ἑαυτοῦ οἰκήματα, καὶ τοῖς κτίσμασι καινουργεῖ τὰ ἐμά, καὶ σκοτίζει καὶ εἰς τὸ μηδὲν εἶναι ποιεῖ, ὡς ἅτε χήρας καταπε‐ | |
5 | φρονημένας.” *** οἳ ἀπελθόντες καὶ θεασάμενοι τὴν τοιαύτην ἀδικίαν, καὶ βεβαιωθέντες ὡς ἀληθῆ εἰσὶν τὰ παρὰ τῆς γυ‐ ναικὸς ῥηθέντα, ὑποστρέψαντες ἀνήγγειλαν τῷ βασιλεῖ. καὶ ἐλεγχθεὶς παρ’ αὐτῶν ἐκδυθεὶς ἐν τῇ μέσῃ τῆς ὁδοῦ τύπτε‐ ται τὰ νῶτα σφοδρῶς. ὡρίσθησαν δὲ ὅ τε κοιαίστωρ καὶ οἱ | |
10 | ἀντιγραφεῖς ἀπελθεῖν καὶ μέχρι θεμελίων ἐκδαφίσαι τὰ αὐ‐ τοῦ οἰκήματα καὶ τῇ γυναικὶ παραδοῦναι. Οὗτος Ἀλέξιον τὸν Ἀρμένιον, ᾧ ἐπώνυμον Μουσελέ, ἀνδρεῖον ὄντα καὶ ῥωμαλέον, εἰσεποιήσατο γαμβρὸν εἰς Μα‐ ρίαν ἠγαπημένην αὐτῷ θυγατέρα, ποιήσας αὐτὸν πατρίκιον, | |
15 | μετ’ ὀλίγον δὲ καὶ μάγιστρον. εἶτα ὑπόληψίν τινα ἐπ’ αὐτῷ σχὼν ὡς ὀρεγόμενον τῆς βασιλείας, καὶ στρατηλάτην καὶ δοῦ‐ κα Σικελίας ἐξέπεμψεν. οἷα δὲ τοῦ φθόνου ὠδίνοντος, Σικε‐ λοί τινες ἀνελθόντες διέβαλλον τοῦτον τῷ βασιλεῖ, ὡς τὰ μὲν Χριστιανῶν τοῖς Ἀγαρηνοῖς προδίδωσιν, κατὰ δὲ τῆς βασι‐ | |
20 | λείας μελετᾷ. ἐν δὲ τῷ μεταξὺ τεθνηκυίας Μαρίας, πεπο‐ θημένης τῷ βασιλεῖ θυγατρός, τὴν μὲν λάρνακα ταύτης ἐξ ἀργύρου ἐκόσμησεν, καὶ τόμον ἐλευθερίας τοῖς προσφεύγουσιν | |
ἐπ’ ἐγκλήματί τινι τέθεικεν· ὅνπερ ἄργυρον μετὰ ταῦτα | 216 | |
217 | Λέων ὁ βασιλεὺς ἀνείλετο ἐκ τοῦ τάφου· Θεόδωρον δὲ ἀρ‐ χιεπίσκοπον τὸν λεγόμενον Κρίθινον ἐν τῷ καιρῷ τῆς διαβο‐ λῆς Ἀλεξίου ἐν τῇ πόλει ὄντα προσκαλεσάμενος, καὶ δοὺς τὸ ἴδιον φυλακτόν, ἀπέστειλεν εἰς Σικελίαν δοῦναι λόγον ἀπα‐ | |
5 | θείας Ἀλεξίῳ καὶ ἀγαγεῖν πρὸς αὐτόν· καὶ τῇ προσούσῃ αὐτῷ συνέσει πείσας Ἀλέξιον ἤγαγεν πρὸς τὸν βασιλέα· ὃν ὁ βασιλεὺς ὡς ἀντάρτην τύψας ἔθετο ἐν δεσμωτηρίῳ, δημεύ‐ σας αὐτοῦ πᾶσαν τὴν περιουσίαν. καὶ τοῦ βασιλέως κατὰ τὸ ἔθος εἰς Βλαχέρνας ἀπελθόντος προλαβὼν ἔστη ἔμπροσθεν | |
10 | τοῦ θυσιαστηρίου ὁ ἀρχιεπίσκοπος ἱερατικὴν στολὴν ἠμφιε‐ σμένος, καὶ τοῦ βασιλέως τῇ σωλέᾳ πλησιάσαντος ἅμα τῶν τῆς συγκλήτου φωνῇ μεγάλῃ ἐφώνησεν ὁ ἀρχιεπίσκοπος “ἔν‐ τινεν καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν τίνος, ὦ βασιλεῦ;” αἰδεσθεὶς οὖν ὁ βασιλεὺς τῇ συγκλήτῳ ἔφη “ἕνεκεν ἀληθείας | |
15 | καὶ πραότητος καὶ δικαιοσύνης.” ὁ δὲ “καὶ ποία δικαιοσύνη ἐν σοί, ὅτι δοὺς ἐνυπόγραφον λόγον Ἀλεξίῳ δι’ ἐμοῦ οὐκ ἐφύλαξας τοῦτον;” ὁ δὲ βασιλεύς, ὡς ἐλεγχθείς, θυμῷ τε καὶ ὀργῇ ἀκατασχέτῳ κινηθεὶς τοῦτον τοῦ θυσιαστηρίου βι‐ αίως ἐξήγαγεν, καὶ πληγὰς αὐτῷ οὐ μετρίας ἐπιθεὶς ἐξώρι‐ | |
20 | σεν, οὐ διὰ τὸ ἐλεγχθῆναι ὑπὸ τούτου μόνον, ἀλλὰ διὰ τὸ καταμαθεῖν αὐτὸν τὰς ἁγίας εἰκόνας τιμᾶν καὶ σέβεσθαι καὶ | |
τὴν αὐτοῦ δυσσέβειαν κρυφαίως διαβάλλειν. μετ’ οὐ πολὺ | 217 | |
218 | δὲ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ παραγενομένου, καὶ τοῦ πατριάρχου αὐτὸν ὀνειδίσαντος διὰ τὸν ἐπίσκοπον, ἤγαγον αὖθις αὐτὸν μετὰ παρακλήσεως· τοῦ δὲ ἀνάξιον αὐτὸν τῆς ἱερωσύνης κρίναντος δι’ ἃ πέπονθεν, ὁ βασιλεὺς οἰκονόμον τῆς μεγάλης | |
5 | ἐκκλησίας πεποίηκεν, καὶ τὸν Ἀλέξιον τοῦ δεσμωτηρίου πεποίη‐ κεν ἐξελθεῖν, ἀποδεδωκὼς αὐτῷ πᾶσαν αὐτοῦ τὴν ὑπόστασιν, ἔχων αὐτὸν ἐν τιμῇ. Ἦν δὲ Μανουὴλ ὀνομαστότατος στρατιώτης πάντων τῶν ἐν τῇ ἀνατολῇ τιμωμένων παρὰ τοῦ βασιλέως. οὗτος Μύ‐ | |
10 | ρωνι συμβαλὼν λόγους τινάς, λογοθέτῃ τε ὄντι τοῦ δρόμου καὶ πενθερῷ τοῦ Πετρῶνα, διεβλήθη τῷ βασιλεῖ ὑποβολῇ τοῦ Μύρωνος ὡς τῆς βασιλείας ὀρέγεται, καὶ ἐμελετᾶτο δεινῶς κατ’ αὐτοῦ. Λέων δὲ ὁ πρωτοβεστιάριος ὑπὲρ Μανουὴλ προϊστάμενος καὶ φροντίζων διεβεβαιοῦτο τῷ βασιλεῖ ὡς ψευ‐ | |
15 | δῆ εἰσὶ τὰ κατ’ αὐτοῦ λεγόμενα. ἃ μαθὼν Μανουήλ, καὶ τὴν ὀργὴν τοῦ βασιλέως καὶ τὰς διαβολὰς ἐκκλίνων, λάθρα τῆς πόλεως ἐξελθὼν μέχρι πυλῶν καὶ τοῖς δημοσίοις ὀχήμα‐ σιν ἐπιβὰς ἀπῆλθεν φυγὰς μέχρι τῶν κλεισούρων Συρίας, τὰς τῶν ἵππων ἰγνύας ἐκκόπτων, ἐδήλωσέ τε τοῖς Ἀγαρηνοῖς | |
20 | ταῦτα “τοῦ βασιλέως ὀργὴν ἐκφεύγω, καὶ εἰ μὴ καταναγκά‐ σετε τὴν ἐμαυτοῦ πίστιν καταλιπεῖν, προσφεύγω ὑμῖν. εἰ οὖν οὕτω προσδέχεσθέ με, λόγον ἀπαθείας μοι ἀποστείλατε.” | |
οἱ δὲ τοῦτο μεγάλην χάριν δεξάμενοι, λόγον ἀποστείλαντες | 218 | |
219 | προσεδέξαντο ὡς βασιλέα Ῥωμαίων. ὁ δὲ βασιλεὺς Μανουὴλ προσρυέντα τοῖς Ἀγαρηνοῖς μαθὼν ἐν πολλῇ θλίψει καὶ ἀγω‐ νίᾳ γέγονεν, καὶ βουλὴν ἐποιεῖτο μετὰ Ἰωάννου συγκέλλου περὶ τούτου. ὁ δὲ εἶπεν “εἰ προθύμως βούλει τὸν Μανουὴλ | |
5 | πρὸς σὲ ἐλθεῖν, ὦ βασιλεῦ, αὐτὸς ἐγὼ ἕτοιμος τοῦτο ποιεῖν, χρήματα λαβὼν καὶ πρὸς τὸν ἀμερουμνῆν σταλεὶς ὡς δῆθεν τοὺς ἐν εἱρκτῇ ἐπισκεψόμενος, ἔχων ἐνυπόγραφον λόγον παρὰ τῆς σῆς βασιλείας ᾧ πείσω τὸν Μανουὴλ εἰς ὄψιν ἐλθών. δοκῶ δὲ τοῦτο πράξειν τῷ τε ἐνυπογράφῳ λόγῳ καὶ τῇ ἐμῇ | |
10 | πειθοῖ.” ὁ δὲ βασιλεὺς πάμπολλα χρήματα καὶ δῶρα πρὸς τὸν ἀμερουμνῆν δοὺς αὐτῷ ἀπέστειλεν. ὁ δὲ εἰσελθὼν μετὰ πολλῶν χρημάτων καὶ κόσμου παντοίου, ὡς καὶ τοὺς Ἀγα‐ ρηνοὺς ἐπὶ τῷ πλούτῳ αὐτοῦ ἐκπλαγῆναι, τὰ δεσμωτήρια ῥο‐ γεύσας καὶ τὸν πρωτοσύμβουλον θεασάμενος ἐδυνήθη καὶ λά‐ | |
15 | θρα συνομιλῆσαι τῷ Μανουὴλ καὶ δοῦναι αὐτῷ τὸν ἐνυπό‐ γραφον λόγον καὶ τὸ φυλακτὸν τοῦ βασιλέως. καὶ ὁ μὲν ταῦτα πράξας ὑπέστρεψεν, ἀναγγείλας τῷ βασιλεῖ ὅσα διε‐ πράξατο· ὁ δὲ Μανουὴλ ἐξαιτησάμενος τὸν ἀμερουμνῆ τοῦ ἐξελθεῖν κατὰ ἔθνους τινὸς πολεμίου αὐτοῖς ἔτυχε τῆς αἰτή‐ | |
20 | σεως, καὶ λαβὼν τὸν τοῦ ἀμερουμνῆ υἱὸν καὶ λαὸν πλεῖστον ἀπῆλθεν καὶ νίκην μεγάλην εἰργάσατο. καὶ τοῦτον ἐν μεί‐ | |
ζονι τιμῇ ἢ τὸ πρῶτον εἰργάσατο, καὶ πάντα ἦν αὐτὸς παρὰ | 219 | |
220 | τῷ ἀμερουμνῇ δυνάμενος. ὅθεν ἔχων φροντίδα πολλὴν τοῦ ἐξελθεῖν ἐν Ῥωμανίᾳ, μετὰ καιρόν τινα εἶπεν πρὸς τοὺς δυ‐ νάστας τοῦ ἀμερουμνῆ ὅτι ἐάν μοι τὸν υἱὸν τοῦ ἀμερουμνῆ καὶ λαὸν παρέξετε, ἐξελθὼν ὑποτάξω τὴν Ῥωμανίαν. οἱ δὲ | |
5 | μεγίστην χαρὰν τοῦτο ἡγησάμενοι, καὶ τῷ προτέρῳ πλεονε‐ κτήματι, εὐθὺς ἐξώπλισεν αὐτὸν καὶ κατὰ Ῥωμανίας ἀπέ‐ στειλεν. ὁ δὲ ἐλθὼν πλησίον τοῦ θέματος τῆς ἀνατολῆς, προσκαλεσάμενος τοὺς ὑποχειρίους αὐτοῦ καὶ τὸν υἱὸν τοῦ ἀμερουμνῆ ὡς δῆθεν διακινήσων καὶ κυνηγήσων, πόρρωθεν | |
10 | τῶν πολεμίων γενόμενος, περιπλακεὶς τῷ υἱῷ τοῦ ἀμερουμνῆ καὶ καταφιλήσας αὐτὸν εἶπεν ὅτι ἐγὼ μὲν ἀπέρχομαι πρὸς τὸν βασιλέα τε καὶ τὰ ἴδια, σὺ δὲ μετὰ τῶν σῶν, ὡς μηδὲν δεινὸν πείσεσθαι ὑποπτεύοντες παρ’ ἡμῶν, ἄπιθι πρὸς τοὺς σούς. καὶ οὗτος μὲν οὕτω μετὰ δακρύων καὶ αἰσχύνης ὑπέ‐ | |
15 | στρεψεν, ὁ δὲ Μανουὴλ ἐχώρει πρὸς τὸν βασιλέα, προαπο‐ στείλας αὐτῷ τὸν μηνύσοντα. ὁ δὲ βασιλεὺς καὶ τὸν μηνυ‐ τὴν χρήμασί τε καὶ ἀξιώμασιν ἐφιλοφρονήσατο, καὶ τὸν Μα‐ νουὴλ ὡς ἄξιον ἦν ὑπεδέξατο, μάγιστρον εὐθὺς καὶ δομέστι‐ κον τῶν σχολῶν ποιησάμενος, καὶ τοὺς αὐτοῦ παῖδας ἐκ τοῦ | |
20 | ἁγίου βαπτίσματος ἀναδεξάμενος. τούτοις ἐπαρθεὶς ὁ βασι‐ λεὺς ἐξῆλθεν μετὰ Μανουὴλ καὶ τῆς συγκλήτου μετὰ τῶν | |
Ἀγαρηνῶν, καὶ εὐπετῶς τήν τε Ζάπετρον καὶ τὸ Σαμοσάτον | 220 | |
221 | πλούτῳ κομῶν καὶ δυνάμει τότε διὰ τοῦ ἀμερουμνῆ ἐκεῖ‐ θεν παραλαβὼν ἐπανῄει, τῇ νίκῃ καὶ τοῖς λαφύροις γαυρού‐ μενος. καὶ ἐλθὼν μέχρι τοῦ Βρύα προσέταξεν οἰκοδομηθῆ‐ ναι παλάτιον, παραδείσους φυτεῦσαι καὶ ὕδατα ἀγαγεῖν· ἃ | |
5 | καὶ γέγονεν. ἐκεῖθεν δὲ ἀφικόμενος εἰς τὴν πόλιν τὰ λάφυρα ἐθριάμβευσεν ἱππικὸν ποιήσας, καὶ τὸ πρῶτον βαΐον παίξας, ἅρματι μὲν οὖν λευκῷ ἐποχησάμενος, χρώματι δὲ τῷ Βενέτῳ ἀμφιασάμενος καὶ νικήσας ἐστεφανώθη, τῶν δήμων ἐπιβοών‐ των “καλῶς ἦλθες, ἀσύγκριτε φακτονάρη.” | |
10 | Τοῦ δὲ πατριάρχου Ἀντωνίου τελευτήσαντος ἀντ’ αὐτοῦ χειροτονεῖται Ἰωάννης ὁ σύγκελλος, ἵν’ εἴπω ὁ νέος Ἰαννῆς καὶ Ἰαμαρῆς, βεβοημένος ἐπί τε μαντείαις καὶ λεκανομαντεί‐ αις καὶ πάσῃ ἀσεβείᾳ· ὃς ὄργανον ἐπιτήδειον εὑρεθεὶς τῆς τοῦ βασιλέως ἀσεβείας τε καὶ ῥοπῆς αὐτῷ πάντα τὰ πρὸς | |
15 | ἀπώλειαν συνειργάσατο, καὶ ὃν ὤδινε μὲν κατεῖχε δὲ βασιλί‐ σκον τῆς ἀσεβείας ὁ βασιλεύς, ἐξέρρηξεν καὶ ἀπέτεκεν, τὰς ἁγίας εἰκόνας ἀναχρίεσθαι προστάξας ἢ ἀπαλείφεσθαι. οὗ‐ τος ὁ Ἰωάννης πρὸ τοῦ ἄστεως οἴκημα ἐκ λίθων λαξευτῶν κατασκευάσας, ὃ Τροῦλλος μέχρι τοῦ νῦν ὀνομάζεται, διά τι‐ | |
20 | νων θυσιῶν ὡμίλει τοῖς δαίμοσι καὶ τῷ βασιλεῖ τὰ μέλλοντα διεσήμαινε· ὃ καὶ ἀοίκητον ἔμενεν διὰ τὰς ἐν αὐτῷ γενομέ‐ | |
νας τότε τῶν δαιμόνων ἐπιφοιτήσεις. | 221 | |
222 | Τούτων οὕτως ἐχόντων Ἄραβες μετὰ δυνάμεως πολλῆς κατὰ Ῥωμανίας ἐδίωξαν. ὁ δὲ βασιλεὺς ἅμα τοῖς πρόσφυξι Πέρσαις καὶ Μανουὴλ δομεστίκῳ κατ’ αὐτῶν ἐχώρει, καὶ συμβολῆς γενομένης ἡττηθεὶς ὁ βασιλεὺς μέσον εἰσῆλθεν τῶν | |
5 | Περσῶν ὑπ’ αὐτῶν περισωθῆναι. Μανουὴλ δὲ ὡς ἔγνω τὸν βασιλέα μέσον τῶν Περσῶν ὄντα, αὐτοὺς βουλομένους ἤδη τοῖς Ἄραψι αὐτὸν προδοῦναι καὶ δι’ αὐτοῦ καταλλαγῆναι, αὐτοὺς διασχίσας, μέσον αὐτῶν τοῦ χαλινοῦ τοῦ βασιλέως λαβόμενος, ἐξῆλθεν ἄγοντα τοῦτον ἐξάγων, αἰσχύνην ἡγούμενος οὐ κα‐ | |
10 | θεκτὴν Ῥωμαίοις εἰ τὸν βασιλέα Ῥωμαίων Ἄραβες αἰχμάλω‐ τον λάβωσιν. ὁ δὲ βασιλεὺς τῷ δέει τοῦ καθεστηκότος ἐκ‐ στὰς προσρυῆναι πάλιν τοῖς Πέρσαις ἠβούλετο. ὁ δὲ Μα‐ νουὴλ τὸ ξίφος ἀντέτεινεν ὡς πατάξων αὐτῷ. ὁ δὲ φοβηθεὶς καὶ ἄκων συνήπτετο, μόλις διασωθείς, κἀκεῖθεν ὑπεστράφη | |
15 | ἐν τῷ Δορυλαίῳ μετ’ αἰσχύνης καὶ ἥττης πολλῆς. ὁ δὲ Μα‐ νουὴλ ἐν τῷ πολέμῳ τρωθείς, νοσήσας ἐτελεύτησεν, πολλὰς ἀνδραγαθίας κατὰ τῶν Ἀγαρηνῶν ἐνστησάμενος· τὸ δὲ σῶμα αὐτοῦ ἀποκομισθὲν ἐτέθη ἐν τῇ ὑπ’ αὐτοῦ κτισθείσῃ μονῇ, τῇ τοῦ Μανουήλ, σύνεγγυς τῇ κιστέρνῃ τοῦ Ἄσπαρος. καὶ | |
20 | εὐθὺς διαβολαὶ πρὸς τὸν βασιλέα κατὰ Περσῶν. τότε δὴ γίνεται τῷ βασιλεῖ παῖς ἐκ Θεοδώρας, ὃν ἐπωνόμασεν Μι‐ χαήλ. | |
Ἀπερχόμενος δὲ ὁ βασιλεὺς ἐν Βλαχέρναις ὑπήντησεν | 222 | |
223 | αὐτῷ τις, καὶ λέγει ὅτι ὁ ἵππος ᾧ ἐποχεῖται ἡ βασιλεία σου, ἐμός ἐστιν. τοῦ δὲ ἵππου σκιρτῶντος καὶ τοῦ βασιλέως τοῦ‐ τον κατασχόντος, τὸν κόμητα σταύλου ἐπηρώτησεν ὁ βασιλεὺς “τίνος ἐστὶν ὁ ἵππος;” ὁ δὲ ἔφη “ὁ κόμης τοῦ Ὀψικίου ἀπέ‐ | |
5 | στειλεν αὐτὸν τῇ βασιλείᾳ σου.” τοῦ δὲ κόμητος τοῦ Ὀψικίου ἐν τῇ πόλει ὄντος, τῇ αὔριον ἀγαγὼν αὐτὸν ὁ βασιλεὺς καὶ τὸν προσελθόντα αὐτῷ ἔφη “εἰπὲ τὴν ἀλήθειαν· τίνος ἐστὶν ὁ ἵππος;” ὁ δὲ ἀποκριθεὶς εἶπεν ὅτι ἐμὸς ἦν, καὶ ἀποστείλας ὁ στρατηγὸς ἀνείλετο αὐτὸν ἐξ ἐμοῦ βιαίως, μήτε τίμημά μοι | |
10 | δοὺς μήτε ἀξίωμα ποιήσας. εἶπε δὲ πρὸς τὸν κόμητα ὁ βα‐ σιλεύς “εἰπέ, εἰ οὕτως ἔχει, καὶ διὰ τί μὴ ἀποκόψας περὶ τοῦ ἵππου ἀπέστειλάς μοι αὐτόν; ὁ δὲ ἔφη ὅτι ἐπεζήτει γενέσθαι σχολάριος, ἐγὼ δὲ μὴ εἰδὼς εἰ ἀνδρεῖός ἐστι, παρεῖχον αὐτῷ ἑκατὸν νομίσματα· ὁ δὲ οὐκ ἔλαβεν αὐτά. καὶ ἐρευνήσαν‐ | |
15 | τος τοῦ βασιλέως, καὶ πληροφορηθέντος ὡς βιαίως αὐτὸν ἀφείλετο, τὸν μὲν στρατηλάτην τοῖς προσήκουσι μαγκλαβίοις ἐσωφρόνισεν, τῷ δὲ προσελθόντι αὐτῷ ἀπέστρεψεν τὸν ἵππον. ὁ δὲ τοῦτον οὐκ ἠβουλήθη, ἔλαβεν δὲ ὑπὲρ αὐτοῦ λίτρας δύο. ὁρισθέντος δὲ τοῦ στρατηγοῦ δοκιμάσαι αὐτόν, καὶ εἰ ἀν‐ | |
20 | δρεῖός ἐστι ποιῆσαι αὐτὸν σχολάριον, τοῦ δὲ εἰς πόλεμον ἀπελθόντος, ἐν τῇ συμβολῇ ὡς δειλὸς ἐν τοῖς φεύγουσιν εὑρεθεὶς κατεσφάγη. | |
Γεγονότος δὲ τοῦ βασιλέως εἰς πρόκενσον ἐν τῷ Βρύα, | 223 | |
224 | ἦλθεν αὐτῷ μήνυμα παρὰ τοῦ στρατηγοῦ τῶν ἀνατολικῶν ὡς ὁ πρωτοσύμβουλος ἐξελθὼν μετὰ πλήθους ἐκπορθήσων ἀπέρ‐ χεται τὸ Ἀμώριον. ὁ δὲ τὰ νενομισμένα τῷ τε στρατῷ καὶ τοῖς ἄρχουσι ποιήσας συντόμως μέχρι Καππαδοκίας ἐξήλατο. | |
5 | ὁ δὲ ἀμερουμνῆς ἀποχωρίσας ὀκτὼ χιλιάδας λαοῦ, καὶ τὸν Σουδὲμ ὀνομαστότατον ἐν τοῖς Ἀγαρηνοῖς ὄντα ἐπί τε ἀνδρείᾳ καὶ φρονήσει δοὺς αὐτοῖς κεφαλήν, ἀπέστειλεν κατὰ τοῦ βα‐ σιλέως. συμβαλόντων δὲ πόλεμον ἡττηθεὶς ὁ βασιλεὺς ἔφυ‐ γεν καὶ μετ’ αἰσχύνης ὑπέστρεψεν, μόλις διασωθείς· ὁ δὲ | |
10 | ἀμερουμνῆς ἀπελθὼν μετὰ δυνάμεως πολλῆς, περιχαρακώσας τὸ Ἀμώριον καὶ πολέμους πολλοὺς ποιήσας, οὐκ ἴσχυσεν αὐ‐ τὸ ἐκπορθῆσαι γενναίως καὶ σταθερῶς ἀγωνιζομένων τῶν ἔν‐ δοθεν. μαθητὴς δέ τις Λέοντος τοῦ φιλοσόφου ἦν ἐν τῷ κάστρῳ, καὶ βουληθέντος ὑποχωρῆσαι τοῦ ἀμερουμνῆ διά τινος | |
15 | ἐμήνυσεν ὁ αὐτὸς ἀστρονόμος ὅτι εἰ προσκαρτερήσεις τῷ κά‐ στρῳ δύο ἡμέρας, ἐκ πορθήσεις ἡμᾶς. ὃ καὶ γέγονεν· προε‐ δόθη γὰρ ὑπό τε τοῦ λεγομένου Βοϊδίτζη καὶ τοῦ Μανικοφά‐ γου. κατεσχέθησαν δὲ τῶν ὀνομαστῶν ἄνδρες οὐκ ἀγεννεῖς ἀπελθόντες ἐν Συρίᾳ αἰχμάλωτοι, Θεόφιλος ὁ πατρίκιος, καὶ | |
20 | στρατηγοὶ ὅ τε Μελισσηνὸς καὶ ὁ Ἀέτιος, καὶ Θεόδωρος πρω‐ τοσπαθάριος ὁ Κρατερός, καὶ Κάλλιστος τουρμάρχης καὶ Κων‐ σταντῖνος δρουγγάριος καὶ Βασσόης, καί τινες ἄρχοντες τῶν | |
ταγμάτων, οἳ παρὰ τοῦ πρωτοσυμβούλου ἀναγκασθέντες ἀρνή‐ | 224 | |
225 | σασθαι τὴν αὐτῶν πίστιν, καὶ τούτου μὴ πεισθέντος ξίφει τὰς ἑαυτῶν κεφαλὰς ἀπετμήθησαν, ἀντὶ προσκαίρου ζωῆς τὴν αἰώ‐ νιον ἀγαπήσαντες. ὁ δὲ τὴν αἰσχρὰν σωτηρίαν τῆς καλλί‐ στης ἀνταλλαξάμενος, ὁ τοῦ φιλοσόφου Λέοντος μαθητὴς προσ‐ | |
5 | ρυεὶς τῷ ἀμερουμνῆ ἠρωτήθη παρ’ αὐτοῦ περὶ τῆς ἐπιστή‐ μης αὐτοῦ. ὁ δὲ εἶπεν μαθητὴν εἶναι τοῦ φιλοσόφου Λέον‐ τος. οὗτος τε ὅστις ὁ Λέων καὶ ὁποῖον αὐτὸν ἐπεθύμει ἰδεῖν. καὶ δή τινα τῶν αἰχμαλώτων δοὺς γράμματα πρὸς Λέοντα τὸν φιλόσοφον ἀπέστειλεν ἐν Κωνσταντινουπόλει, ὑπο‐ | |
10 | σχόμενος αὐτῷ ὅτι εἰ ἐξέλθοι πρὸς ἐκεῖνον, αὐτὸν εἶναι ἐν τιμῇ. ὁ δὲ Λέων τὰ γράμματα ἀπολαβών, καὶ φοβηθεὶς μή πως διαγνωσθῇ, ἀνήγαγεν αὐτὰ Θεοφίλῳ τῷ βασιλεῖ. ὁ δὲ γνοὺς τὰ τῆς αὐτοῦ ἐπιστήμης, προσλαβόμενος αὐτὸν εἶχεν ἐν τῷ παλατίῳ τῆς Μαναύρας, παραδοὺς αὐτῷ διδάσκειν καὶ | |
15 | μαθητάς, παρέχων αὐτῷ τὰ πρὸς ὑπηρεσίαν ἅπαντα· ὃς καὶ μητροπολίτης ἐν Θεσσαλονίκῃ γέγονεν. Ὁ δὲ αὐτὸς βασιλεὺς τὸν Τρίκογχον ἐν τῷ παλατίῳ καὶ τὸ λεγόμενον Σίγμα καὶ τὰς ἀναβάθρας ἔνθα οἱ δῆμοι ἵσταν‐ ται στήσας, καὶ φιάλην ἐν ᾗ γίνεται τὸ Σαξιμοδέξιμον λεγό‐ | |
20 | μενον, τῶν ἵππων ἀμφοτέρων τῶν μερῶν διερχομένων μετὰ χρυσῶν σαγισμάτων. ὑπὸ δὲ τὸν Τρίκογχον κάτωθεν διὰ μηχανῆς ἐποίησεν τὸ λεγόμενον μυστήριον, ἐν ᾧ ἐν τῇ μιᾷ | |
γωνιᾷ ὃ ἐὰν εἴπῃ τις, ἐξακούεται ἐν τῇ ἑτέρᾳ. | 225 | |
226 | Μαθὼν δὲ αὐτὸς Θεόφιλος ὅτι Θεοφάνης ποιητὴς καὶ Θεόδωρος ὁ ἀδελφὸς αὐτοῦ καθ’ ἑαυτοὺς ζῶντες τὴν ἀσέβειαν αὐτοῦ κωμῳδοῦσιν καὶ διελέγχουσιν, ἀποστείλας μετ’ ὀργῆς ἤγαγεν αὐτοὺς πρὸς αὐτόν, εἰπὼν τάδε “πόθεν ἐστέ;” οἱ δὲ | |
5 | εἶπον “πόθεν; ἐκ Παλαιστίνης.” ὁ δὲ ἀλιτήριος “καὶ διὰ τί τὴν γὴν ὑμῶν ἀφέντες καὶ εἰς τὴν ἡμετέραν ἐλθόντες οὐ πειθ‐ αρχεῖτε τῇ βασιλείᾳ ἡμῶν;” τῶν δὲ μηδὲν ἀποκριθέντων ἐπέτρεψεν παίεσθαι τὰς ὄψεις αὐτῶν σφοδρῶς. εἶτα μετὰ τοῦτο βουνευρήσας αὐτοὺς μέχρις αὐτοῦ τοῦ θανάτου, μετὰ | |
10 | θυμοῦ καὶ τραχείας τῆς φωνῆς πρὸς τὸν ὕπαρχον ἔφη “ἆρον αὐτοὺς εἰς τὸ πραιτώριον, καὶ γράψον τὰ πρόσωπα αὐτῶν τούσδε τοὺς στίχους,” προσθεὶς ὅτι κἂν οὐκ εἰσὶ καλοί, σοι μὴ μελέτω. τοῦτο δὲ εἶπεν εἰδὼς αὐτοὺς ὡς σοφωτάτους καὶ ἄριστα διησκημένους. ὁ δὲ εἶπον “γράφε, γράφε, βασιλεῦ, | |
15 | τὸ δοκοῦν σοι, ὡς μέλλων τοῦτο ἀναγνῶναι ἐπὶ τοῦ φοβεροῦ κριτοῦ.” ὁ δὲ ὕπαρχος τούτους ἀγαγὼν εἰς τὸ πραιτώριον μετὰ δύο ἡμέρας ἁπλώσας, καὶ δήσας αὐτῶν χεῖρας καὶ πό‐ δας, κατακεντήσας τε καὶ ἐγκολάψας τοὺς στίχους εἰς τὰς ὄψεις αὐτῶν ἐξώρισεν. καὶ ἐν μὲν τῇ ἐξορίᾳ τελευτᾷ ὁ ἐν | |
20 | ἁγίοις Θεόδωρος, ὁ δὲ ἀοίδιμος Θεοφάνης ὁ ποιητὴς διήρκε‐ σεν μέχρι Μιχαὴλ καὶ Θεοδώρας, ἀγωνισάμενος πλεῖστα ἐν | |
τῇ γενομένῃ ὀρθοδοξίᾳ· ὃς καὶ μητροπολίτης εἰς Νίκαιαν γέ‐ | 226 | |
227 | γονεν τῶν πραγμάτων ἀποκαταστάντων ἤδη πρὸς τὸ εὐσεβέ‐ στερον. Ἐπὶ αὐτοῦ ἔπεσεν ἡ χρυσῆ τοῦφα Ἰουστινιανοῦ τοῦ λε‐ γομένου Αὐγουστέως. ἀμηχανούντων δὲ πάντων, καὶ πῶς | |
5 | ἀνέλθοιεν διαλογιζομένων, εὑρέθη τις σκαλωτὴς τεχνίτης, καὶ ἀνελθὼν ἐν τοῖς κεράμοις τῆς μεγάλης ἐκκλησίας βέλος ἀφῆ‐ κεν μετὰ σχοινίου εἰς τὸν ἱππότην Ἰουστινιανοῦ, καὶ τοῦ βέ‐ λους παγέντος ἐκεῖσε αὐτὸς διὰ σχοινίου διαδραμὼν θάμβος μὲν τοῖς ὁρῶσι παρέσχετο καὶ τὴν τοῦφαν προσήρμοσεν καὶ | |
10 | τὴν τοῦ βασιλέως ἐπεσπάσατο εὔνοιαν, φιλοτιμηθεὶς παρὰ τοῦ βασιλέως νομίσμασιν ἑκατόν. Στέφει δὲ Θεόφιλος τὸν υἱὸν αὐτοῦ Μιχαὴλ ἐν τῇ με‐ γάλῃ ἐκκλησίᾳ. κατεσκεύασε δὲ ξενῶνα τὸν νῦν μὲν τὰ Θεο‐ φίλου λεγόμενον. πρὸ δὲ τῆς αὐτοῦ τελευτῆς ὁ θεομισὴς οὗ‐ | |
15 | τος βασιλεὺς βουλὴν μεγίστην ποιησάμενος μετὰ τῶν ὁμοφρό‐ νων αὐτοῦ περὶ Θεοφόβου τοῦ Πέρσου, ὡς ὅτι πολλὴν ἀγά‐ πην ἔχουσιν καὶ πίστιν αὐτὸν οἵ τε ὑπ’ αὐτὸν Πέρσαι, καὶ μήπως ἐμοῦ τελευτήσαντος μελετήσωσι τυραννίδα κατὰ τοῦ ἐμοῦ παιδὸς νηπίου ὄντος καὶ τῆς γυναικός, ἀποστείλας ἀνή‐ | |
20 | γαγεν Θεόφοβον εἰς τὸ παλάτιον καὶ εἶχε μετ’ αὐτοῦ. βα‐ ρυνθείσης δὲ τῆς νόσου καθεῖρξεν Θεόφοβον ἐν ταῖς καμά‐ ραις τοῦ Βουκολέοντος. τῶν δὲ Περσῶν ἐπιζητούντων αὐ‐ | |
τόν, τί ἄρα γέγονεν, ἀποστείλας τῇ νυκτὶ ὁ βασιλεὺς Πετρω‐ | 227 | |
228 | νᾶν τὸν τῆς Αὐγούστης ἀδελφὸν σὺν τῷ λογοθέτῃ ἀπέτεμε τὴν κεφαλὴν τοῦ Θεοφόβου. ἔπεισαν δὲ οὗτοι τοὺς Πέρσας ὡς μετὰ τοῦ βασιλέως ἐστὶν ἐν τῷ παλατίῳ. τοῦ δὲ βασι‐ λέως δυσεντερίᾳ νόσῳ τὴν ψυχὴν κακῶς ἀπορρήξαντος, ἀπε‐ | |
5 | κομίσθη τὸ δύστηνον αὐτοῦ σῶμα εἰς τοὺς ἁγίους ἀποστό‐ λους. τὸ δὲ σῶμα τοῦ Θεοφόβου διὰ τοῦ Βουκολέοντος ἐξά‐ γοντες λαθραίως διέσωσαν πλησίον τὰ Ναρσοῦ ἐν τῇ λεγομέ‐ νῃ νῦν μονῇ τῆς Θεοφοβίας, καὶ τοῦτο ἐκεῖσε κατέθηκαν. | |
9t | Μιχαήλ. | |
10 | Μιχαὴλ ἐβασίλευσεν σὺν τῇ μητρὶ αὐτοῦ Θεοδώρᾳ ἔτη δεκαπέντε, μόνος δὲ ἔτη ιʹ, σὺν Βασιλείῳ δὲ ἔτος ἓν μῆνας τέσσαρας. ἡ δὲ Θεοδώρα οὕτως ἦν πιστὴ καὶ ὀρθόδοξος ὡς καὶ τοῦ ἀνδρὸς αὐτῆς ἔτι περιόντος λάθρᾳ ταύτην τὰς ἁγίας εἰκόνας τιμᾶν τε καὶ σέβεσθαι· ἥτις γνώμῃ μὲν ἑαυ‐ | |
15 | τῆς, ὑποθήκῃ δὲ καὶ παραινέσει Θεοκτίστου κανικλείου καὶ λογοθέτου ἐξελαύναι τε τῆς ἐκκλησίας καὶ τῆς πόλεως τὸν πα‐ τριάρχην Ἰωάννην, σύντεκνον αὐτῆς ὄντα, περιορίσασα τοῦ‐ τον ἐν τῷ Στενῷ εἰς τὸ Κλείδιον οὕτω καλούμενον. εἰσάγει δὲ τὸν ἐν ἁγίοις Μεθόδιον μοναχὸν ὄντα, καὶ πατριάρχην | |
20 | καθίστησιν. καὶ πάντας τοὺς ὑπὸ Θεοφίλου ἐξορισθέντας μο‐ | |
ναχοὺς καὶ ἐπισκόπους ἑνώσασα, τὴν ὀρθόδοξον ἐβεβαίωσεν | 228 | |
229 | πίστιν καὶ τὴν ἐκκλησίαν εἰρήνευσεν. τῇ δὲ πρώτῃ κυριακῇ τῶν ἁγίων νηστειῶν ἀπέστειλεν Θεόκτιστον λογοθέτην κατὰ τῆς Κρήτης, ὃς ἀπελθὼν μετὰ πολλοῦ πλήθους καὶ στόλου μεγάλου σφόδρα μὲν ἐπτόησεν τοὺς Ἀγαρηνούς, σφοδρότερον | |
5 | δὲ αὐτὸς ἐπτοήθη, καὶ τὴν φυγάδα προεχειρίσατο, τὴν Αὐ‐ γούσταν μαθὼν ὡς ἄλλον βασιλέα προεχειρίσατο, ὅπερ με‐ θόδῳ Σαρακηνῶν καὶ δωροληψίᾳ τῶν μετ’ αὐτοῦ ἐκπλῆξαν αὐτὸν πέπεικεν πρὸς τὴν πόλιν ἐπανελθεῖν καὶ καταλιπεῖν τὸν στρατὸν μαχαίρας ἔργον τοῖς ἐν Κρήτῃ γενομένοις, οὕτω δὴ | |
10 | κακῶς ἐν Κρήτῃ φανείς ... ὡς γὰρ ἐξελθὼν τότε κατὰ Ῥω‐ μανίας ὁ Ἀμὲρ ἐληΐζετο τὸ πᾶν ἐν ποσὶ καὶ κατέστρεφεν, τὸν αὐτὸν πάλιν Θεόκτιστον ὡς πιστότατον καὶ οἰκειότατον ὄντα μετὰ δυνάμεως πολλῆς κατὰ τοῦ Ἀμὲρ Θεοδώρα καὶ Μιχαὴλ ἀπεστάλκασιν. καὶ παραγεγονὼς οὗτος καὶ πόλεμον προσβα‐ | |
15 | λὼν τῷ Ἀμὲρ **** διὰ τὴν τοῦ λογοθέτου βαρύτητα καὶ ἀπεχθείαν, ὧν εἷς ἦν Θεοφάνης ὁ ἐκ Φαργάνων, ἀνδρείᾳ τε καὶ ῥώμῃ διαφέρων πολλῶν, ὃς ὕστερον λόγον ἀπαθείας λα‐ βὼν προσφεύγει τοῖς Χριστιανοῖς. ἤδη δὲ ὁ βασιλεὺς ἀνδρω‐ θεὶς ἐσχόλαζε τοῖς τε κυνηγίοις καὶ ταῖς τῶν ἵππων ἁμίλλαις | |
20 | ἐν τῷ διαύλῳ τοῦ ἱππικοῦ καὶ ταῖς λοιπαῖς ἀκαθαρσίαις. βου‐ λὴν οὖν ποιεῖται Θεοδώρα Αὐγούστα μετὰ Θεοκτίστου λογο‐ | |
θέτου δοῦναι γυναῖκα τῷ υἱῷ αὐτῆς· ἔγνω γὰρ ὡς συνεφι‐ | 229 | |
230 | λιώθη Εὐδοκίᾳ τῇ τοῦ Ἴγγερος, μισουμένῃ τῷ λογοθέτῃ καὶ τῇ δεσποίνῃ σφοδρῶς δι’ ἀναίδειαν. διὸ συζευγνύουσιν αὐτῷ Εὐ‐ δοκίαν τὴν τοῦ Δεκαπολίτου, μεθ’ ἧς στεφανοῦται ἐν τῷ ἁγίῳ Στεφάνῳ τῷ εἰς τὴν Δάφνην, γενομένου τοῦ πάστου εἰς τὴν | |
5 | Μαγναύραν, τῆς δὲ συγκλήτου ἀνακλιθείσης ἐν τοῖς δεκαεννέα κουβίτοις. μετὰ δὲ μικρὸν ὁ τῶν Βουκελλαρίων στρατηγὸς ἤγαγεν ἵππον τῷ βασιλεῖ θυμοειδῆ καὶ γενναῖον. ὁ δὲ τοῦ‐ τον τῷ ἱππικῷ βουλόμενος ὑποζεῦξαι ἠβούλετο καταμαθεῖν τούς τε ὀδόντας, ἐξ ὧν τῶν ἐτῶν ἡ ποσότης διαγινώσκεται. | |
10 | τοῦ δὲ ἵππου θρασυνομένου καὶ σκιρτῶντος ἦν ἀχθόμενος διὰ τοῦτο ὁ βασιλεὺς ὡς μηδενὸς εὐπορῶν γενναιότητος τὸν ἵπ‐ πον ἐξημερώσαντος. ὡς οὖν ἤχθετο, παρὼν ὁ Θεοφιλίτζης ὅτι δὲ ἔχω νεώτερον ἐμπειρότατον καὶ ἀνδρεῖον εἰς τοὺς ἵπ‐ πους, οἷον ἐπιζητεῖ ἡ βασιλεία σου, τοὔνομα Βασίλειον. τοῦ | |
15 | δὲ βασιλέως ἐλθεῖν πρὸς αὐτὸν κελεύσαντος, ἀπεστάλη κοι‐ τωνίτης ἐν τῇ σιδηρᾷ πύλῃ, καὶ τὸν Βασίλειον εὑρὼν μετὰ σπουδῆς ἤγαγεν πρὸς τὸν βασιλέα. καὶ κελευσθεὶς τὸν ἵππον κρατῆσαι τῇ μὲν μιᾷ χειρὶ τὸν χαλινὸν κρατήσας, τῇ δὲ ἑτέ‐ ρᾳ τοῦ ὠτὸς δραξάμενος εἰς ἡμερότητα προβάτου μετέβαλεν· | |
20 | ᾧ ἀρεσθεὶς καὶ θεραπευθεὶς ὁ βασιλεὺς παρέδωκεν τῷ Ἀν‐ δρέᾳ ἑταιριάρχῃ τοῦ εἶναι εἰς τὴν ἑταιρίαν καὶ δουλεύειν ἐν | |
τοῖς ἵπποις αὐτοῦ. | 230 | |
231 | Ἀναγκαῖον δὲ ἡγησάμην διηγήσασθαι περὶ τοῦ αὐ‐ τοῦ Βασιλείου τήν τε ἀνατροφὴν καὶ ὅθεν ἐστίν. ὁ αὐ‐ τὸς γεννᾶται ἐν Μακεδονίᾳ ἐν τοῖς χωρίοις Ἀδριανουπό‐ λεως ἐπὶ τῆς βασιλείας Μιχαὴλ τοῦ Ῥαγκάβε, πατρὸς Ἰγνα‐ | |
5 | τίου τοῦ πατριάρχου. ἐπὶ τούτου ἐξῆλθεν ὁ Κροῦμμος ἄρ‐ χων Βουλγαρίας κατὰ τῶν Χριστιανῶν· καὶ τραπεὶς Μι‐ χαήλ, καὶ Λέων Ἀρμένης τυραννήσας αὐτὸν καὶ βασιλεύσας, ἐλθὼν Κροῦμος περιεκύκλωσεν τὴν πόλιν· λογχευθεὶς δὲ ὑπὸ Λέοντος τοῦ Ἀρμένη καὶ ὑποστρέφων ἐν τῇ Βουλγαρίᾳ | |
10 | ἔπεμψεν εἰς τὸν ἅγιον Μάμαντα ἀφελόμενος τὰ ἐκεῖσε χαλκᾶ ζῶδα. ἀπελθὼν δὲ καὶ ἐν Ἀδριανουπόλει παρέλαβεν αὐτήν, καὶ μετέστησεν ἀνδρῶν χιλιάδας δώδεκα χωρὶς γυναικῶν, καὶ τούτους κατῴκισεν μέχρι τοῦ Δανουβίου. ἐν δὲ ταῖς ἡμέραις Θεοφίλου τοῦ βασιλέως ἦν στρατηλάτης ἐν Μακεδο‐ | |
15 | νίᾳ ὁ Κορδύλης προσαγορευόμενος· εἶχεν δὲ καὶ υἱὸν Βάρ‐ δαν ὀνόματι, ἠνδρωμένον πάνυ, ὃν κατέλιπεν ἀντ’ αὐτοῦ ἄρ‐ χειν τῶν Μακεδόνων τῶν ὄντων πέραν τοῦ ποταμοῦ τοῦ Δα‐ νουβίου. αὐτὸς δὲ μετὰ μηχανῆς τινὸς εἰσῆλθεν εἰς Θεόφι‐ λον. ὃν δεξάμενος χαίρων, καὶ γνοὺς ὃ θέλει, ἀπέστειλεν | |
20 | πλοῖα ἀναλαβέσθαι αὐτοὺς καὶ ἐλθεῖν ἐν τῇ πόλει. ἦν δὲ ἄρχων Βουλγαρίας Βαλδίμερ, ἔγγονος Κρούμμου, πατὴρ Συ‐ | |
μεῶνος. ἐποίησαν δὲ βουλὴν ὁ λαὸς σὺν γυναιξὶ καὶ τέκνοις | 231 | |
232 | ἐξελθεῖν ἐν Ῥωμανίᾳ. ἐξελθόντος δὲ Μιχαὴλ Βουλγάρου ἐν Θεσσαλονίκῃ, ἤρξαντο διαπερᾶν σὺν ταῖς ὑποστάσεσιν αὐτῶν. μαθὼν δὲ ὁ κόμης τοῦτο ἀντεπέρασεν πολεμήσων αὐτούς. ἀπογνόντες οὖν οἱ Μακεδόνες ἐποίησαν κεφαλὴν τόν τε Τζάν‐ | |
5 | τζην καὶ τὸν Κορδύλην, καὶ συμβαλόντες πόλεμον ἀπέκτειναν πολλούς, τινὰς δὲ καὶ ἐκράτησαν. οἱ δὲ μὴ δυνηθέντες πε‐ ρᾶσαι Βούλγαροι περιερρύησαν τοῖς Οὔγγροις, ἀναγγείλαντες αὐτοῖς πάντα τὰ τῶν Μακεδόνων. ἦλθον δὲ καὶ τὰ πλοῖα τοῦ βασιλέως πρὸς τὸ ἀναλαβέσθαι αὐτοὺς καὶ ἀναγαγεῖν ἐν | |
10 | τῇ πόλει. παρευθὺ οὖν ἀνεφάνησαν Οὖννοι τῷ πλήθει ἄπει‐ ροι. οἱ δὲ ἰδόντες αὐτοὺς μετὰ δακρύων ἐβόων λέγοντες “ὁ θεὸς τοῦ ἁγίου Ἀδριανοῦ, βοήθει ἡμῖν,” καὶ παρετάσσοντο πρὸς συμβολὴν πολέμου. οἱ δὲ Τοῦρκοι εἶπον πρὸς αὐτοὺς “δότε ἡμῖν τὴν ὕπαρξιν ὑμῶν πᾶσαν καὶ ἀπέλθετε ὅπου βού‐ | |
15 | λεσθε.” οἱ δὲ τοῦτο οὐκ ἐδέξαντο, ἀλλὰ παρατεταγμένοι ὑπῆρχον ἐν τρισὶν ἡμέραις, καὶ τῇ τετάρτῃ ἤρξαντο εἰς τὰ πλοῖα αὐτῶν εἰσέρχεσθαι. θεασάμενοι δὲ τοῦτο οἱ Τοῦρκοι συνέβαλλον πόλεμον ἀπὸ ὥραν πέμπτην μέχρις ἑσπέρας· καὶ τραπὲν τὸ ἔθνος κατεδίωκον αὐτοὺς οἱ Μακεδόνες. καὶ τῇ | |
20 | ἐπιούσῃ ἡμέρᾳ βουλομένων αὐτῶν ἀναχωρῆσαι, ἀνεφάνησαν πάλιν Οὖννοι πρὸς τὸ πολεμῆσαι αὐτούς. ἀναστὰς δὲ Μακε‐ δόνων ἕτερος, Λέων ὀνόματι, ἐκ γένους τῶν Γημοστῶν, ὃς | |
μετὰ ταῦτα γέγονεν ἑταιριάρχης, καὶ ἕτεροι ὀνομαστοὶ τῶν | 232 | |
233 | Μακεδόνων ἔτρεψαν αὐτοὺς καὶ ἐξήλασαν, καὶ ὑποστρέψαν‐ τες εἰσῆλθον εἰς τὰ πλοῖα, καὶ ἀπεσώθησαν πρὸς τὸν βασι‐ λέα, καὶ φιλοτιμηθέντες παρ’ αὐτοῦ ὑπέστρεψαν εἰς τὴν Μα‐ κεδονίαν, εἰς τὴν ἰδίαν χώραν. ἦν δὲ τότε Βασίλειος νεανίας | |
5 | ἐκ τῆς αἰχμαλωσίας ἐλθών· ἐποίησε δὲ ἐν τῇ αἰχμαλωσίᾳ ἐπὶ Λέοντος τοῦ βασιλέως καὶ Μιχαὴλ τοῦ Ἀμορραίου, καὶ εἰσῆλθεν ἐπὶ Θεοφίλου τοῦ βασιλέως, ὡς εἶναι τὰ ἔτη αὐτοῦ ἔτη εἴκοσι πέντε. ἀποκατασταθεὶς δὲ ἐν τῇ ἰδίᾳ χώρᾳ προσ‐ εκολλήθη δουλεύειν στρατηγῷ Μακεδονίας τῷ ἐπιλεγομένῳ | |
10 | Τζάντζῃ, καὶ μηδὲν παρ’ αὐτοῦ ὠφεληθεὶς μέχρι τῆς Χρυ‐ σῆς πόρτης. εἰσελθὼν δὲ κεκοπιασμένος ἀπὸ τῆς ὁδοιπορίας (κυριακὴ γὰρ ἦν, καὶ ὁ ἥλιος πρὸς δυσμὰς) ἀνεκλίθη ἐν τῷ πεζουλίῳ τοῦ ἁγίου Διομήδους· καθολικὴ γὰρ ἦν τότε ἡ ἐκκλησία, ἔχουσα προσμονάριον ὀνόματι Νικόλαον. τῇ δὲ | |
15 | νυκτὶ ἐκείνῃ ἐκάλεσεν θεία φωνὴ τὸν προσμονάριον, λέγουσα “ἐγερθεὶς εἰσάγαγε εἰς τὸ εὐκτήριον τὸν βασιλέα.” ὁ δὲ ἐγερθείς, οὐδένα εὕρας πλὴν αὐτὸν τὸν Βασίλειον κείμενον ὡς πένητα, καὶ ἐπιστραφεὶς ἔκλεισεν τὸν πυλῶνα καὶ ἀνέπεσεν. καὶ εὐθέως μετὰ ῥομφαίας τις δέδωκεν αὐτῷ εἰς τὴν πλευρὰν | |
20 | αὐτοῦ, λέγων “ἐξελθὼν εἰσάγαγε ὃν βλέπεις ἔξωθεν τοῦ πυλῶ‐ νος κείμενον· οὗτός ἐστιν ὁ βασιλεύς.” ἐξελθὼν οὖν μετὰ σπου‐ δῆς σύντρομος, καὶ εὑρὼν Βασίλειον μετὰ τῆς πήρας καὶ τῆς | |
ῥάβδου εἰσήγαγεν ἔσωθεν τῆς ἐκκλησίας. καὶ τῇ δευτέρᾳ | 233 | |
234 | ἡμέρᾳ ἀπελθὼν εἰς τὸ λουτρὸν ἤλλαξεν αὐτόν, καὶ ἐλθὼν ἐν τῇ ἐκκλησίᾳ ἐποίησεν ἀδελφοποίησιν· καὶ συνηυφραίνοντο ἐν ἀλλήλοις. ὁ δὲ αὐτὸς Νικόλαος εἶχεν ἀδελφὸν ἰατρόν, ὃς ἐδούλευεν τὸν Θεοφιλίτζην. ἐλθὼν δὲ κατὰ τύχην ὁ ἰατρὸς | |
5 | πρὸς τὸν ἀδελφὸν αὐτοῦ, ἰδὼν τὸν Βασίλειον καὶ θαυμάσας τὸ μέγεθος καὶ τὴν ἀνδρείαν αὐτοῦ, εἶπεν πρὸς τὸν ἀδελφὸν αὐτοῦ “πόθεν ἐστὶν οὗτος;” ὁ δὲ ἀναγγέλλει αὐτῷ πάντα, καὶ παρήγγειλεν φυλάξαι τὸ μυστήριον. καθεζομένου δὲ τοῦ ἰατροῦ ἐπὶ τραπέζης μετὰ τοῦ Θεοφιλίτζη, καὶ τούτου καθ’ | |
10 | ἑαυτὸν ἀναλογισαμένου καὶ εἰπόντος ὅτι οὐ δύναμαι εὑρεῖν ἐπιτήδειον ἄνθρωπον εἰς τοὺς ἵππους, ἀναστὰς ὁ ἰατρὸς εἶπε τῷ κυρίῳ αὐτοῦ περὶ τῆς ἀνδρείας τοῦ Βασιλείου, καὶ ὅτι τοιοῦτός ἐστιν οἷον ἐπιποθεῖς καὶ ζητεῖς. ἀποστείλας οὖν μετὰ σπουδῆς ἤγαγεν αὐτόν. θεασάμενος οὖν αὐτὸν ἐπιάγου‐ | |
15 | ρον καὶ μεγάλην κεφαλὴν ἔχοντα ἐπέθηκεν Κεφαλᾶν, καὶ ἔδω‐ κεν τοῦτον τοῦ δουλεύειν τοὺς ἵππους. ὡς οὖν προείρηται, διὰ τὴν τοιαύτην αἰτίαν δέδωκεν αὐτὸν Μιχαὴλ τῷ βασιλεῖ. ἕως ὧδε τὰ περὶ ἀνατροφῆς τοῦ Βασιλείου. Ὁ δὲ βασιλεὺς τὸν αὐτὸν Βασίλειον εἰσαγαγὼν εἶπεν τῇ | |
20 | μητρὶ αὐτοῦ ὡς χαίρων “δεῦρο, ἴδε, μῆτερ, οἷον ἄγουρον νῦν ἐπελαβόμην.” ἡ δὲ ἐξελθοῦσα καὶ τοῦτον ἰδοῦσα ἀπεστράφη, | |
εἰποῦσα τῷ υἱῷ αὐτῆς “οὗτός ἐστι, τέκνον μου, ὁ μέλλων τὴν | 234 | |
235 | γενεὰν ἡμῶν ἀφανίσαι.” ὁ δὲ οὐδαμῶς ἐπείσθη τῇ ἰδίᾳ μη‐ τρὶ τῇ λεγούσῃ, ἢ ἤκουσεν αὐτῆς. Ἐτελεύτησεν δὲ ὁ ἐν ἁγίοις πατριάρχης Μεθόδιος, καὶ χειροτονεῖται ἀντ’ αὐτοῦ Ἰγνάτιος υἱὸς Μιχαὴλ τοῦ κουροπα‐ | |
5 | λάτου. τῶν δὲ Βουλγάρων ἐπιδρομὰς ποιούντων ἐν Θρᾴκῃ καὶ Μακεδονίᾳ, καὶ ληϊζομένων τὰ τοιαῦτα θέματα, ἡ Θεο‐ δώρα ταξατιῶνα ἐποιήσατο, οἳ ἐκ τῶν κάστρων Βουλγαρίας ἐπιτιθέμενοι σποράδην καὶ κατ’ ὀλίγους κουρσεύοντες ἐφό‐ νευον τούτους καὶ ᾐχμαλώτευον, ὥστε ὑποταγῆναι τοὺς Βουλ‐ | |
10 | γάρους ἐν τῇ ἰδίᾳ χώρᾳ. Βάρδας δὲ ὁ Καῖσαρ συνεφιλιώθη Δαμιανῷ πατρικίῳ καὶ παρακοιμωμένῳ, ὁ δὲ βασιλέα κρατή‐ σας ἔπεισεν τοῦ εἰσελθεῖν Βάρδαν ἐν τῆ πόλει· ὃς διὰ δώ‐ ρων τοὺς τοῦ βασιλέως οἰκείους διαδεξάμενος ἅμα τῷ παρα‐ κοιμωμένῳ ὡρίσθη προέρχεσθαι εἰς τὸ παλάτιον. οἰκειωσά‐ | |
15 | μενος δὲ καὶ Θεοφάνην πρωτοσπαθάριον ὡς ἠνδρειωμένον, τὸν ἐπιλεγόμενον Φαλγάνον, βουλὴν ποιοῦσι μετὰ Δαμιανὸν τοῦ ἀνελεῖν τὸν Θεόκτιστον τὸν κανίκλην. πεισθεὶς δὲ καὶ ὁ βασιλεὺς ὑπὸ Δαμιανοῦ ἐπὶ τούτῳ συνῄνεσεν καὶ αὐτὸς γε‐ νέσθαι τοῦτο· ἔλεγεν γὰρ ὁ Βάρδας τῷ Δαμιανῷ ὅτι ἕως | |
20 | ἐστὶ Θεόκτιστος μετὰ τῆς Αὐγούστης, οὐκ ἄρξει οὐδὲ ἐξου‐ σιάσει ποτὲ ὁ βασιλεύς. ὁ δὲ Θεόκτιστος ἀπελθὼν ἐν τῷ | |
λούσματι τῶν Ἀρεοβίνδου, ὡς ἔθος ἦν αὐτῷ, εἶτα ἐλθὼν εἰς | 235 | |
236 | τὰ Ἀσηκρητία κρατῶν τὰς ἀναφορὰς εἰσῆλθεν εἰς τὸ Λαυσια‐ κόν· καὶ περιβλεψάμενος εἶδεν Βάρδαν καθεζόμενον ἔμπρα‐ κτον. καὶ ταραχθεὶς σφοδρῶς ἔφη ὅτι ἐγὼ εἰσελθὼν εἰς τὴν Αὐγούσταν πάλιν ἐκδιώκω αὐτόν. εἰσελθόντος δὲ αὐτοῦ εἰς | |
5 | τὸ ὡρολόγιον προϋπήντησεν αὐτῷ Μιχαὴλ ἅμα Δαμιανῷ, καὶ οὐκ εἴασεν εἰσελθεῖν πρὸς Θεοδώραν, ἀλλ’ ἐκελεύσθη μετ’ ὀρ‐ γῆς ἀνοῖξαι τὰς ἀναφορὰς καὶ ἀναγνῶναι ἔμπροσθεν αὐτῶν· καὶ ἄκοντα τοῦτο ποιήσαντα ἀντέστρεψεν αὐτὸν εἰς τοὐπίσω ἐξελθεῖν. ὁ δὲ πικρῶς δακρύων καὶ ὀλοφυρόμενος ἐξῆλθεν. | |
10 | συνήντησε δὲ αὐτῷ Βάρδας κατὰ τὸ Λαυσιακόν, καὶ ἤρξατο κατὰ κόρρης παίειν αὐτὸν καὶ τίλλειν τὰς τρίχας αὐτοῦ. ἰδὼν δὲ ὁ δρουγγάριος τῆς βίγλας ὁ Μανιάκης ἀναστὰς ἀντέλεγεν τῷ Βάρδᾳ μὴ τύπτειν τὸν λογοθέτην. ὁ δὲ Βάρδας ἀποκρι‐ θεὶς κελεύσει τοῦ βασιλέως τοῦτο ποιεῖν. ἀνεφάνη δὲ καὶ ὁ | |
15 | βασιλεὺς τῇ βουλῇ τοῦ Δαμιανοῦ, καὶ τοῦτον ἰδὼν Βάρδας ἅμα τῷ Θεοφάνῃ τῷ Φαλγάνῳ, ἄραντες τὸν λογοθέτην σφά‐ ζουσιν αὐτὸν καὶ μεληδὸν κατακόπτουσιν εἰς τὰ Σκύθα. τοῦτο μαθοῦσα παρὰ τοῦ παπίου Θεοδώρα, ἐξελθοῦσα κατὰ τοῦ Μι‐ χαήλ, ὡς εἰκός, ἠγανάκτησεν· καὶ τοῦ βασιλέως παντὶ τρό‐ | |
20 | πῳ μηχανωμένου τὴν μητέρα ἐξιλεώσασθαι, αὕτη ἀπαρηγόρη‐ τος ἔμεινεν, μήτε τὴν ὀργὴν ὑφιεμένη μήτε παραμυθουμένη τισίν. ὅθεν μεταβαλὼν ὁ βασιλεύς, ὥσπερ τὴν ψυχὴν καὶ τὴν | |
γνώμην, οὕτω δὴ καὶ τὸ σχῆμα καὶ τὴν ἐνέργειαν, τοσούτοις | 236 | |
237 | τρόποις λυπεῖν αὐτὴν κατηπείγετο ὅσοις πρὸ τούτου θεραπεύειν ἐσχηματίζετο. καὶ δὴ τὰς μὲν ἀδελφὰς αὐτοῦ Θέκλαν Ἀνα‐ στασίαν καὶ Ἄνναν ἐξωθεῖ τοῦ παλατίου, καταγαγὼν εἰς τὰ Καριανοῦ, Πουλχερίαν δὲ ὡς ἠγαπημένην τῇ μητρὶ ἀπέστει‐ | |
5 | λεν ἐν τῇ μονῇ τῶν Γαστρίων· εἶθ’ οὕτω μετ’ ὀλίγον ἑνώσας πάσας ἐν τῇ μονῇ τῶν Γαστρίων ἀπέκειρεν. ὑπὸ δὲ τῆς συγ‐ κλήτου πάσης εὐφημισθεὶς μόνος αὐτοκρατορεῖ, καὶ προβάλ‐ λεται Βάρδαν μάγιστρον καὶ δομέστικον τῶν σχολῶν. μὴ διαλλαττομένης δὲ τῆς μητρὸς αὐτοῦ ἔχθρα ὑπῆρχεν ἀναμε‐ | |
10 | ταξὺ αὐτῶν ἄσπονδος. ὁ δὲ αὐτὴν καταγαγὼν εἰς τὸ μονα‐ στήριον τὸ οὕτω τὰ Γαστρία καλούμενον ἀπέστειλεν, ἥτις ἀθυμίᾳ μετεωρισθεῖσα τὸν νοῦν ἀναξίαν ἑαυτὴν συσκευάζει βουλὴν κατὰ Βάρδαν, βουλομένη σὺν πολλῶν καὶ ἄλλοις κοι‐ νωνὸν καὶ τοῦ βασιλέως τὸν πρωτοστράτορα ὅπως ὑποστρέ‐ | |
15 | φοντα Βάρδαν ἀπὸ τοῦ προαστείου αὐτοῦ ἀναιρήσωσιν αὐ‐ τόν. ὧν ἡ μελέτη πρὸ τοῦ ἔργου φανερωθεῖσα κατ’ αὐτῶν ἐκείνων τῶν μελετησάντων τὸ κακὸν ἐξενήνοχεν· φωραθέντες γὰρ καὶ κατασχεθέντες ἐν τῇ Σφενδόνῃ τὰς κεφαλὰς ἀπετμή‐ θησαν. καὶ προβάλλεται τὸν Βασίλειον Μιχαὴλ ἀντὶ τοῦ τε‐ | |
20 | λευτήσαντος πρωτοστράτορα, ὁμοίως καὶ Βάρδαν θεῖον αὐτοῦ κουροπαλάτην. ἔπεσε δὲ τότε κόνις ἐκ τοῦ οὐρανοῦ κατενε‐ | |
χθεῖσα ἐπὶ τοὺς κεράμους αἱματώδης πλήρης. καὶ πολλοὶ | 237 | |
238 | εὕρισκον λίθων ἐν ταῖς ὁδοῖς ἢ κήποις ἐρυθροῖς ὡς αἷμα. προβάλλεται δὲ Μιχαὴλ Ἀντίγονον τὸν υἱὸν Βάρδα δομέστι‐ κον τῶν σχολῶν· τὸν δὲ ἕτερον υἱὸν αὐτοῦ δοὺς γυναῖκα, εἰς ἣν καὶ ἐλοιδορεῖτο, προβάλλεται αὐτὸν μονοστράτηγον εἰς | |
5 | τὰ δυτικὰ θέματα, τελευτήσαντος αὐτοῦ ἐκεῖσε. μετ’ ὀλίγον δὲ τῇ τετάρτῃ τῆς διακαινησίμου προβάλλεται Μιχαὴλ Βάρ‐ δαν θεῖον αὐτοῦ Καίσαρα, ὃς ἐπὶ ἅρματος ἐποχηθεὶς ἔδωκεν ὑπατείαν τῇ μέσῃ. Ἐξῆλθεν δὲ καὶ ὁ Ἀμὲρ καὶ κατῆλθεν μέχρι Σινώπης, | |
10 | ληϊσάμενος πάντα τὰ τῶν Ῥωμαίων. ἐκστρατεύσας δὲ Μι‐ χαὴλ ἅμα Βάρδᾳ Καίσαρι κίνησιν ποιεῖ κατὰ Μιχαὴλ ἄρ‐ χοντος Βουλγαρίας διά τε γῆς καὶ θαλάσσης, μαθὼν τὸ τῶν Βουλγάρων ἔθνος λιμῷ τήκεσθαι. οἱ δὲ Βούλγαροι τοῦτο μαθόντες ὡς ἤχῳ βροντῆς ὑπεκλίθησαν, καὶ πρὸ τῶν ἀγώνων | |
15 | καὶ τῆς μάχης περὶ τῆς νίκης ἀπέγνωσαν, καὶ Χριστιανοὶ γενέσθαι καὶ ὑποτάττεσθαι τῷ βασιλεῖ καὶ Ῥωμαίοις ᾐτή‐ σαντο. ὁ δὲ βασιλεὺς τὸν ἄρχοντα αὐτὸν βαπτίσας καὶ δεξά‐ μενος ἐπιτέθεικεν αὐτῷ τὸ ὄνομα, τοὺς δὲ μεγιστάνους αὐτοῦ ἐν τῇ πόλει εἰσαγαγὼν ἐβάπτισεν πάντας. ἔκτοτε γινομένης | |
20 | εἰρήνης βαθείας τὸν Ἀμὲρ πάλιν ἐξελθόντα κατὰ Ῥωμανίας, στρατηλάτης ὢν τῆς ἀνατολῆς Πετρωνᾶς καὶ Νάσαρ τῶν Βουκελλαρίων, λοχήσαντες τὴν ὁδὸν τῆς ὑποστροφῆς αὐτοῦ, | |
συναντῶσιν αὐτῷ εἰς τὸν Λαλακάωνα, καὶ συμβολῆς γενομέ‐ | 238 | |
239 | νης τρέπουσιν Ἀμέρ· καὶ φυγῇ χρησάμενος καταδιώκει αὐ‐ τῷ τις τοῦ κομήτων, καὶ τούτου τὴν κεφαλὴν ἄρας ἤγαγεν Πετρωνᾷ στρατηλάτῃ. εἰσελθόντες δὲ οἱ στρατηγοὶ μετὰ ἐπι‐ νικίων ἐθριάμβευσαν αὐτὰ ἐν τῷ ἱππικῷ. καὶ ἔκτοτε ἐγένετο | |
5 | γαλήνη μεγάλη ἐν τῇ ἀνατολῇ διὰ τὴν τοῦ Ἀμὲρ σφαγήν. καὶ ἄλλων μὲν οἱ πόνοι καὶ τὰ κατὰ τῶν πολεμίων ἀνδραγα‐ θήματα, ἡ δὲ τοῦ βασιλέως ἀγάπη πρὸς τὸν Βασίλειον ἐξε‐ κέχυτο, καὶ τοῦτον μόνον ἐνόμιζεν εἶναι τὸν θεραπεύοντα αὐτόν. | |
10 | Ἔκτισε δὲ Μιχαὴλ σταῦλον τοῖς ἵπποις αὐτοῦ, κοσμήσας μαρμάροις καὶ ὑδάτων ἐπιρροαῖς, κατασκευάσας ὡραιότατον πάνυ. καὶ τούτου τελεσθέντος ἦν τις ἐν τῇ πόλει ὀνόματι Πέτρος, λόγιος καὶ σκωπτικός, ὃν καὶ πτωχομάγιστρον ἐκά‐ λουν. τοῦτον προσκαλεσάμενος Μιχαὴλ ἐν τῷ σταύλῳ ὑπε‐ | |
15 | δείκνυεν αὐτῷ τὴν ἄλογον τοῦ κατασκευασθέντος οἴκου εὐ‐ πρέπειαν, ὡς βουλόμενος ἐπαινεθῆναι παρ’ αὐτοῦ, εἰπὼν καὶ τοῦτο ὡς ἀεὶ μνημονεύεσθαι μέλλων διὰ τὴν τοῦ ἔργου τού‐ του κατασκευήν. ὁ δὲ ἔφη τῷ βασιλεῖ “Ἰουστινιανὸς ἔκτι‐ σεν τὴν μεγάλην ἐκκλησίαν, κοσμήσας χρυσῷ καὶ ἀργύρῳ καὶ | |
20 | μαρμάροις πολυτίμοις· καὶ μνήμη αὐτοῦ νῦν οὐκ ἔστι. καὶ σὺ βασιλεῦ κοπροθέσιον ποιήσας καὶ ἀλόγων ἀνάπαυσιν λέ‐ | |
γεις μνημονεύεσθαι διὰ τούτου;” ὁ δὲ ἀποτυχὼν τῶν ἐξ αὐ‐ | 239 | |
240 | τοῦ ἐπαίνων καὶ ὀργισθεὶς τυπτόμενον καὶ συρόμενον ἐξήγα‐ γεν τὸν πτωχομάγιστρον. Φήμης δὲ διαθεούσης περὶ Βάρα Καίσαρος ὅτι τῇ νύμφῃ αὐτοῦ συμφθείρεται, τοῦτο ἀκούσας Ἰγνάτιος ὁ πατριάρχης | |
5 | πολλάκις παρῄνεσεν αὐτὸν ἀποσχέσθαι τοῦ τοιούτου μιάσμα‐ τος καὶ μὴ πρόσκομμα εἶναι πολλῶν τὸν ἀρετῆς ὑπόδειγμα καὶ σώφρονος βίου εἶναι ὀφείλοντα. ὁ δὲ μὴ πειθόμενος ἐν‐ εῖχε τῷ πατριάρχῃ. καὶ δή ποτε μέλλοντος κοινωνεῖν τὸν Βάρδαν ὁ πατριάρχης ἀπώσατο ὡς μὴ πειθόμενον κανόσιν ἢ | |
10 | παραινέσεσιν· ὃς ὀργῇ πλήγει, τὴν ψυχὴν τὴν παραινέτην ὡς ἄνομόν τινα καὶ φθορέα τῆς ἐκκλησίας ἐξέωσεν καὶ βασά‐ νοις ἀπείροις καὶ ἀνημέροις ὑπέβαλεν, ὥστε ποιῆσαι παραί‐ τησιν. τοῦ δὲ μὴ πεισθέντος Φώτιον πατριάρχην ἀντ’ αὐτοῦ χειροτονεῖ, πρωτασηκρῆτιν ὄντα κατ’ ἐκεῖνο καιροῦ καὶ λογιώ‐ | |
15 | τατον πάνυ. Ὁ δὲ βασιλεὺς ἐπεστράτευσεν κατὰ τῶν Ἀγαρηνῶν, κα‐ ταλιπὼν ἐν τῇ πόλει ταύτῃ φυλάττειν Ὠορύφαν ὕπαρχον ὄντα, ὅστις οὔπω τοῦ βασιλέως οὐδὲν ἐξ ὧν ἐμελέτα καὶ κα‐ τὰ νοῦν εἶχεν κατεργασαμένου, τὴν τῶν ἀθέων Ῥῶς ἐμήνυ‐ | |
20 | σεν ἄφιξιν, γεγενημένους ἤδη κατὰ τὸν μαῦρον ποταμόν. καὶ ὁ μὲν βασιλεὺς καὶ τῆς ἐχομένης ἐπεσχέθη ὁδοῦ, καὶ δι’ ἣν | |
ταύτην ἀφῆκεν, οὐδὲν βασιλικὸν καὶ γενναῖον εἰργάσατο· οἱ | 240 | |
241 | δὲ Ῥῶς φθάσαντες ἔνδον τοῦ Ἱεροῦ πολὺν εἰργάσαντο φθό‐ ρον Χριστιανῶν καὶ ἀθῶον αἷμα ἐξέχεον. ὑπῆρχον δὲ πλοῖα διακόσια, ἃ περιεκύκλωσαν τὴν πόλιν καὶ πολὺν φόβον τοῖς ἔνδοθεν ἐνεποίησαν. ὁ δὲ βασιλεὺς καταλαβὼν μόλις ἴσχυσεν | |
5 | διαπερᾶσαι, καὶ δὴ σὺν τῷ πατριάρχῃ Φωτίῳ εἰς τὸν ἐν Βλα‐ χέρναις ναὸν τῆς τοῦ θεοῦ μητρὸς παρεγένοντο κἀκεῖ τὸ θεῖον ἐξιλεοῦνται. εἶτα μεθ’ ὑμνῳδίας τὸ ἅγιον ἐξαγαγόντες τῆς θεοτόκου ὠμοφόριον τῇ θαλάσσῃ ἄκρῳ προσέβαλον. καὶ νη‐ νεμίας οὔσης εὐθὺς ἀνέμων ἐπιφορὰ καὶ τῆς θαλάσσης ἠρε‐ | |
10 | μούσης κυμάτων ἐπαναστάσεις ἀλλεπάλληλοι ἐγεγόνεισαν, καὶ τὰ τῶν ἀθέων Ῥῶς πλοῖα κατεάγησαν, ὀλίγων ἐκπεφυγότων κίνδυνον. Βάρδα δὲ τοῦ Καίσαρος ἐν τῇ προελεύσει διερχομένου μετὰ σκαραμαγγίου ὀξέος εἰς τὸ ὡρολόγιον, καθεζόμενος ἐκεῖσε | |
15 | Δαμιανὸς πατρίκιος καὶ παρακοιμώμενος οὐκ ἐπηγέρθη τιμῆ‐ σαι αὐτόν. τοῦτον ἰδὼν ὁ Καῖσαρ ἐθυμώθη λίαν· καὶ εἰσ‐ ελθόντος αὐτοῦ εἰς τὸ Χρυσοτρίκλινον καὶ συγκαθεσθέντος τῷ βασιλεῖ καὶ δακρύοντος ἀπὸ ὀργῆς καὶ θυμοῦ, ἠρώτησεν τὴν αἰτίαν ὁ βασιλεύς. ὁ δὲ ἔφη ὅτι τῇ κελεύσει τῆς βασι‐ | |
20 | λείας σου ἠξιώθην τιμῆς μεγάλης, Δαμιανὸς δὲ εἰς σὸν ὄνει‐ δος καὶ τῆς σῆς βασιλείας οὐκ ἐπηγέρθη μοι ἐπὶ τῆς συγκλή‐ | |
του. θυμωθεὶς δὲ ὁ βασιλεὺς Μαξιμιανόν τινα κοιτωνίτην | 241 | |
242 | παρευθὺς προστάσσει ἆραι Δαμιανὸν καὶ ἐν τῷ ἐμπορίῳ τοῦ ἁγίου Μάμαντος ἀπαγαγεῖν, καὶ τοῦτον ἀποκεῖραι πρῶτον, καὶ εἶναι ἐν φρουρᾷ· καὶ τῇ αὐτῇ ἡμέρᾳ προβάλλεται τὸν πρωτοστράτωρα Βασίλειον παρακοιμώμενον. ἐζηλοτύπησεν δὲ | |
5 | Καῖσαρ τοῦτο ἀκούσας, καὶ ἔκτοτε ἐζήτει ἀποκτεῖναι Βασίλειον. ἐχώρισεν Βασίλειον Μιχαὴλ τῆς ἰδίας γυναικὸς Μαρίας, δε‐ δωκὼς αὐτῷ γυναῖκαν Εὐδοκίαν τὴν Ἰγγιρίναν, διορισάμενος αὐτῷ κυρίαν αὐτὴν ἔχειν· ἦν γὰρ αὐτὴ τοῦ βασιλέως παλλακὴ καὶ πάνυ ἠγάπα αὐτὴν ὡς εὐπρεπῆ. τὴν δὲ πρώτην αὐτοῦ | |
10 | γυναῖκα Μαρίαν δοὺς χρυσίον καὶ ἄλλα τινὰ ἀπέστειλεν ἐν Μακεδονίᾳ εἰς τὰ ἴδια. Θέκλαν δὲ τὴν ἰδίαν ἀδελφὴν προσ‐ ήρμοσεν τοῦ ἔχειν αὐτὴν ἰδίως. ἔκτοτε δὲ ὑπεβλέποντο ἀλ‐ λήλους ὅ τε Καῖσαρ καὶ ὁ Βασίλειος, ζητοῦντες πῶς ἕτερος τὸν ἕτερον ἀνέλῃ. ἰδίως δὲ ἐλοιδόρει ὁ Βασίλειος τὸν Καί‐ | |
15 | σαρα ὡς κατ’ αὐτοῦ μελετῶντα. ὁ δὲ Βασίλειος σπεύδων πληροφορῆσαι τὸν βασιλέα συμφιλιοῦται Συμβατίῳ πατρικίῳ καὶ λογοθέτῃ τοῦ δρόμου, γαμβρῷ δὲ Καίσαρος, καὶ δι’ ὅρ‐ κων ἐβεβαιώσαντο ἀλλήλους ἐν ὁμονοίᾳ καὶ διηνεκεῖ ἀγάπῃ εἶναι. ἐπληροφόρησε δὲ καὶ Συμβάτιον Βασίλειος δι’ ὅρκων | |
20 | φρικτῶν, ὡς τοῦ βασιλέως ἀγάπην πολλὴν ἔχοντος πρὸς σέ, κἀμοῦ σπουδάζοντος τὰ ὑπὲρ σοῦ, μελετᾷ μὲν προβαλέσθαι | |
σε Καίσαρα, ἀλλὰ διὰ τὸν πενθερόν σου ἀδυνατεῖ τοῦτο ποιῆ‐ | 242 | |
243 | σαι. ὁ δὲ ἀπατηθεὶς τοῖς ὅρκοις τοῦ Βασιλείου γέγονε κατὰ τοῦ Καίσαρος Βάρδα τοῦ ἰδίου πενθεροῦ, καὶ εἰσελθὼν εἰς τὸν βασιλέα ἐξωμόσατο πληροφορήσας αὐτὸν ὡς ὁ Καῖσαρ βούλεταί σε ἀνελεῖν, ἐξειπὼν καὶ τὰ τῆς βουλῆς. ὁ δὲ βασι‐ | |
5 | λεὺς τοῖς ὅρκοις τοῦ Συμβατίου πεισθεὶς καὶ τοῖς λόγοις τοῦ Βασιλείου βεβαιωθεὶς ἐνδομύχει κατὰ τοῦ Καίσαρος. εἰδὼς δὲ Βασίλειος ὅτι πάντα καλῶς κατὰ τοῦ Καίσαρος συνεσκεύα‐ στο, ἐν τῇ πόλει μὴ δυνάμενος τοῦτο ποιῆσαι, πείθει τὸν βα‐ σιλέα κινῆσαι στόλον καὶ στρατὸν κατὰ τῆς Κρήτης. τούτου | |
10 | δὲ γενομένου Λέων ὁ φιλόσοφος Βάρδαν Καίσαρα παρῄνει ὑποστέλλεσθαι καὶ συντηρεῖν ἑαυτὸν ἀπὸ Βασιλείου· ὁ δὲ Καῖσαρ τὸν βασιλέα πάλιν ἐπεφωνεῖτο φείδεσθαι τοῦ Βασι‐ λείου. γενομένης δὲ τῆς προελεύσεως εἰς τὰ Χαλκοπράτια τοῦ εὐαγγελισμοῦ, καὶ τῆς εἰσόδου γενομένης, καὶ τοῦ εὐαγγελίου | |
15 | τελεσθέντος, ἀνῆλθεν ὅ τε πατριάρχης Φώτιος καὶ ὁ βασιλεὺς σὺν τῷ Καίσαρι καὶ Βασιλείῳ παρακοιμωμένῳ ἐν τοῖς κατηχου‐ μένοις, τοῦ πατριάρχου ἐπὶ χεῖρας ἔχοντος τὸ τίμιον σῶμα καὶ αἷμα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ βάψαντες ὅ τε βα‐ σιλεὺς καὶ ὁ Βασίλειος τοὺς τιμίους ὑπέγραψαν σταυρούς, ὅρκῳ | |
20 | βεβαιοῦντες τὸν Καίσαρα ἀφόβως ἐξελθεῖν μετ’ αὐτῶν ἐν τῷ ταξειδίῳ. φανερῶς γὰρ Λέων ὁ φιλόσοφος παρηγγυᾶτο τῷ | |
Βάρδᾳ μὴ ἐξελθεῖν σὺν αὐτοῖς· ἐξερχόμενον γὰρ ἔλεγεν μὴ | 243 | |
244 | ὑποστραφῆναι. ἀπὸ δὲ τῆς ἑορτῆς τοῦ ἁγίου πάσχα ἀπάρας ὁ βασιλεὺς μετὰ πολλοῦ στρατοῦ κατέλαβεν ἐν τῷ θέματι τῶν Θρᾳκησίων. ἀπληκευσάντων δὲ αὐτῶν εἰς κήπους, Βα‐ σίλειος παρακοιμώμενος βουλὴν ἐποιεῖτο ἀνελεῖν Καίσαρα. | |
5 | ὑπῆρχον δὲ ἐν τῇ βουλῇ Μαριανὸς ὁ ἀδελφὸς αὐτοῦ καὶ Πέτρος ὁ Βούλγαρος καὶ Ἰωάννης ὁ Χαλδίας καὶ Κωνσταν‐ τῖνος ὁ Τοξαρᾶς. Ἰωάννης δὲ ὁ Νεατοκόμητος διέγνω ταῦ‐ τα, καὶ κατελθὼν εἰς τὴν τοῦ Καίσαρος τένταν ἡλίου δύναν‐ τος καὶ συντυχὼν Προκοπίῳ πρωτοβεστιαρίῳ τοῦ Καίσαρος | |
10 | διεβεβαιοῦτο αὐτῷ ὅτι αὔριον μεληδὸν κατακόπτεται ὁ δεσπό‐ της ὑμῶν Καῖσαρ. ὁ δὲ εἰσελθὼν ἀνήγγειλε ταῦτα τῷ Καί‐ σαρι. ὁ δὲ Καῖσαρ ταῦτα ἀκούσας εἶπεν Προκοπίῳ “ἄπελ‐ θε, εἰπὲ τῷ Νεατοκόμητι· τὰ ζιζάνια ταῦτα σὺ διεγείρεις.” ὄρθρου δὲ βαθέος τοὺς αὐτοῦ πάντας προσκαλεσάμενος διε‐ | |
15 | σάφησεν τὰ λαληθέντα αὐτῷ, βουλὴν ἐπιζητῶν παρ’ αὐτῶν. Φιλόθεος δὲ πρωτοσπαθάριος καὶ γενικός, προσφιλὴς αὐτοῦ ὤν, εἶπεν τῷ Καίσαρι “αὔριον, ὦ δέσποτα, περιβαλοῦ τὸν χρυσοπέρσικόν σου χιτωνίσκον, καὶ ὄφθητι τοῖς ἐχθροῖς σου, καὶ ἀπὸ προσώπου σου φεύξονται.” τοῦ ἡλίου δὲ ἀνατείλαν‐ | |
20 | τος ἵππῳ ἐπιβὰς παρεγένετο πρὸς τὴν κόρτην τοῦ βασιλέως μετὰ στολῆς λαμπρᾶς. Κωνσταντῖνος δὲ ὁ Τοξαρᾶς τῇ βουλῇ Βασιλείου προϋπήντησε προσκυνήσας αὐτόν, καὶ ἐμήνυσε Βα‐ | |
σιλείῳ τὴν αὐτοῦ ἔλευσιν. Βασίλειος δὲ ἐξελθὼν προσεκύνη‐ | 244 | |
245 | σεν αὐτόν, καὶ τῇ χειρὶ κρατήσας προσήγαγεν πρὸς τὸν βα‐ σιλέα. ὁ δὲ Καῖσαρ συγκαθεσθεὶς τῷ βασιλεῖ ἔφη “τοῦ λαοῦ παντός, δέσποτα, ἐπισυνηγμένου πρόσταξον διαπερᾶσαι ἐν τῇ Κρήτῃ.” ὄπισθεν δὲ ἑστὼς ὁ Βασίλειος δέδωκεν αὐτὸν | |
5 | μετὰ τοῦ ξίφους, καὶ οἱ λοιποὶ οἱ μετ’ αὐτὸν μεληδὸν κατέ‐ κοψαν αὐτόν, τοῦ βασιλέως βλέποντος· ὥρα δὲ ἦν τρίτη τῆς ἡμέρας. εὐθέως δὲ ὁ βασιλεὺς καὶ ὁ Βασίλειος ἐπὶ τὴν πόλιν ὑπέστρεψαν. ἐρχομένων δὲ κατὰ τὸ ἐμπόριον τοῦ Ἀκρίτα, λαοῦ πολλοῦ συνηγμένου ἰδεῖν τὸν βασιλέα, εἷς τις | |
10 | μοναχικὸν σχῆμα περιβεβλημένος ἐφ’ ὑψηλῆς πέτρας ἐπεφώνει τῷ βασιλεῖ “καλὸν ταξίδιον ἐποίησας, ὦ βασιλεῦ, τὸν ἴδιον συγγενῆ καὶ τὸ πατρῷον αἷμα ξίφει ἀνελών. οὐαί σοι, οὐαί σοι, ὅτι ταῦτα ἐποίησας.” θυμωθεὶς δὲ ὁ βασιλεὺς καὶ ὁ Βασί‐ λειος ἀποστέλλουσι μαγγλαβίτην τὸν Μαυροθεόδωρον ξίφει | |
15 | ἀνελεῖν τὸν μοναχόν. οἱ δὲ λαοὶ ἐπιδραμοῦντες ἄνουν καὶ δαιμονοῦντα αὐτὸν εἶναι· καὶ οὕτως μόλις παρῆλθε τὴν τι‐ μωρίαν. ὀψὲ δὲ σαββάτῳ τῆς πεντηκοστῆς ἐμήνυσε Φωτίῳ πατριάρχῃ ὁ βασιλεὺς διὰ Ῥενδακίου πρωτοβεστιαρίου αὐτοῦ τὴν ἀναγόρευσιν τῆς βασιλείας ποιῆσαι Βασιλείου· καὶ τῇ | |
20 | ἐπαύριον ἐξῆλθον δύο σελία. οἱ δὲ λαοὶ διεταράχθησαν, πῶς ἑνὸς βασιλέως ὄντος δύο σελία ἐξῆλθον. τοῦ δὲ βασιλέως διερχομένου ἐν τῇ προελεύσει ὄπισθεν Βασίλειος περιεπάτει | |
φορῶν σκαραμάγγιον μετὰ σπαθίου, ὡς ἔθος παρακοιμωμέ‐ | 245 | |
246 | νοις. μέχρι δὲ τῶν βασιλικῶν πυλῶν ἐλθὼν ὁ βασιλεὺς οὐκ ἀπέθετο τὸ στέφος, καθὼς ἔθος ἐστὶ τοῖς βασιλεῦσιν, ἀλλὰ μετ’ αὐτοῦ εἰσῆλθεν μέχρι τῶν ἁγίων θυρῶν, καὶ ἀντιστρα‐ φεὶς ἀνέβη τρεῖς βαθμοὺς τοῦ ἄμβωνος ἐστεμμένος· καὶ | |
5 | ὑποκάτω τοῦ ἄμβωνος Βασίλειος ὁ παρακοιμώμενος, κάτωθεν δὲ Βασιλείου Λέων ὁ Κάστωρ καὶ ἀσηκρῆτις, ἔχων τόμον ἐπὶ χεῖρας, καὶ Μιχαὴλ πραιπόσιτος ὁ Ἀγγούρης, καὶ οἱ δή‐ μαρχοι ἅμα τοῖς δήμοις. ἤρξατο οὖν Λέων ὁ ἀσηκρῆτις ἀνα‐ γινώσκειν λέγων ὅτι Βάρδας ὁ Καῖσαρ ἐβουλεύσατο κατ’ ἐμοῦ | |
10 | ἀνελεῖν με, καὶ διὰ τοῦτο ὑπεξήγαγέ με τῆς πόλεως· καὶ εἰ μὴ διὰ Συμβατίου καὶ Βασιλείου ἐμηνύθη μοι, οὐκ ἂν ἐν τοῖς ζῶσιν ἤμην. ἐτελεύτησε δὲ ὑπὸ τῆς ἰδίας ἁμαρτίας. θέ‐ λω δὲ Βασίλειον παρακοιμώμενον, ὡς πιστὸν ὄντα καὶ φυ‐ λάττοντα τὴν ἐμὴν βασιλείαν καὶ τοῦ ἐχθροῦ ἐλευθερώσαντά | |
15 | με, εἶναι φύλακα τῆς ἐμῆς βασιλείας καὶ ὑπὸ πάντων εὐφη‐ μεῖσθαι ὡς βασιλέα. Βασίλειος δὲ ἐπληροῦτο δακρύων, καὶ δεδωκὼς ὁ βασιλεὺς Φωτίῳ πατριάρχῃ τὸ στέμμα ἄρας ἐκ τῆς αὐτοῦ κεφαλῆς, ὡς εἰσαγαγεῖν ἐν τῇ ἁγίᾳ τραπέζῃ ἐποίη‐ σεν εὐχὴν ἐπ’ αὐτῷ, καὶ οἱ πραιπόσιτοι ἐνέγκαντες διβιτίσιον | |
20 | καὶ τζαγγία ἐνέδυσαν Βασίλειον, ὅστις βαλὼν τὴν χλαμύδα ἔπεσεν εἰς τοὺς πόδας τοῦ βασιλέως. καὶ ἐξῆλθεν ὁ πατριάρ‐ | |
χης, καὶ ἦρεν ἀπὸ τῆς κεφαλῆς τοῦ βασιλέως, καὶ ἐπέδωκεν | 246 | |
247 | αὐτὸ τῷ βασιλεῖ· καὶ τῶν σκήπτρων πεσόντων, ὡς ἔθος, ἔστεψεν ὁ Μιχαὴλ τὸν Βασίλειον, καὶ εὐφήμησαν πάντες “Μιχαὴλ καὶ Βασιλείου πολλὰ τὰ ἔτη.” ὁ δὲ τὸν τόμον ἐπαναγνοὺς Κάστωρ ὁ ἀσηκρῆτις ἐξελθὼν ἐν Νικομηδείᾳ, καὶ | |
5 | ἐλθὼν εἰς μονὴν ἀνδρείαν ἔμεινεν μέσον τοῦ λιβαδίου. ἦν δὲ ἐκεῖσε φρέαρ, καὶ πεσὼν ἐν αὐτῷ ἀπεπνίγη, καὶ ἐτάφη ἐκεῖσε. Συμβάτιος δὲ ὁ γαμβρὸς τοῦ Καίσαρος ἀποτυχὼν τῆς τοῦ Καίσαρος ἀξίας, ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τοῦ Βασιλείου, | |
10 | εἰς μῖσος κατὰ τοῦ Βασιλείου κινεῖται, καὶ συμβουλευσάμε‐ νος μετὰ Γεωργίου στρατηλάτου τοῦ Πηγάνη τῇ ἐπαύριον αἰτεῖται στρατηγὸς προβληθῆναι ἀντ’ αὐτοῦ. καὶ προεβλήθη λογοθέτης τοῦ δρόμου ὁ Γοῦμερ, κἀκεῖνος κόμης τοῦ Ὀψι‐ κίου. καὶ ἐξελθόντες ἅμα ὅ τε Συμβάτιος καὶ ὁ Πηγάνης | |
15 | ἤρξαντο καταστρέφειν καὶ πυρπολεῖν τάς τε χώρας καὶ ἀμ‐ πελῶνας· ἦν γὰρ καιρὸς τοῦ θέρους, εὐφημοῦντες Μιχαὴλ μόνον, τὸν δὲ Βασίλειον ἀποβδελύττονται. ταῦτα μαθόντες οἱ βασιλεῖς ἐκέλευσαν τοὺς λοιποὺς στρατηλάτας τούτους κα‐ ταπολεμῆσαι. βουλευσάμενος δὲ Νικηφόρος ὁ Μαλεῖνος ἔρ‐ | |
20 | ριψεν ἔγγραφα μέσον παντὸς τοῦ λαοῦ, ἵνα δόλῳ τούτους κρατήσωσιν καὶ μὴ φανερῶς πολεμεῖν εἰς ἔμφυλον ἐμπέσωσι πόλεμον. ἐκρατήθη δὲ ὁ Πηγάνης, καὶ ἄραντες αὐτὸν εἰσή‐ | |
γαγον ἐν τῇ πόλει, καὶ τῇ προστάξει τοῦ βασιλέως ἀποτυφλοῖ | 247 | |
248 | αὐτὸν Κωνσταντῖνος ἔπαρχος ὁ Μυϊάρης, καὶ καθίσαντες ἐν τῷ Μιλίῳ ἐπέδωκαν αὐτῷ σκεῦος ἐν ταῖς χερσὶν αὐτοῦ, καὶ ἔρριπτον πάντες οἱ διαπορευόμενοι ἐν αὐτῷ, εἴ τι ἐκ προαι‐ ρέσεως εἶχον. καὶ μεθ’ ἡμέρας λʹ ἐκρατήθη Συμβάτιος ὁ | |
5 | Ἀρμένης ὑπὸ Μαλεΐνου ἐν Κελτζινῇ ἐν πανδοχείῳ· καὶ εἰσ‐ ήγαγεν αὐτὸν ὁ Μαλεῖνος εἰς τὸν βασιλέα, ὄντος αὐτοῦ εἰς τὸν ἅγιον Μάμαντα. καὶ προστάξει τοῦ βασιλέως ἄγουσι τὸν Πηγάνην εἰς ὑπάντησιν Συμβατίου, δόντες εἰς χεῖρας τοῦ Πηγάνη θυμιατήριον ὀστράκινον θυμιᾶν αὐτόν· καὶ ἀποτυ‐ | |
10 | φλοῦσιν αὐτὸν Συμβάτιον τὸν ἕνα ὀφθαλμόν, καὶ ἐκκόπτουσι καὶ τὴν δεξιὰν αὐτοῦ χεῖρα, καὶ ἐκάθισαν αὐτὸν εἰς τὰ Λαύ‐ σου, καὶ δεδώκασι σκεῦος ἐν τῷ κόλπῳ αὐτοῦ, ἵνα ὃς ἔχῃ προαίρεσιν, ἐπιρρίπτῃ αὐτῷ τι. καὶ μεθ’ ἡμέρας τρεῖς ἀπή‐ γαγον αὐτοὺς ἐν τοῖς ἰδίοις οἴκοις ἔχοντες ἐν φρουρᾷ. | |
15 | Ὁ δὲ βασιλεὺς Μιχαὴλ ἀποστείλας μηχανικόν, τὸν λε‐ γόμενον Λάβαριν, ἐξάγει Κωνσταντῖνον τὸν Καβαλλῖνον ἐκ τοῦ τάφου, ὃν εὗρεν ὑγιῆ· καὶ θέλων εἰσαγαγεῖν ἐν σάκκῳ, καὶ μὴ χωρούμενον ἐνετύλιξεν αὐτόν. ὡσαύτως καὶ Ἰαννῆν πατριάρχην ἐξήγαγεν ἐκ τοῦ τάφου ἅμα τῷ ὠμοφορίῳ αὐτοῦ. | |
20 | καὶ τούτους προστάξει τοῦ βασιλέως ἀπέκλεισεν ὁ ὕπαρχος ἐν τῷ πραιτωρίῳ, καὶ ἐν τῇ ἡμέρᾳ ἱππικοῦ ἀγαγὼν αὐτοὺς καὶ ἀπογυμνώσας ἔτυψε μαγλάβια, καὶ τὰ ὀστᾶ αὐτῶν ἀποστεί‐ λας κατέκαυσεν ἐν τοῖς Ἀμαστριανοῦ. τὴν δὲ λάρνακα τοῦ | |
Κοπρωνύμου πράσινον οὖσαν καὶ θαυμαστὴν διαπρίσας ἐποίη‐ | 248 | |
249 | σεν στήθεα ἐν τῷ ὑπ’ αὐτοῦ κτισθέντι ναῷ ἐν τῷ παλατίῳ ἐν τῷ Φάρῳ. Ἐγεννήθη δὲ Λέων ὁ βασιλεὺς ἐκ Μιχαὴλ καὶ Εὐδοκίας τῆς Ἰγγιρίνης ἔτι περιόντος αὐτοῦ τοῦ Μιχαήλ, μηνὸς Δε‐ | |
5 | κεμβρίου πρώτῃ, ἰνδικτιῶνος ιεʹ. ἐποίησεν δὲ ἱππικὸν ὁ βα‐ σιλεὺς ἐν τῷ ἁγίῳ Μάμαντι ἱππεύσας Βένετος. Κωνσταντῖ‐ νος δὲ ὁ ἐξ Ἀρμενίων, ὁ πατὴρ Θωμᾶ πατρικίου καὶ γενε‐ σίου, δρουγγάριος ὢν τῆς βίγλας, ἵππευε λευκός, πράσινος δὲ ἵππευεν Ἀγαλλιανός, ῥούσιος δὲ ὁ Κρασᾶς. νικήσαντος δὲ | |
10 | τοῦ βασιλέως καὶ ἐπὶ δείπνου καθεσθέντος ἅμα Βασιλείῳ καὶ Εὐδοκίᾳ, Βασιλισκιανὸς ὁ πατρίκιος ἐπῄνει τὸν βασιλέα ὡς εὐφυῶς ἐλάσαντα ἐν τῷ ἅρματι. τοῦτον ἀναστῆναι κελεύσας ὁ βασιλεὺς τὰ τζαγγία αὐτοῦ προσέταξε σῦραι καὶ ὑποδήσα‐ σθαι. τοῦ δὲ ἀνανεύοντος καὶ πρὸς Βασίλειον ἀποβλέποντος, | |
15 | ἐν θυμῷ προσέταττεν ὁ βασιλεὺς τοῦτο ποιῆσαι. τοῦ δὲ Βα‐ σιλείου ἐπινεύοντος αὐτῷ ὑπεδήσατο τὰ τζαγγία. ἔφη δὲ ὁ βασιλεὺς μεθ’ ὅρκου τῷ Βασιλείῳ ὡς ὑπὲρ σὲ κάλλιον αὐτῷ πρέπουσιν. μὴ γὰρ οὐκ ἔχω ἐξουσίαν, ὡς σὲ βασιλέα ἐποίησα, καὶ ἄλλον ποιῆσαι; καὶ ὠργίζετο κατὰ Βασιλείου θυμούμενος. | |
20 | δακρύουσα δὲ ἡ Εὐδοκία ἔφη τῷ βασιλεῖ “τὸ τῆς βασιλείας ἀξίωμα, δέσποτά μου, μέγα ἐστίν, καὶ ἀναξίως καὶ ἡμεῖς | |
ἐτιμήθημεν, καὶ οὐ δίκαιόν ἐστι καταφρονεῖσθαι αὐτό.” ὁ δὲ | 249 | |
250 | βασιλεὺς εἶπεν “μὴ λυποῦ περὶ τούτου· καὶ γὰρ καὶ τὸν Βασιλισκιανὸν βασιλέα θέλω ποιῆσαι.” Βασίλειος δὲ ἐν θυ‐ μῷ καὶ λύπῃ μεγάλῃ γέγονεν. ἐξελθόντος δὲ τοῦ βασιλέως ἐν τῷ κυνηγίῳ μοναχός τις ὑπαντήσας δέδωκεν αὐτῷ χάρτην, | |
5 | τὴν κατ’ αὐτοῦ μελετωμένην ἐπιβουλὴν ὑπὸ Βασιλείου· ὃ ἀναγνοὺς καὶ θυμωθεὶς μελετᾷ κατὰ Βασιλείου. τῆς δὲ μη‐ τρὸς αὐτοῦ Θεοδώρας καλεσάσης τὸν βασιλέα εἰς τὰ Ἀνθε‐ μίου, ἀπέστειλεν τὸν Ῥεντάκιον τὸν πρωτοβεστιάριον αὐτοῦ μετὰ καὶ ἑτέρων ἀνθρώπων οἰκείων αὐτοῦ πρὸς τὸ θηρεῦσαί | |
10 | τι καὶ ἀποστεῖλαι τῇ μητρὶ αὐτοῦ. ὁ δὲ Βασίλειος συνε‐ σκευάζετο κατὰ Μιχαήλ, καὶ ἦν σκυθρωπὸς πάνυ. ἐπὶ δεί‐ πνου δὲ τοῦ βασιλέως καθεσθέντος προσεκαλέσατο Εὐδοκίαν καὶ Βασίλειον συνδειπνῆσαι αὐτῷ. τοῦ δὲ βασιλέως οἴνῳ πολλῷ χρησαμένου ἀναστὰς Βασίλειος ὡς διά τινα χρείαν ἐν | |
15 | τῷ κοιτῶνι διαστρέφει τὰ κλεῖθρα δυνατὸς ὤν, ὡς μὴ κλείε‐ σθαι τὴν θύραν· καὶ ἀπελθὼν συνεδείπνει πάλιν μετὰ τοῦ βασιλέως. τοῦ δὲ βασιλέως πάνυ οἰνωθέντος, τῆς Ἰγγερίνης ὡς ἔθος αὐτῷ συγχαιρούσης, ἀναστὰς Μιχαὴλ χειροκρατού‐ μενος παρὰ Βασιλείου ἀπῆλθεν ἐν τῷ κοιτῶνι· οὗ τὴν χεῖρα | |
20 | φιλήσας ἐξῆλθεν Βασίλειος. ἔνδοθεν δὲ τοῦ κοιτῶνος ἦν Βα‐ σιλισκιανός, τῇ κελεύσει τοῦ βασιλέως ὑπνώσας ἐν τῇ κλίνῃ Ῥεντακίου πρὸς φυλακὴν αὐτοῦ. Ἰγνάτιος δὲ κοιτωνίτης | |
ἀπελθὼν τοῦ κλεῖσαι τὴν θύραν τοῦ κοιτῶνος εὗρε διεστραμ‐ | 250 | |
251 | μένην, καὶ ἀπογνοὺς ἐκαθέσθη ἐπὶ τῆς κλίνης τίλλων τὰς τρί‐ χας αὐτοῦ. τοῦ δὲ βασιλέως ὕπνον θανάτῳ παραπλήσιον κοιμωμένου ἀθρόως ἐλθὼν Βασίλειος μετὰ καὶ ἑτέρων τὰς θύρας ἀνέῳξεν· καὶ ἔμφοβος ἐξελθὼν Ἰγνάτιος ἀντέπιπτεν | |
5 | Βασιλείῳ μὴ εἰσελθεῖν. Πέτρος δὲ ὁ Βούλγαρος διὰ τῆς τοῦ Βασιλείου μασχάλης διελθὼν πρὸς τὴν κλίνην τοῦ βασιλέως ἐκρατήθη παρὰ Ἰγνατίου, καὶ ἀντιπίπτοντος αὐτῷ ἔξυπνος ἐγένετο ὁ βασιλεύς. Ἰωάννης δὲ ὁ Χάλδος παρευθὺ μετὰ τοῦ ξίφους δοὺς αὐτῷ ἀπέκοψεν τὰς χεῖρας αὐτοῦ, Ἰακωβί‐ | |
10 | τζης δὲ καὶ ὁ Πέρσης τὸν Βασιλισκιανὸν ξίφει τρώσαντες ἔρριψαν αὐτὸν ἄνωθεν κάτω. Μαριανὸς δὲ καὶ Βάρδας ὁ πατὴρ Βασιλείου καὶ Κωνσταντῖνος ὁ Τοξαρᾶς, οὗτοι ἵσταντο πρὸς φυλακὴν ἔξωθεν· καὶ οὐδεὶς τῶν μετὰ Μιχαὴλ ἔγνω τὰ γινόμενα. συναθροισθέντες δὲ οἱ μετὰ Βασίλειον ὅτι εἰ | |
15 | καὶ τὰς χεῖρας αὐτοῦ ἐκόψαμεν, ζῶντα αὐτὸν εἰάσαμεν· καὶ ἐὰν ζῇ, τί ἀπολογησόμεθα; καὶ χαριζόμενος Βασιλείῳ ὁ Χάλ‐ δος ὑποστρέψας εὗρε Μιχαὴλ χεῖρας μὲν μὴ ἔχοντα, ἐπὶ τῆς κλίνης δὲ κείμενον ἐλεεινολογούμενον κατὰ Βασιλείου. ὁ δὲ τὸ ξίφος γυμνὸν ἀνηλεῶς ἔπηξεν κατὰ τῆς καρδίας τοῦ | |
20 | βασιλέως, διασχίσας τὰ ἔγκατα αὐτοῦ, καὶ στραφεὶς ἐνεκαυ‐ χᾶτο πρὸς Βασίλειον ὡς ἀνδραγάθημα πεποιηκώς. κλύδωνος δὲ ὄντος ἐν τῇ θαλάσσῃ συναθροισθέντες κατῆλθον μέχρι | |
τοῦ περάματος, καὶ διαπεράσαντες ἦλθον εἰς τὸν οἶκον Εὐ‐ | 251 | |
252 | λογίου τοῦ Πέρσου καὶ τοῦτον ἄραντες ἦλθον εἰς τὰ Μαρί‐ νης, καὶ ἀνελθόντες διὰ τοῦ τείχους ἦλθον μέχρι τοῦ παλα‐ τίου. πλὰξ δὲ ἦν περιφράσσουσα τὸ τεῖχος, καὶ κρατήσας Βασίλειος δύο τῶν μετ’ αὐτοῦ ὄντων καὶ λακτίσας κατέαξεν | |
5 | τὴν πλάκα, καὶ εἰσῆλθε μέχρι τῆς πύλης τοῦ παλατίου. Εὐ‐ λόγιος δὲ Πέρσης ἐλάλει τῇ αὐτοῦ γλώττῃ Ἀρταβάσδῳ ἑται‐ ριάρχῃ, ὡς Μιχαὴλ ξίφει ἐτελεύτησεν, καὶ ἄνοιξον τὸν βα‐ σιλέα. καὶ ὁ Ἀρτάβασδος εἰσδραμὼν πρὸς τὸν παπίαν καὶ ἄρας ἀπ’ αὐτοῦ τὰς κλεῖς βιαίως ἤνοιξεν τὸν Βασίλειον. καὶ | |
10 | γενόμενος ἔνδοθεν Βασίλειος ἦρε τὰς κλεῖς τοῦ παλατίου ἐπὶ χεῖρας, καὶ τῇ ἕωθεν Γρηγόριον λεγόμενον τὸν Φιλήμονος ἐποίησε παπίαν. παρευθὺ δὲ ἀποστέλλει ἐν τῷ ἁγίῳ Μά‐ μαντι, καὶ εἰσήγαγεν Εὐδοκίαν τὴν τοῦ Ἴγγερος μετὰ δόξης πολλῆς ἐν τῷ παλατίῳ. ἀπέστειλε δὲ καὶ Ἰωάννην πραιπό‐ | |
15 | σιτον τοῦ ἆραι τὴν Δεκαπολίτισσαν καὶ πρὸς τοὺς ἰδίους γο‐ νεῖς ἀγαγεῖν. ἀπέστειλε δὲ καὶ Παῦλον κοιτωνίτην τοῦ ἐν‐ ταφιάσαι Μιχαήλ. καὶ ἀπελθὼν εὗρεν αὐτὸν ἐντετυλιγμέ‐ νον ἐν τῷ σαγίσματι τοῦ δεξιοῦ ἵππου οὗ ἤλαυνεν, καὶ τὰ ἔγκατα αὐτοῦ ἔξωθεν κρεμάμενα. εὕρας δὲ ἐκεῖ θρηνούσας | |
20 | καὶ ἐλεεινολογουμένας ἐπ’ αὐτῷ καὶ τὴν μητέρα καὶ τὰς ἀδελφὰς αὐτοῦ, καὶ εἰσαγαγὼν εἰς πλοιάριον, διεπέρασεν ἐν | |
τῇ μονῇ τῆς Χρυσουπόλεως, κἀκεῖ αὐτὸν ἐνταφιάσας ἔθαψεν. | 252 | |
253(1t) | Βασίλειος. | |
2 | Βασίλειος ἐβασίλευσεν μετὰ Μιχαὴλ ἔτος ἓν μῆνας δʹ, καὶ μόνος ἔτη ιθʹ. προσέταξε δὲ τῷ ἐπάρχῳ καὶ Μαριανῷ υἱῷ Πετρωνᾶ συνελθεῖν ἐν τῷ φόρῳ καὶ ἀναγορεῦσαι μετὰ | |
5 | παντὸς τοῦ λαοῦ μόνον βασιλέα. Ἀναγκαῖον δὲ ἡγησάμην γράψαι καὶ τὴν παρὰ τοῦ θεοῦ γενομένην ἐκδίκησιν εἰς τοὺς τὸν Μιχαὴλ διαχειρισαμένους, καὶ ἃ πέπονθεν ἕκαστος αὐτῶν διαφόροις καιροῖς. ὁ μὲν Ἰακωβίτζης κυνηγῶν μετὰ τοῦ βασιλέως ἐν τῷ Φιλοπατίῳ, | |
10 | τοῦ ξίφους αὐτῷ ἐκπεσόντος κατελθὼν τοῦ ἵππου ἆραι αὐτό, τοῦ ποδὸς αὐτοῦ μὴ φθάσαντος τῇ γῇ ἐπιβῆναι, ἀλλὰ τοῦ ἑτέρου κρατηθέντος ἐν τῇ σκάλᾳ, θροηθεὶς ὁ ἵππος διέσυρεν αὐτὸν καὶ εἰς φάραγγαν καὶ βοθύνους διελθὼν τοῦτον μελη‐ δὸν κατέκοψεν. Ἰωάννης δὲ ὁ Χάλδος στρατηλάτης γεγονὼς | |
15 | ἐν Χαλδία, καὶ φωραθεὶς κατὰ τοῦ βασιλέως μελετῶν, προσ‐ τάξει τοῦ βασιλέως ἀνεσκολοπίσθη παρὰ Ἀνδρέου στρατη‐ λάτου. ὁ δὲ ἐξάδελφος τοῦ βασιλέως Ἀσυλέων ἐξωσθεὶς πα‐ ρὰ τοῦ βασιλέως ἐν τῷ προαστείῳ αὐτοῦ ᾧ ἐπώνυμον τοῦ Χαρτοφύλαν, ὡς ἀπηνὴς καὶ ὠμὸς πρὸς τοὺς αὐτοῦ δούλους | |
20 | ὤν, μαχαίραις παρ’ αὐτῶν ἐν νυκτὶ ἀνῃρέθη· οὓς ὁ βασι‐ λεὺς κρατήσας καὶ μεληδὸν κατακόψας κατέκαυσεν ἐν τοῖς | |
Ἀμαστριανοῦ. ὁ δὲ Ἀπελάτης ὁ Πέρσης σκωληκόβρωτος γε‐ | 253 | |
254 | νόμενος τοῦ ζῆν ἀπηλλάγη. Κωνσταντῖνος δὲ ὁ Τοξαρᾶς εἰς Κιβυρραιώτας σπαθοκοπηθεὶς τελευτᾷ. καὶ Μαριανὸς ὁ ἀδελ‐ φὸς τοῦ βασιλέως τῶν ποδῶν συντριβείς, ἐκ τοῦ ἵππου πε‐ σών, καὶ τοῦ ποδὸς σαπέντος σκώληξι τελευτᾷ. | |
5 | Ὁ δὲ βασιλεὺς προελθὼν ἐν τῇ ἡμέρᾳ τῶν Χριστοῦ γέν‐ νων ἐν τῇ προελεύσει εἰς τὴν μεγάλην ἐκκλησίαν ἐβάπτισεν Στέφανον υἱὸν αὐτοῦ. ἀγαγὼν δὲ ἵππους λευκοὺς μετὰ ἅρ‐ ματος ἐκάθισεν ἅμα τῇ Αὐγούστῃ, καὶ ὁ πραιπόσιτος σὺν αὐτοῖς Βαάνης βαστάζων ἦν τὸ παιδίον μέχρι τοῦ παλατίου, | |
10 | τοῦ βασιλέως ῥίπτοντος ὑπατείαν ἐν τῇ ὁδῷ. Ἐγένετο δὲ σεισμὸς τοῦ ἁγίου Πολυεύκτου μέγιστος, ὥστε τὴν γῆν σείεσθαι ἐπὶ τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας· ἔπεσε δὲ τότε καὶ ἡ σφαῖρα τοῦ ζώδου τοῦ φόρου καὶ τῆς ὑπεραγίας θεοτόκου τὸ σίγμα, ὥστε πάντας τοὺς | |
15 | ψάλλοντας ἐκεῖσε τελευτῆσαι. Λέων δὲ ὁ φιλόσοφος τυχὼν ἐκεῖσε ἔλεγεν τοῖς ψάλλουσιν καὶ πᾶσιν τοῖς οὖσιν ἐκεῖσε ἐξελθεῖν τῆς ἐκκλησίας· οἱ δὲ μὴ πεισθέντες αὐτῷ συνετε‐ λέσθησαν ἅπαντες. αὐτὸς δὲ ὁ φιλόσοφος εἰς κίονα ὑπὸ συ‐ στημάτιον σταθεὶς μετὰ ἑτέρους δύο διεσώθη, καὶ ἕτεροι | |
20 | πέντε μόνοι ὑποκάτω τοῦ ἄμβωνος. Φώτιος δὲ ὁ πατριάρχης ἐλθόντος τοῦ βασιλέως ἐν τῇ | |
ἐκκλησίᾳ καὶ μέλλοντος αὐτὸν κοινωνεῖν, τοῦτον λῃστὴν καὶ | 254 | |
255 | φονέα ἔλεγεν καὶ ἀνάξιον τῆς θείας κοινωνίας. ὁ δὲ θυμωθεὶς ἀπέστειλεν ἐν Ῥώμῃ, καὶ ἤγαγεν τόμον μετὰ Ῥωμαίων ἐπι‐ σκόπων, καὶ τοῦτον τοῦ θρόνου αὐτοῦ ἐξέωσεν, καὶ προε‐ χειρίσατο Ἰγνάτιον τὸν ἐν ἁγίοις πατριάρχην τὸ δεύτερον | |
5 | αὐτοῦ. Ἐγεννήθη δὲ Ἀλέξανδρος ὁ βασιλεὺς ἐκ τῆς τοῦ Ἴγγερος Εὐδοκίας, οὗτος παῖς γενόμενος καὶ γνήσιος Βασιλείου. ἐστρά‐ τευσεν δὲ ὁ βασιλεὺς κατὰ Ἀγαρηνῶν τῶν εἰς Τιβρικοῖς. καὶ πόλεμον συνάψας ἡττήθη, καὶ πολλάκις συμβαλὼν Ἀγαρη‐ | |
10 | νοῖς πολλοὺς τῶν Ῥωμαίων ἀπεβάλλετο. ἐν δὲ τῇ τοιαύτῃ φυγῇ τοῦ βασιλέως Θεοφύλακτος ὁ Ἀβήστακτος, ὁ πατὴρ Ῥωμανοῦ τοῦ μετὰ ταῦτα βασιλεύσαντος, διέσωσεν τὸν βασι‐ λέα παρὰ μικρὸν ὑπὸ τῶν Ἀγαρηνῶν κρατούμενον· ὃν ἐπι‐ ζητήσας ὁ βασιλεὺς μετὰ ταῦτα καὶ γνωρίσας (πολλοὶ γὰρ | |
15 | ἔλεγον τῷ βασιλεῖ ὅτι ἐγώ εἰμι) ὁ δὲ τὴν τιμὴν ἀφεὶς τόπον βασιλικὸν ᾐτήσατο, οὗ καὶ τέτυχεν. ὑποστρέψας δὲ ὁ βασι‐ λεὺς ἐν τῇ πόλει ἀπέστειλεν Χριστοφόρον γαμβρὸν αὐτοῦ ἐν τῇ Ἀφρικῇ, καὶ νίκην μεγίστην ποιήσας ἐκπορθεῖ ταύτην κα‐ ταστρέψας ἕως ἐδάφους. | |
20 | Ἰγνάτιος δὲ ὁ πατριάρχης οἰκοδομήσας ἐκκλησίαν εἰς τὸ ἐμπόριον Σάτωρος περικαλλῆ, ἐπ’ ὀνόματι Ἀρχιστρατήγου τοῦ ἀνατέλλοντος, καὶ μονὴν πεποίηκεν ἀνδρεῖον, ἔνθα καὶ τὸ | |
σῶμα αὐτοῦ ἀπόκειται. | 255 | |
256 | Θέκλας δὲ τῆς ἀδελφῆς ἀποστειλάσης πρὸς τὸν βασιλέα δι’ ὑπόμνησίν τινα, μέτριον ὄντα αὐτῆς ἄνθρωπον, ἠρώτησεν αὐτὸν ὁ βασιλεὺς ὅτι τίς ἔχει τὴν κυρίαν σου. ὁ δὲ εἶπεν ὅτι ὁ Νεατοκομίτης. παρευθὺ δὲ ὁ βασιλεὺς ἤγαγεν αὐτὸν | |
5 | καὶ τύψας ἀπέκειρεν, καὶ τὸ μοναχικὸν σχῆμα ἐνέδυσεν αὐ‐ τόν. ὡσαύτως δὲ καὶ Προκόπιον τὸν πρωτοβεστιάριον αὐ‐ τοῦ ἀποστείλας ἔτυψε τὴν Θέκλαν, καὶ ἄρας πάντα τὰ χρή‐ ματα αὐτῆς εἰσεκόμισε τῷ βασιλεῖ· τὸν δὲ Νεοτοκόμητα μετὰ ταῦτα ἐποίησεν οἰκονόμον ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ. | |
10 | Ὁ δὲ αὐτὸς βασιλεὺς ἐβάπτισεν τοὺς Ἑβραίους πάντας, ὅσοι τῷ τότε χρόνῳ ὑπὸ τὴν χεῖρα αὐτοῦ ὑπῆρχον, ἀναδεξα‐ μένων αὐτοὺς πάντων τῶν ἐν ἀξίαις, φιλοφρονησάμενος καὶ δῶρα παρασχόντος αὐτούς. τὸν δὲ προειρημένον Νικόλαον τὸν Ἀνδροσαλίτης, τὸν καὶ προσμονάριον τοῦ ἁγίου Διομή‐ | |
15 | δους, ᾧ τινὶ ὁ μάρτυς ἐπεφάνη ὡς προείρηται, ἐτίμησεν αὐ‐ τὸν οἰκονόμον καὶ σύγκελλον, τὸν δὲ ἕτερον αὐτοῦ Ἰωάννην ἀδελφὸν δρουγγάριον τῆς βίγλας, τὸν δὲ ἕτερον ἀδελφὸν αὐ‐ τῶν Παῦλον τοῦ σακελλίου, τὸν δὲ τέταρτον γενικὸν λογο‐ θέτην· τελευτήσαντος δὲ Νικολάου τοῦ συγκέλλου θάπτου‐ | |
20 | σιν αὐτὸν εἰς Ἀρκαδιανοὺς εἰς τὸν ἑαυτοῦ οἶκον, ἔνθα ἔστι τὸ μετόχιον τοῦ ἁγίου Κωνσταντίνου. | |
Ἐμηνύθη δὲ τῷ βασιλεῖ ὡς ἡ Συράκουσα παρὰ τῶν | 256 | |
257 | Ἀγαρηνῶν ἐκπορθεῖται, ἀσχολουμένων δὲ τῶν πλοΐμων ἐν τοῖς κτίσμασιν καὶ ἐκχοΐσμασι τῆς νέας ἐκκλησίας παρεδόθη ἡ αὐτὴ Συράκουσα πρὶν φθάσαι τὸν στόλον, τοῦ βασιλέως πολλὰ ἐν τούτῳ θρηνήσαντος. | |
5 | Νικήτας δὲ τοῦ ἐπὶ τῆς τραπέζης τοῦ Ξυλινίτου κατη‐ γορηθέντος ὡς φιλουμένου παρὰ τῆς Αὐγούστης, τοῦτον ὁ βα‐ σιλεὺς ἀποκείρας μοναχὸν ἐποίησεν· ὃς ἐπὶ Λέοντος βασι‐ λέως γέγονεν οἰκονόμος ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, καὶ τελευτή‐ σας τίθεται ἐν τῇ μονῇ ἣν αὐτὸς κατεσκεύασεν. καὶ ἀπέκει‐ | |
10 | ρεν τὰς αὐτοῦ ἀδελφάς. Πολλὰ δὲ μάρμαρα καὶ ψηφῖδας ἐκ πολλῶν ἐκκλησιῶν ἀνέλαβεν ὁ βασιλεὺς λόγου τῆς νέας ἐκκλησίας, ἐν οἷς στήλη ἵστατο χαλκῆ ἐν τῷ Σενάτου σχῆμα ἐπισκόπου φέρουσα· ἐκράτει δὲ ἡ αὐτὴ στήλη ἐν τῇ χειρὶ ῥάβδον ἔχουσα ὄφιν | |
15 | ἐντετυλιγμένον· ταύτην καταγαγόντες ἔθηκαν ἐν τῷ βεστια‐ ρίῳ. κατελθόντος δὲ τοῦ βασιλέως καὶ ἀπελθόντος ἔνθα ἵστατο στήλη ὀρθή, ἐνέβαλε τὸν δάκτυλον αὐτοῦ ἐπὶ τὸ στό‐ μα τοῦ ὄφεως· ὢν δὲ ἐκεῖ ζῶν ὄφις ἔδακε τοῦ βασιλέως τὸν δάκτυλον, ὃς μόλις δι’ ἀντιφαρμάκων ἰάθη, θαυμασάντων | |
20 | πάντων ἐπὶ τούτῳ. ἀλλὰ καὶ τὴν στήλην Σολομῶντος ἐν τῇ βασιλικῇ οὔσῃ μεγίστῃ κατεάξας προσέταξεν ἐπ’ ὀνόματι αὐ‐ | |
τοῦ ἐκτυπωθῆναι καὶ τεθῆναι κάτωθεν ἐν τοῖς θεμελίοις τῆς | 257 | |
258 | αὐτῆς νέας, ὥστε θυσίαν ἑαυτὸν τῷ τοιούτῳ κτίσματι καὶ θεῷ προσάγων. Ἐπεστράτευσε δὲ πάλιν ὁ βασιλεὺς κατὰ Μελιτινῆς, καὶ αἰχμαλωσίαν πολλὴν ποιησάμενος καὶ πολλοὺς πολέμους ὑπέ‐ | |
5 | στρεψεν. τελευτᾷ δὲ ὁ ἐν ἁγίοις Ἰγνάτιος ὁ πατριάρχης, καὶ ἀντ’ αὐτοῦ πάλιν ἀναβιβάζει Φώτιον πατριάρχην. μετὰ δὲ ταῦτα ἐν ἐξορίᾳ τελευτήσαντος Φωτίου πατριάρχου ἀπετέθη τὸ σῶμα αὐτοῦ ἐν τῇ μονῇ τῇ λεγομένῃ τῆς Ἐρημίας ἐν τῷ Μερδοσαγάρῃ, οὔσης πρότερον καθολικῆς ἐκκλησίας· αὐτὸς | |
10 | δὲ Φώτιος ἐποίησεν αὐτὴν μονὴν γυναικείαν. πάλιν δὲ ἐκ‐ στρατεύει ὁ βασιλεὺς κατὰ Συρίας εἰς Γερμανίκειαν, καὶ ταύ‐ την ἐκπορθήσας καὶ αἰχμαλωτίσας ὑπέστρεψεν. τελευτᾷ δὲ Κωνσταντῖνος υἱὸς Μιχαὴλ βασιλέως ἐξ Εὐδοξίας, ὃν πολλὰ ἐθρήνησε Βασίλειος. Μαίῳ δὲ πρώτῃ ἐνθρονίζεται καὶ ἐγ‐ | |
15 | καινίζεται ἡ ἐκκλησία, ἣν ἔκτισεν ὁ βασιλεὺς καὶ ἐκαλλώπισε κοσμῷ πολλῷ, παρὰ Φωτίου πατριάρχου, τοῦ βασιλέως ἐν τῷ αὐτῆς καινισμῷ λῶρον φορέσαντος καὶ χρήματα πολλὰ δόν‐ τος καὶ νέαν αὐτὴν ἐπονομάσαντος. ἀπεστάλη δὲ παρὰ τοῦ βασιλέως Προκόπιος πρωτοβεστιάριος μετὰ τῶν δυτικῶν θε‐ | |
20 | μάτων, ὄντος Εὐπραξίου τοῦ στρατηλάτου εἰς Σικελίαν τοῦ Μωσιλίκη, εἰς δὲ τὸ Δυρράχιον τοῦ Ῥαβδούχου, καὶ ἐν τῇ | |
Πελοποννήσῳ τοῦ Οἰνιάτου καὶ τοῦ Ἀποστούπη· ὅστις Προ‐ | 258 | |
259 | κόπιος πολλὰς πράξεις κατεργασάμενος καὶ ἀνδραγαθίας, ἐσχάτως πολέμου γεγονότος καὶ προδοθέντων πάντων ὑπὸ τοῦ Ἀποστούπη, ἐσφάγη. Λέων δὲ ὁ Σαλιβαρᾶς συνοψίζει Φωτίῳ πατριάρχῃ Θεό‐ | |
5 | δωρον ἀββᾶν ἀρχιεπίσκοπον Εὐχαΐτων εὐλαβῆ καὶ ποιοῦντα τεράστια καὶ προορατικόν. Φώτιος δὲ τοῦτον Βασιλείῳ βα‐ σιλεῖ μεσιτεύει καὶ συνοψίζει· εἰς ὃν ὁ βασιλεὺς ἀρεσθεὶς (πρὸς γὰρ τὰς ἐπιθυμίας αὐτοῦ διέκειτο) εἶχεν ἐν τιμῇ πολ‐ λῇ, ὃς ἀθυμοῦντα τὸν βασιλέα περὶ τοῦ τελευτήσαντος υἱοῦ | |
10 | αὐτοῦ Κωνσταντίνου διὰ τὸ φίλτρον ὅπερ εἰς αὐτὸν εἶχεν ἐπλάνα, καὶ ἐπηγγέλλετο δεῖξαι ζῶντα. ὃ καὶ ἐποίησεν· ἐν γὰρ λόχμῃ τινὶ διερχομένῳ τῷ βασιλεῖ φάντασμα συνήντη‐ σεν ἔφιππον, χρυσοΰφαντον ἐνδεδυμένον, ἐν εἴδει τοῦ Κων‐ σταντίνου· ὃ καὶ ὀφθαλμοῖς εἶδεν καὶ περιπλακεὶς κατεφί‐ | |
15 | λησεν, καὶ γεγονότος ἀφανοῦς αὐτὸν ἰδεῖν ὑπελάμβανεν, καὶ ὡς οὐ πεπλάνηται· διὸ καὶ μονὴν ἐκεῖσε κτίσας ἐπωνόμασεν αὐτὴν τοῦ ἁγίου Κωνσταντίνου. τούτοις καὶ ἑτέροις πλεί‐ στοις ὡς ἐκ τῶν Ἀπολλωνίου ἀκριβῶς μεμυημένων ὁ λεγό‐ μενος Σανταβαρηνὸς ἐποίησεν τὸν βασιλέα πίστιν πολλὴν κε‐ | |
20 | κτῆσθαι πρὸς αὐτόν. ἠγάγετο δὲ γυναῖκα ὁ βασιλεὺς Λέοντι τῷ βασιλεῖ θυγατέρα Μαρτιναγίου, ἣν καὶ ἔστεψεν ποιήσας | |
τοὺς γάμους ἐν τῇ Μαναύρᾳ καὶ ἐν τοῖς δεκαεννέα ἀκουβί‐ | 259 | |
260 | τοις. κατηγορήθη δὲ Λέων ὁ βασιλεὺς παρὰ Σανταβαρηνοῦ εἰς τὸν πατέρα αὐτοῦ, ὡς ὅτι μαχαίριον ἐπιφέρεται βουλό‐ μενος ἀνελεῖν σε μετ’ αὐτοῦ· ὅπερ αὐτὸ μαχαίριον διὰ δο‐ λίας συμβουλῆς ἐποίησε Λέοντα κατασκευάσαι καὶ φέρειν | |
5 | ἐν τῷ τουβίῳ, εἰπῶν αὐτῷ ὅτι πολλάκις τοῦ πατρός σου ἐπι‐ ζητοῦντος μαχαίριον διὰ χρείαν τινά, ἵνα τί μὴ ἐπίδῳς αὐ‐ τό; καὶ τοῦτο κατασκευάσας Λέων ὁ βασιλεύς, διαβληθεὶς παρὰ τοῦ Σανταβαρηνοῦ καὶ φωραθεὶς ἐν τῷ τουβίῳ τοῦτο βαστάζων, πολλὰ περὶ τούτου ἀπολογούμενος οὐκ ἠκούετο. | |
10 | ἐτύφθη οὖν Νικήτας ὁ πρωτοβεστιάριος αὐτοῦ, ὃς γέγονεν παπίας ἐπὶ Ῥωμανοῦ βασιλέως, καὶ ἄλλοι μετ’ αὐτοῦ πολλὰ δεινὰ πεπονθότες ἐξωρίσθησαν. ὁ δὲ βασιλεὺς Λέοντα κα‐ θείρξας ἐν τῷ τρικλινίῳ τὸν Μαργαρίτην ἐβούλετο ἐκτυφλῶ‐ σαι αὐτόν, εἰ μὴ Φώτιος ὁ πατριάρχης διὰ πολλῶν παρα‐ | |
15 | κλήσεων τοῦτο διεσκέδασεν ἅμα Ζαούτζα Στυλιανῷ μικρῷ ἑταιριάρχῃ. ἐποίησεν δὲ ἀπὸ ὄψεως μῆνας τρεῖς, θρηνῶν καὶ ὀδυρόμενος καὶ δι’ ἐπιστολῶν πολλὰ δυσωπῶν τὸν βασι‐ λέα. μεγάλην δὲ πίστιν τοῦ βασιλέως ἔχοντος εἰς τὸν ἅγιον Ἠλίαν, ἀποσυνοψίζει Λέων ὁ βασιλεὺς ἐν τῇ τοῦ ἁγίου | |
20 | Ἠλίου μνήμῃ. τῆς δὲ προελεύσεως γενομένης ἰδόντες αὐτὸν οἱ λαοὶ ἐπεφώνησαν τὸ “δόξα σοι ὁ θεός.” ὁ δὲ βασιλεὺς | |
ἀντιστραφεὶς ἀπελογίσατο αὐτοῖς “δοξάζετε περὶ τοῦ υἱοῦ | 260 | |
261 | μου τὸν θεόν; πολλὰς θλίψεις ὑπ’ αὐτοῦ ἔχετε ὑπομεῖναι καὶ ἐπωδύνους ἡμέρας.” κατηγορήθη δὲ Ἀνδρέας δομέστικος τῶν σχολῶν παρὰ Σανταβαρηνοῦ πρὸς τὸν βασιλέα ὡς τὰ Λέ‐ οντος φρονῶν, καὶ διεδέχθη παρὰ τοῦ βασιλέως. ἀντ’ αὐτοῦ | |
5 | δὲ προεβλήθη δομέστικος ὁ Στουπιώτης, καὶ ἀπελθὼν μετὰ λαοῦ ἐν Τάρσῳ ἡττήθη. καὶ πάλιν προχειρίζεται παρὰ τοῦ βασιλέως Ἀνδρέας δομέστικος. Ἐγένετο δὲ συσκευὴ κατὰ τοῦ βασιλέως παρὰ τοῦ Ἰωάννου τοῦ Κουρκούα δομεστίκου ὄντος τῶν Ἱκανάτων, χρηματισθέν‐ | |
10 | τος παρὰ τοῦ ὄντος ἐν Βλαχέρναις ἐγκλείστου· εὑρέθησαν δὲ πολλοὶ μετ’ αὐτοῦ τῶν συγκλητικῶν καὶ λοιπῶν ἀρχόντων, μέχρι τῶν ἑξήκοντα ἕξ. ἦν γὰρ Μιχαὴλ ὁ ἑταιριάρχης καὶ ὁ Κατουδάρης καὶ ὁ Μυξάρης καὶ ὁ Βαβούτζικος καὶ οἱ λοι‐ ποί. τῆς γὰρ τοιαύτης ἐπιβουλῆς μηνυθείσης τῷ βασιλεῖ πα‐ | |
15 | ρὰ τοῦ πρωτοβεστιαρίου τοῦ Κουρκούα *** κατελθόντων δὲ πάντων ἐξελθὼν βασιλεὺς ἐν τῷ ἱπποδρόμῳ, καὶ καθεσθεὶς ἐκεῖσε καὶ ἀνακρίνας τὰ κατ’ αὐτούς, πάντας τύψας καὶ κου‐ ρεύσας, τὰς ἔτι περιλειφθείσας τρίχας κατέκαυσεν. μετὰ δὲ ταῦτα ἐξῆλθεν ἐν τῇ προελεύσει τοῦ εὐαγγελισμοῦ, ὅτε καὶ | |
20 | τὴν ἐπιβουλὴν ἔμελλον ποιῆσαι. περιεπάτουν δὲ ὄπισθεν αὐ‐ τοῦ γυμνοὶ μέχρι τοῦ φόρου, δεδεμένοι, καθὼς διωρίσατο· | |
εἶθ’ οὕτως πάντας δημεύσας ἐξώρισεν. | 261 | |
262 | Τοῦ δὲ βασιλέως ἐξελθόντος πρὸς τὸ κυνηγῆσαι ἐλάφου ποθὲν ἀναφανέντος παμμεγέθους, ὡς αὐτὸν ὁ βασιλεὺς κα‐ τεδίωκεν, ἐπιστραφεὶς ἦρεν τὸν βασιλέα ἐκ τῆς ζώνης ἀπὸ τοῦ ἵππου μετὰ τοῦ κέρατος αὐτοῦ. φθάσας δέ τις καὶ τὴν σπά‐ | |
5 | θην γυμνώσας, τὴν ζώνην ἐκκόψας, τὸν βασιλέα ἐρρύσατο. μετὰ δὲ τὸ ἀποστραφῆναι ἐκέλευσεν τὴν ζώνην ἀποτεμόντος ἀποτμηθῆναι τὴν κεφαλὴν ὡς γυμνώσαντος τὸ ξίφος κατ’ αὐ‐ τοῦ, πολλὰ ἀπολογουμένου ὡς ὑπὲρ σοῦ τοῦτο πεποίηκα. ἀλλ’ οὐδὲν ὠφέλησεν. ἐκ δὲ τοῦ σπαραγμοῦ τοῦ ἐλάφου νοσηλευ‐ | |
10 | θεὶς Βασίλειος τελευτᾷ, καταλιπὼν Λέοντα αὐτοκράτορα καὶ Ἀλέξανδρον. | |
13t | Λέων. | |
14 | Λέων υἱὸς Βασιλείου ἐβασίλευσεν ἔτη εἴκοσι πέντε μῆ‐ | |
15 | νας ὀκτώ. Στέφανος δὲ ὁ αὐτοῦ ἀδελφὸς κληρικὸς ὢν καὶ σύγκελλος ἦν μετὰ Φωτίου πατριάρχου, ἀνατρεφόμενος παρ’ αὐτοῦ καὶ παιδευόμενος. ὁ δὲ αὐτὸς Λέων μετὰ τὸ αὐτο‐ κρατορῆσαι ἀπέστειλεν Ἀνδρέαν στρατηλάτην μετὰ κηρῶν πολλῶν καὶ κληρικῶν καὶ συγκλητικῶν ἐν Χρυσοπόλει, καὶ | |
20 | ἐξήγαγεν Μιχαὴλ ἐκ τοῦ τάφου, καὶ ἔβαλεν ἐν γλωσσοκόμῳ κυπαρισσίνῳ, καὶ ἐπὶ κραββάτου θέντες, σκεπάσαντες βασιλι‐ | |
κῶς καὶ τιμήσαντες μεθ’ ὕμνων καὶ τιμῆς πολλῆς, ἑπομένων | 262 | |
263 | ἐκεῖσε καὶ τῶν ἀδελφῶν αὐτοῦ, ἤγαγον εἰς τοὺς ἁγίους ἀπο‐ στόλους καὶ ἀπέθεντο ἐν λάρνακι. μετὰ ταῦτα δὲ ὁ βασι‐ λεὺς ἀπέστειλεν Ἀνδρέαν δομέστικον τῶν σχολῶν ἅμα Ἰω‐ άννῃ Ἁγιοπολίτῃ σοφωτάτῳ καὶ γεγονότι λογοθέτῃ τοῦ δρό‐ | |
5 | μου· καὶ ἐν τῷ ἄμβωνι τῆς ἐκκλησίας ἀνελθόντες καὶ τὰς τοῦ πατριάρχου Φωτίου αἰτίας ἐπαναγνόντες τοῦτον τοῦ θρό‐ νου κατήγαγον, καὶ ἀνήγαγον αὐτὸν ἐν τῇ μονῇ τῶν Ἀρμενια‐ νῶν τῇ λεγομένῃ τοῦ Βόρδου. προεβάλετο δὲ ὁ βασιλεὺς τὸν Στυλιανὸν Τζαούτζαν μάγιστρον καὶ λογοθέτην τοῦ δρόμου· | |
10 | ἀνήγαγεν δὲ Στέφανον αὐτοῦ ἀδελφὸν ἐν τῷ πατριαρχείῳ, καὶ πρὸ τῶν Χριστοῦ γέννων χειροτονεῖται πατριάρχης ὑπὸ Θεοφάνους τοῦ πρωτοθρόνου καὶ λοιπῶν ἀρχιερέων, ποιήσας ἐν τῷ πατριαρχείῳ ἔτη ἓξ καὶ μῆνας πέντε, καὶ τελευτήσας θάπτεται ἐν τῇ μονῇ τῶν Σικέλλων. | |
15 | Ἐπὶ Λέοντος προεδόθη τὸ κάστρον ἡ λεγομένη Ὑψηλή, καὶ ἐκρατήθη ὑπὸ τῶν Ἀγαρηνῶν, αἰχμαλωτισθέντων πάντων τῶν ἐκεῖσε. γέγονε δὲ καὶ ἐμπρησμὸς μέγας πλησίον τῶν Σο‐ φιῶν, ἐμπρησθείσης καὶ τῆς ἐκκλησίας τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, ἣν αὐτὸς Λέων λαμπρῶς ἀνεκαίνισεν. ἀπέστειλεν δὲ | |
20 | ὁ βασιλεὺς εἰς Εὐχάϊταν, καὶ ἤγαγεν Θεόδωρον τὸν Σαντα‐ βαρηνὸν ἐν τῇ πόλει. Ἀνδρέας δὲ ὁ δομέστικος καὶ Στέφα‐ | |
νος ὁ μάγιστρος ὁ τῆς Καλομαρίας, οἱ πολλὰ λοιδορηθέντες | 263 | |
264 | παρὰ Σανταβαρηνοῦ, ὑπέθηκαν τῷ βασιλεῖ συσκευὴν ποιησά‐ μενοι ὡς ὅτι Φώτιος ὁ πατριάρχης καὶ Θεόδωρος ὁ Σαντα‐ βαρηνὸς βουλὴν εἶχον ποιῆσαι βασιλέα ἐκ τῶν ἰδίων Φωτίου τοῦ πατριάρχου. προσέταξεν δὲ ὁ βασιλεὺς ἀγαγεῖν Φώτιον | |
5 | τὸν πατριάρχην καὶ Θεόδωρον τὸν Σανταβαρηνὸν ἐν τοῖς πα‐ λατίοις τῶν Πηγῶν, καὶ ἰδίως αὐτὸν φρουρεῖσθαι διωρίσατο. ἀπεστάλησαν δὲ παρὰ τοῦ βασιλέως Στέφανος μάγιστρος καὶ Ἀνδρέας δομέστικος ὁ Κρατερὸς καὶ ὁ Γοῦβερ πατρίκιοι καὶ Ἰωάννης ὁ Ἁγιοπολίτης ἐπὶ τὸ ἐξετάσαι τὰ κατ’ αὐτόν. καὶ | |
10 | ἀγαγόντες τὸν πατριάρχην, καὶ καθίσαντες ἐπὶ θρόνου ἐν τι‐ μῇ, καὶ αὐτοὶ καθεσθέντες, ἔφη πρὸς τὸν πατριάρχην Ἀν‐ δρέας ὁ δομέστικος “γνωρίζεις, ὦ δέσποτα, τὸν ἀββᾶν Θεό‐ δωρον;” ὁ δὲ “ἀββᾶν Θεόδωρον οὐ γνωρίζω.” καὶ ὁ Ἀνδρέας “τὸν ἀββᾶν Θεόδωρον τὸν Σανταβαρηνὸν οὐ γνωρίζεις;” καὶ | |
15 | ὁ πατριάρχης “γινώσκω τὸν ἀββᾶν Θεόδωρον ἀρχιεπίσκοπον ὄντα Εὐχαΐτων.” ἤγαγον δὲ καὶ τὸν Σανταβαρηνόν· καὶ λέγει πρὸς αὐτὸν Ἀνδρέας ὁ δομέστικος “ὁ βασιλεύς σοι δη‐ λοῖ· ποῦ εἰσὶ τὰ χρήματα καὶ τὰ πράγματα τῆς ἐμῆς βασι‐ λείας;” ὁ δὲ ἔφη “ποῦ δέδωκεν αὐτὰ ὁ βασιλεὺς ὁ κατὰ τὴν | |
20 | ἡμέραν, εἰσίν. νῦν δὲ ἐπεὶ κελεύει ἀναζητεῖν ταῦτα, ἐξουσίαν ἔχει ἀναλαβέσθαι αὐτά.” καὶ ὁ Ἀνδρέας ἔφη πρὸς αὐτὸν “εἰπέ· τίνα ἐβούλου ποιῆσαι βασιλέα, ὑποθέμενος τῷ ἐμῷ | |
πατρὶ διὰ συσκευῆς σου τυφλῶσαί με, πατριάρχου ἴδιον ἢ | 264 | |
265 | σόν;” ὁ δὲ ἀποκριθεὶς εἶπεν “οὐ γινώσκω τὸ σύνολον περὶ τούτου.” λέγει οὖν ὁ μάγιστρος Στέφανος “καὶ πῶς ἐμήνυ‐ σας τῷ βασιλεῖ ἐλέγξειν περὶ τούτου τὸν πατριάρχην;” ὁ δὲ Σανταβαρηνὸς παρευθὺ πεσὼν εἰς πόδας τοῦ πατριάρχου εἶ‐ | |
5 | πεν “ὁρκίζω σε κατὰ θεοῦ, δέσποτά μου, ἵνα πρῶτον ποιή‐ σῃς τὴν ἐμὴν καθαίρεσιν· καὶ τότε γυμνὸν ὄντα με τῆς ἱε‐ ρωσύνης κολαζέτωσαν ὡς κακοῦργον· οὐ γὰρ τοιαῦτα ἐδή‐ λωσα τῷ βασιλεῖ.” ὁ δὲ πατριάρχης ἐνώπιον πάντων ἔφη “μὰ τὴν σωτηρίαν τῆς ἐμῆς ψυχῆς, κῦρι Θεόδωρε· ἀρχιε‐ | |
10 | πίσκοπος εἶ καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι.” θυ‐ μωθεὶς οὖν Ἀνδρέας ἐπὶ τούτοις ἔφη “οὐκ ἐμήνυσας, ἀββᾶ, τῷ βασιλεῖ δι’ ἐμοῦ ὅτι ἵνα ἐλέγξω τὸν πατριάρχην ἐν τού‐ τῳ;” ὁ δὲ ἀπηρνήσατο μηδὲν εἰδέναι. ὑποστραφέντες οὖν ἀνήγγειλαν τῷ βασιλεῖ τὰ λαληθέντα παρ’ αὐτῶν. ὁ δὲ βασι‐ | |
15 | λεὺς θυμῷ τε καὶ ὀργῇ ἀκατασχέτῳ ληφθείς, ὡς μὴ εὑρὼν αἰτίαν κατὰ τοῦ πατριάρχου, ἀποστείλας ἔτυψε τὸν Σαντα‐ βαρηνὸν σφοδρῶς, καὶ τοῦτον ἐξώρισεν ἐν Ἀθήναις, ὅπισθεν δὲ αὐτοῦ ἀποστείλας ἐτύφλωσεν αὐτὸν καὶ ἐξώρισεν εἰς ἀνα‐ τολήν. μετὰ πολλὰ δὲ ἔτη παρακληθεὶς ὁ βασιλεὺς τοῦτον | |
20 | εἰσήγαγεν ἐν τῇ πόλει, καὶ προσέταξεν αὐτὸν λαμβάνειν ἀν‐ νόνας ἐκ τῆς νέας ἐκκλησίας. ἐτελεύτησεν δὲ αὐτὸς ὁ Σαν‐ ταβαρηνὸς ἐπὶ Κωνσταντίνου καὶ Ζωῆς τῆς αὐτοῦ μητρός. | |
Ἐπὶ τῆς βασιλείας οὖν Λέοντος Ἀγίων ὁ Λογγόβαρδος | 265 | |
266 | καὶ δούξ, γαμβρὸς δὲ γεγονὼς τοῦ ῥηγὸς Φραγγίας, ἀντῆρεν τῷ βασιλεῖ, πᾶσαν τὴν χώραν πρὸς ἑαυτὸν δουλωσάμενος. τοῦτο γνοὺς ὁ βασιλεὺς ἀπέστειλεν τὸν Κωνσταντῖνον τὸν τῆς τραπέζης σὺν πᾶσι τοῖς θέμασι τῆς δύσεως πρὸς τὸ καταπο‐ | |
5 | λεμῆσαι τὸν Ἀγίωνα. καὶ συμβολῆς γενομένης ἡττήθησαν οἱ μετὰ Κωνσταντίνου καὶ κατεσφάγησαν, μόλις αὐτοῦ διασω‐ θέντος. γέγονε δὲ ἔκλειψις ἡλιακή, ὥστε νύκτα γενέσθαι ὥρας ἓξ καὶ τοὺς ἀστέρας φαίνεσθαι. ἀλλὰ καὶ βρονταὶ καὶ συν‐ οχὴ ἀνέμων καὶ ἀστραπαὶ γεγόνασιν, ὥστε καῆναι ἐν τοῖς | |
10 | ἀναβαθμοῖς τοῦ φόρου ἀνθρώπους ἑπτά. καὶ ἐπολιορκήθη ὑπὸ τῶν Ἀγαρηνῶν ἡ Σάμος τὸ κάστρον, αἰχμαλωτισθέντος καὶ τοῦ στρατηγοῦ τοῦ Πασπαλᾶ. προεχειρίσατο δὲ Λέων ὁ βασιλεὺς Ζαούτζαν βασιλεοπάτορα, συμφιλιωθεὶς ἤδη Ζωῇ τῇ αὐτοῦ θυγατρί, φαρμάκῳ τινὶ τελευτήσαντος τοῦ ἀνδρὸς | |
15 | αὐτῆς Θεοδώρου τοῦ Γουζουνιάτου. Στεφάνου δὲ πατριάρ‐ χου τῶν τῇδε μεταστάντος χειροτονεῖται ἀντ’ αὐτοῦ Ἀντώ‐ νιος ὁ λεγόμενος Καυλέας. Ἦλθε δὲ ἀγγελία παρὰ τοῦ στρατηγοῦ Μακεδονίας ὡς ὁ ἄρχων Βουλγαρίας Συμεὼν βούλεται ἐκστρατεῦσαι κατὰ | |
20 | Ῥωμανίας. ἡ δὲ αἰτία δι’ ἣν ὠργίζετο Συμεὼν ἦν αὕτη. Ζαούτζας ὁ βασιλεοπάτωρ εἶχεν εὐνοῦχον δοῦλον ὀνόματι Μουσικόν. οὗτος ἐφιλιώθη Σταυρακίῳ καὶ Κοσμᾷ, Ἑλλαδι‐ | |
κοῖς φιλοχρύσοις καὶ πραγματεῖς, οἵτινες πρὸς αἰσχροκέρδειαν | 266 | |
267 | ἀφορῶντες μεσιτείᾳ καὶ δυνάμει τοῦ Μουσικοῦ διέστησαν τὴν ἐν τῇ πόλει πραγματείαν τῶν Βουλγάρων ἐν Θεσσαλονί‐ κῃ, κακῶς τοὺς Βουλγάρους διοικοῦντες ἐν τῷ κουμερκεύειν. οἱ δὲ Βούλγαροι τῷ Συμεὼν ταῦτα ἀνήγγειλαν· ὁ δὲ δῆλα | |
5 | πεποίηκεν τῷ βασιλεῖ Λέοντι. ὁ δὲ βασιλεὺς ὑπὸ τοῦ βα‐ σιλεοπάτορος κωλυόμενος, προσπαθοῦντος Μουσικῷ, πάντα ὡς λῆρον ἤκουσεν. μανεὶς οὖν ὁ Βούλγαρος ἐκστρατεύει κατὰ τῶν Ῥωμαίων. καὶ μαθὼν ταῦτα ὁ βασιλεὺς ἀποστέλλει τὸν Κρινίτην στρατηλάτην κατὰ τῶν Βουλγάρων μετὰ ὅπλων καὶ | |
10 | ἀρχόντων πολλῶν τῆς πόλεως. καὶ συμβολῆς γενομένης ἐν Ῥωμανίᾳ τρέπονται οἱ Ῥωμαῖοι σφαγέντος τοῦ Κρινίτου καὶ τοῦ Ἀρμήνη τοῦ Κορτίκη καὶ τῶν λοιπῶν πάντων. ἐκ δὲ τῶν Χαζάρων οἳ ἦσαν εἰς τὴν ἑταιρίαν Λέοντος, κρατηθέν‐ τες καὶ τὰς ῥῖνας αὐτῶν κοπέντες εἰς αἰσχύνην Ῥωμαίων ἐν | |
15 | τῇ πόλει παρὰ Συμεὼν ἀπεστάλησαν· οὓς ἰδὼν ὁ βασιλεὺς καὶ θυμωθεὶς ἀπέστειλεν Νικητᾶν τὸν λεγόμενον Σκληρὸν μετὰ δρομώνων ἐν τῷ ποταμῷ τοῦ Δανουβίου δοῦναι δῶρα τοῖς Τούρκοις καὶ πρὸς πόλεμον κινῆσαι μετὰ Συμεών. ὁ δὲ ἀπελθὼν καὶ συντυχὼν καὶ ταῖς κεφαλαῖς Ἀρπάδῃ καὶ | |
20 | Κουσάνῃ, καὶ συνθεμένων πολεμῆσαι, ὁμήρους λαβὼν ἦλθε πρὸς τὸν βασιλέα. ὁ δὲ βασιλεὺς πάλιν διὰ τῆς θαλάσσης ἀπέστειλεν Εὐστάθιον πατρίκιον καὶ δρουγγάριον τῶν πλοΐ‐ | |
μων, Νικηφόρον δὲ πατρίκιον τὸν Φωκᾶν καὶ δομέστικον | 267 | |
268 | μετὰ τῶν θεμάτων ἀπέστειλεν διὰ γῆς, καὶ ἦλθεν μέχρι Βουλ‐ γαρίας. ὁ δὲ βασιλεὺς τὴν εἰρήνην ἀσπαζόμενος μετὰ τοῦτο ἀπέστειλε καὶ Κωνσταντινάκην κοιαίστωρα πρὸς Συμεῶνα τὰ περὶ εἰρήνης συμβουλεύοντα. Συμεὼν δὲ τὴν κατ’ αὐτοῦ κί‐ | |
5 | νησιν διά τε γῆς καὶ θαλάσσης ἰδὼν ἐν φρουρᾷ κατακλείει τὸν κοιαίστωρα ὡς ἐπὶ δόλῳ ἐλθόντα. περάσαντες δὲ οἱ Τοῦρ‐ κοι τοῦ Συμεὼν ἐπὶ τὸ στράτευμα Φωκᾶ ἀσχολουμένου, ᾐχμαλώτευσαν πᾶσαν τὴν Βουλγαρίαν. ταῦτα μαθὼν Συμεὼν κινεῖται κατὰ τῶν Τούρκων. οἱ δὲ ἀντιπεράσαντες συμβάλ‐ | |
10 | λουσι πόλεμον κατὰ Βουλγάρων, καὶ τρέπεται Συμεών, μόλις διασωθεὶς ἐν τῇ Δίστρᾳ. οἱ δὲ Τοῦρκοι ᾐτήσαντο βασιλέα ἀποστεῖλαι καὶ ἀγοράσαι τὴν αἰχμαλωσίαν τῶν Βουλγάρων· ὃ δὴ καὶ πεποίηκεν ὁ βασιλεύς, τοὺς πολίτας ἀποστείλας τοῦ ἀγοράσαι αὐτούς. ὁ δὲ Συμεὼν δι’ Εὐσταθίου δρουγγαρίου | |
15 | ἐδεήθη τὰ περὶ τῆς εἰρήνης, πρὸς ἣν ὑπεῖξεν ὁ βασιλεὺς καὶ ἀπέστειλεν τὸν Λέοντα τὸν Χοιρόσφακτον πρὸς τὸ γενέσθαι εἰρήνην. ἐδέξατο Νικηφόρος ὑποστρέψαι μετὰ τοῦ λαοῦ, καὶ ὁ δρουγγάριος Εὐστάθιος ὁμοίως. Δέοντα δὲ οὐδὲ λόγου ἠξίωσεν Συμεών, ἀλλ’ ἠσφαλίσατο ἐν εἱρκτῇ. ἐκστρατεύσας | |
20 | δὲ κατὰ τῶν Τούρκων, ἐκείνων ὀχύρωμα βοηθείας μὴ ἐχόν‐ των παρὰ Ῥωμαίων ἀλλ’ ἀπρονοήτων ἐαθέντων, πάντας κα‐ τέσφαξεν, αὐξήσας τὴν μεγαλοψυχίαν αὐτοῦ. καὶ ὑποστρέ‐ | |
ψας εὗρεν Λέοντα ἐν τῇ Μουλδάγρᾳ, καὶ εἶπεν πρὸς αὐτὸν | 268 | |
269 | “οὐ ποιῶ εἰρήνην, ἐὰν μὴ πᾶσαν τὴν αἰχμαλωσίαν λάβω.” διωρίσατο οὖν ὁ βασιλεὺς ταύτην ἀποδοῦναι, καὶ ἦλθεν μετὰ Λέοντος Θεόδωρος Βούλγαρος οἰκεῖος τοῦ Συμεών, καὶ πα‐ ρέλαβεν αὐτούς. Νικηφόρου δὲ τοῦ Φωκᾶ τελευτήσαντος | |
5 | ἀφορμὰς ἐζήτει Συμεὼν τοῦ εἰρήνην διαλῦσαι· ἐπιζητῶν γὰρ καὶ ἄλλους αἰχμαλώτους ἔρχεται κατὰ Ῥωμαίων. Λέων δὲ ὁ βασιλεὺς δομέστικον τῶν σχολῶν προβάλλεται Λέοντα τὸν Κατακαλών, ἐν τῇ Ῥάβδῳ τὴν οἴκησιν ἔχοντα, καὶ μετ’ αὐτοῦ ἀποστέλλει Θεοδόσιον πατρίκιον καὶ πρωτοβεστιάριον. | |
10 | καὶ περῶσιν ὅλα τὰ θέματα καὶ τὰ τάγματα. καὶ γενομένης συμβολῆς μετὰ Συμεὼν εἰς τὸ Βουλγαρόφυγον ἐγένετο τροπὴ δημοσία, καὶ πάντες ἀπώλοντο, καὶ ὁ πρωτοβεστιάριος Θεο‐ δόσιος, δι’ ὃν ὁ βασιλεὺς οὐ μετρίως ἠνιάθη. Ἐπὶ τούτου ἔσφαξαν καὶ ἐν Χερσῶνι οἱ τοῦ κάστρου τὸν | |
15 | στρατηγὸν αὐτῶν Συμεῶνα τὸν υἱὸν Ἰωνᾶ. παρελήφθη καὶ τὸ κάστρον τὸ Κόρον ἐν Καππαδοκίᾳ ὑπὸ τῶν Ἀγαρηνῶν. Ὁ δὲ πρόκενσον ἐποίησεν εἰς τὰ Δαμιανοῦ, συνόντος καὶ Ζαούτζα τοῦ παραδυναστεύοντος καὶ τῆς θυγατρὸς αὐτοῦ Ζωῆς ἅμα τῷ βασιλεῖ. Θεοφανὼ δὲ ἡ γαμετὴ αὐτοῦ οὐ πα‐ | |
20 | ρῆν ἐκεῖσε, ἀλλ’ ἐν Βλαχέρναις ἐν τῇ ἁγίᾳ σορῷ προσεκαρτέ‐ ρει εὐχομένη. δόξαντος τοῦ βασιλέως μεῖναι ἐκεῖσε συμ‐ | |
βούλιον ποιήσαντες οἱ τοῦ Ζαούτζα συγγενεῖς, ὅ τε υἱὸς αὐ‐ | 269 | |
270 | τοῦ ὁ Τζάντζης καὶ οἱ λοιποί, ἐβούλοντο τῇ νυκτὶ φονεῦσαι τὸν βασιλέα. ἡ δὲ Ζωὴ μετὰ τοῦ βασιλέως καθεύδουσα καὶ τὴν ταραχὴν ἀκούσασα, διὰ τῆς θυρίδος προβλεψαμένη αὐ‐ τοὺς κατεσίγησεν. ὡς δὲ τὸ δεινὸν ἔγνω τῆς ἐπιβουλῆς ἣν | |
5 | ἐμελέτησαν, ἐξύπνισεν τὸν βασιλέα, ὃς παρευθὺ εἰσελθὼν εἰς πλοῖον διεπέρασεν εἰς Πηγάς, ἐάσας Ζαούτζαν καὶ πάντας ἐκεῖσε. καὶ πρωῒ τάχιον εἰσῆλθεν εἰς τὸ παλάτιον, ἐξεώσας Ἰωάννην δρουγγάριον τῆς βίγλας, καὶ προβαλόμενος Πάρδον υἱὸν Νικολάου ἑταιριάρχου ἀντ’ αὐτοῦ· ὁ γὰρ Νικόλαος οὗ‐ | |
10 | τος συμφιλιωθεὶς τῷ βασιλεῖ κατάδηλα ἐποίει αὐτῷ πάντα τὰ τοῦ Ζαούτζα. καὶ ἔκτοτε οὐκ εἰσήρχετο ὁ βασιλεὺς εἰς τὸ κελλίον τοῦ Ζαούτζα, ἕως ἂν Λέων μάγιστρος ὁ Θεοδοτά‐ κης διήλλαξεν αὐτούς. Τελευτᾷ δὲ Θεοφανὼ Αὐγοῦστα βασιλεύσασα ἔτη δώδε‐ | |
15 | κα, ἣν οὐ μετὰ πολλὰς ἡμέρας ἀνέδειξεν ὁ θεὸς θαυματουρ‐ γὸν διὰ τὸ ἀζηλότυπον αὐτῆς καὶ ἀμνησίκακον καὶ διὰ τὸ ἐν ἐλεημοσύναις καὶ προσευχαῖς ἀδιαλείπτως προσκαρτερεῖν τῷ θεῷ καὶ ταῖς ἁγίαις ἐκκλησίαις. στέφει δὲ Λέων ὁ βασι‐ λεὺς Ζωὴν τὴν θυγατέρα Ζαούτζα, καὶ εὐλογεῖται μετ’ αὐτῆς | |
20 | παρὰ κληρικοῦ τοῦ παλατίου, ᾧ ἐπίκλην Σινάπης. καὶ ὁ μὲν εὐλογήσας καθῃρέθη, ἡ δὲ ἐβασίλευσεν ἔτος ἓν μῆνας ὀκτώ. τελευτησάσης δὲ τῆς αὐτῆς Ζωῆς λάρνακα ἐφεῦρεν εἰς τὸ | |
ἀποτεθῆναι τὸ σῶμα αὐτῆς, ἔχουσα ἔνδοθεν γράμματα κεκο‐ | 270 | |
271 | λαμμένα γραφέντα οὕτως “θυγάτηρ Βαβυλῶνος ἡ ταλαί‐ πωρος.” Διεβλήθησαν δὲ τοῦ βασιλέως Λέων τε ὁ Μουσικὸς καὶ ὁ Σταυράκιος ὡς ὅτι παρὰ τῶν στρατηγῶν καὶ ὀφφικιαλίων | |
5 | λαμβάνοντες δῶρα καὶ μεσιτεύοντες πρὸς τὸν βασιλεοπάτορα. καί ποτε εἰσελθόντος τοῦ Σταυρακίου μετὰ γράμματος πρὸς τὸν Ζαούτζαν, ὡς εἶδεν αὐτὸν ὁ βασιλεὺς ἑστὼς ἐν τῷ ἡλια‐ κῷ, εἰσῆλθεν ὄπισθεν αὐτοῦ, καὶ κρατήσας αὐτὸν ἐκ τοῦ τέ‐ νοντος ἐξήγαγεν ἔξω, ὡς δῆθεν ἐρωτήσων περὶ τῶν στρατη‐ | |
10 | γῶν. καὶ εἰς τὸ Μονόθυρον ἀγαγὼν καὶ τὰ γράμματα ἄρας καὶ ἀποσφενδονήσας παρέδωκεν τοῖς παρατυχοῦσι ἐξαγαγεῖν τοῦ παλατίου, διορισάμενος ἀποκεῖραι αὐτόν. μαθὼν δὲ τοῦτο ὁ Μουσικὸς ἐν ἀπογνώσει γέγονεν. εἰσελθὼν δὲ ὁ βασιλεὺς ἔνθα ἵστατο ὁ Μουσικὸς παρεστὼς τῷ Ζαούτζᾳ, τοῦτον ἐπὶ | |
15 | τράχηλον ὠθήσας ἐξάγαγεν, παραδοὺς Χριστοφόρῳ κοιτωνίτῃ ἐν τοῖς Στουδίου ἀπαγαγεῖν καὶ μοναχὸν ποιῆσαι. μετ’ ὀλί‐ γον δὲ τελευτᾷ Ζαούτζας ἐν τῷ παλατίῳ· καὶ τοῦτον διὰ Βουκολέοντος καταγαγόντες ἀπήγαγον ἐν τῇ μονῇ τοῦ Καυ‐ λέα, ἐκεῖσε αὐτὸν θάψαντες. | |
20 | Μετὰ δὲ τὴν τελευτὴν Ζαούτζα Βασίλειος Ἐπείκτης ὁ υἱὸς Νικολάου ἑταιριάρχου συνεφιλιώθη Σαμωνᾷ κουβικου‐ | |
λαρίῳ τῷ ἐξ Ἀγαρηνῶν, ὀρεγόμενος τῷ τῆς βασιλείας ἀξιώ‐ | 271 | |
272 | ματι. ἐθάρρησε δὲ τῷ Σαμωνᾷ ὅτι τῆς θείας ἡμῶν Ζωῆς τελευτησάσης ὁ βασιλεὺς ἔχει ἑτέραν γυναῖκα, καὶ ἡμᾶς πάντας θέλει ἀφανίσαι. ἀλλὰ δός μοι λόγον, καὶ ἵνα σοι θαρρήσω πάντα τὰ βουλευόμενα. καὶ δόντος αὐτοῦ λό‐ | |
5 | γον τῷ Βασιλείῳ, ἐθάρρησεν αὐτῷ πάντα. ὁ δὲ Σαμωνᾶς εἰσ‐ ελθὼν εἰς τὸν βασιλέα εἶπεν αὐτῷ ὅτι δέσποτά μου, θέλω σοι εἰπεῖν τι ἰδίως, ὅπερ εἰ μὲν εἴπω, ἀποθνήσκω, εἰ δὲ μὴ εἴπω, ἀποθνήσκεις σύ. καὶ διεξεῖπεν πρὸς τὸν βασιλέα πᾶ‐ σαν τὴν τοῦ Βασιλείου ἐπιβουλήν. ἀπιστήσαντος δὲ τοῦ βα‐ | |
10 | σιλέως τοῖς λαληθεῖσιν παρ’ αὐτοῦ, καὶ εἰρηκότος “μή τίς σοι ὑπέβαλεν ταῦτα εἰπεῖν μοι, καὶ ἐκ δωροδοκίας τοῦτο ἐποίη‐ σας;” ὁ δὲ εἶπεν “ἀπόστειλον πιστούς, οὓς κελεύεις, ἐν τῷ κελλίῳ, δέσποτά μου, καὶ ἵνα εἰσὶν ἐγκεκρυμμένοι, καὶ εἴ τι ἂν ἀκούσωσι παρὰ τοῦ Βασιλείου καὶ παρ’ ἐμοῦ, γράφωσι | |
15 | ταῦτα.” παρευθὺ δὲ ὁ βασιλεὺς ἀποστέλλει Χριστοφόρον πρωτοβεστιάριον ἅμα Καλοκύρῳ κοιτωνίτῃ· καὶ εἰσελθόντες ἐκρύβησαν ἐν τῷ κελλίῳ αὐτοῦ. Βασίλειος οὖν δελεασθεὶς καὶ λαβὼν λόγον ἔνορκον παρὰ Σαμωνᾶ εἰς τὸ προσευχάδιον αὐτοῦ ἐξεῖπεν αὐτῷ πάντα τὰ τῆς βουλῆς καὶ τοὺς συμβου‐ | |
20 | λευομένους. ἀριστώντων δὲ αὐτῶν κατελθόντες Χριστοφόρος καὶ Καλοκῦρις ἀνέγνωσαν πάντα τῷ βασιλεῖ. καὶ παρευθὺ μὲν προσκαλεσάμενος Βασίλειον δέδωκεν μιλιαρίσια χιλιάδας | |
εἴκοσι ὡς δῆθεν ψυχικὰ τῆς αὐτοῦ θείας ζωῆς ὁρισθέντα, | 272 | |
273 | καὶ ἀπέστειλεν ἐν Μακεδονίᾳ· καὶ τὸν μὲν Βασίλειον οὕτω τῆς πόλεως ἐξήγαγεν, τοὺς δὲ λοιποὺς τοὺς τῆς αὐτοῦ βουλῆς μετεσχηκότας, Πάρδον μὲν δρουγγάριον τῆς βίγλας ἀποστέλ‐ λει πρὸς τὸν Στυπιώτην, δῆθεν ἀγαγεῖν αὐτόν, προμηνυθέν‐ | |
5 | τος ἐκείνου διὰ βασιλικοῦ πιττακίου αὐτὸν δεσμῆσαι. προ‐ φασισάμενος δὲ ὁ βασιλεὺς ἀπελθεῖν καὶ δειπνῆσαι εἰς τὸν ἅγιον Λάζαρον εἰς τὸ καταβάσιον τοῦ τζυκανιστηρίου ἔστη‐ σεν Ἰωάννην Γαριδᾶν μετὰ τῶν λοιπῶν τῆς ἑταιρίας ἐν τῷ κουβουκλείῳ· καὶ ἐν τῷ κατέρχεσθαι τὸν βασιλέα κρατή‐ | |
10 | σαντα μετὰ Ἰωάννου Νικόλαον ἑταιριάρχην ἐξήγαγεν τῆς πό‐ λεως. ἀγαγὼν δὲ ἐκ Μακεδονίας Βασίλειον καὶ ἀνακρίνας καὶ τύψας, καὶ τὰς τρίχας αὐτοῦ κατακαύσας, καὶ ἐν τῇ μέ‐ σῃ θριαμβεύσας, ἐξώρισεν ἐν Ἀθήναις, καὶ κακῶς ἐκεῖσε τε‐ τελεύτηκεν. ὡσαύτως Νικόλαον ἑταιριάρχην καὶ Στυλιανὸν | |
15 | καὶ Ἰωάννην καὶ τὴν συγγένειαν πᾶσαν Ζαούτζα, τοὺς μὲν ἀπέκειρεν τοὺς δὲ ἐξώρισεν, δημεύσας τὰς οὐσίας αὐτῶν. πάντας δὲ μαγίστρους καὶ τοὺς ἐν τέλει προσκαλεσάμενος ὁ βασιλεὺς ἀνέγνω κατενώπιον αὐτῶν τὰ μηνυθέντα παρὰ Σα‐ μωνᾶ. οἱ δὲ τοῦτον ὑπερεπῄνεσαν ὡς τῆς ζωῆς τοῦ βασιλέως | |
20 | προνοούμενον, καὶ εἰρήκασιν ἄξιον εἶναι τιμῆς μεγίστης. ὁ δὲ παρευθὺ τοῦτον πρωτοσπαθαρίου ἀξίᾳ τετίμηκεν. Ἐτελεύτησεν δὲ Στέφανος ὁ πατριάρχης καὶ ἀντ’ αὐτοῦ | |
ἐχειροτονήθη Νικόλαος ὁ πατριάρχης, μυστικὸς ὢν τοῦ βα‐ | 273 | |
274 | σιλέως. παρελήφθη δὲ τὸ κάστρον ἡ Δημητριὰς ἐν τῷ θέ‐ ματι τῆς Ἑλλάδος ὑπὸ Δαμιανοῦ τοῦ Ἀγαρηνοῦ. Λέων δὲ ὁ βασιλεὺς στέφει Ἄνναν θυγατέρα Ζωῆς τῆς ἀπὸ τοῦ Ζαούτ‐ ζη, διὰ τὸ μὴ δύνασθαι ποιεῖν τὰ ἐκ τύπου κλητώρια μὴ | |
5 | οὔσης Αὐγούστης. ἠγάγετο δὲ ὁ βασιλεὺς κόρην ἐκ τοῦ θέ‐ ματος Ὀψικίου ὡραιοτάτην πάνυ, ὀνόματι Εὐδοκίαν, στέψας καὶ ἀναγορεύσας καὶ γήμας αὐτήν· ἐξ ἧς παιδοποιήσας ἄρ‐ ρενα παῖδα, ἐφ’ ᾧ τετελεύτηκεν καὶ αὐτὴ καὶ τὸ γεννηθέν. Ἐξωνήσατο δὲ ὁ βασιλεὺς οἰκήματα πλησίον τῶν ἁγίων | |
10 | ἀποστόλων, καὶ ἔκτισεν ἐκκλησίαν περικαλλῆ ἐπ’ ὀνόματι τῆς προτέρας αὐτοῦ γυναικὸς τῆς ἁγίας Θεοφανοῦς. ὡσαύτως ἔκτισεν εἰς τοὺς λεγομένους τόπους τὸν ἅγιον Λάζαρον, κα‐ τασκευάσας μονὴν ἀνδρείαν εὐνούχων, ἔνθα καὶ τοῦ ἁγίου Λαζάρου σῶμα καὶ Μαρίας τῆς Μαγδαληνῆς ἀνακομίσας | |
15 | ἀπέθετο, ποιήσας καὶ τὰ ἐγκαίνια τῆς αὐτῆς ἐκκλησίας. ἀσχο‐ λουμένου δὲ τοῦ στόλου εἰς τὰ κτίσματα τῶν τοιούτων ἐκκλη‐ σιῶν παρελήφθη ἐν Σικελίᾳ τὸ Ταυρομένιν ὑπὸ τῶν Ἄφρων, τῇ ἀμελείᾳ, μᾶλλον δὲ προδοσίᾳ Εὐσταθίου δρουγγαρίου τῶν πλωΐμων, καὶ Καραμάλου ἐκεῖσε ὄντος καὶ Μιχαὴλ τοῦ Χα‐ | |
20 | ράκτου, γενομένης πολλῆς σφαγῆς τῶν Ῥωμαίων. ἀνελθόν‐ των δὲ αὐτῶν ἐν τῇ πόλει παρά τε τοῦ βασιλέως καὶ τοῦ πατριάρχου, ἐλεγχθέντων παρὰ Μιχαὴλ τοῦ Χαράκτου ὡς | |
προδοτῶν, κατεκρίθησαν θανάτῳ· παρακληθέντος δὲ τοῦ βα‐ | 274 | |
275 | σιλέως παρὰ Νικολάου τοῦ πατριάρχου τὸν θάνατον συνε‐ χωρήθησαν, τυφθέντες δὲ μόνον καὶ δημευθέντες καὶ ἀπο‐ καρέντες μοναχοί, ὁ μὲν Καράμαλος εἰς τὰ Πικριδίου, ὁ δὲ Εὐστάθιος εἰς τὴν μονὴν τῶν Στουδίου. παρελήφθη δὲ καὶ | |
5 | ἡ Λῆμνος ἡ νῆσος ὑπὸ τῶν Ἀγαρηνῶν αἰχμαλωσίαν πολλὴν πεποιηκότων. Ἐν τῇ προελεύσει δὲ τῆς μεσοπεντηκοστῆς τοῦ βασιλέως Λέοντος ἀπελθόντος εἰς τὸν ἅγιον Μώκιον καὶ εἰσοδεύοντος, ὅτε ἦλθεν πλησίον τῆς σολέας, ἐξελθών τις ἐκ τοῦ ἄμβωνος | |
10 | δέδωκεν αὐτὸν κατὰ κεφαλῆς μετὰ ῥάβδου ἰσχυρᾶς καὶ πα‐ χείας. καὶ εἰ μὴ ἡ φορὰ τῆς ῥάβδου εἰς πολυκάνδηλον ἐμ‐ ποδισθεῖσα διεχαυνώθη, παρευθὺ ἂν τοῦτον ἀπήλλαξεν. τοῦ δὲ αἵματος σφοδρῶς καταρρέοντος ἐκ τῆς τοῦ βασιλέως κε‐ φαλῆς, ταραχή τε καὶ φυγὴ τῶν ἀρχόντων γέγονεν καὶ πολ‐ | |
15 | λοὶ ἐν ταύτῃ ἀπώλοντο. ὁ δὲ ἀδελφὸς αὐτοῦ Ἀλέξανδρος προεφασίσατο νοσηλεύεσθαι, καὶ οὐ κατῆλθεν ἐν τῇ εἰσόδῳ, ὡς ἐκ τούτου ὕποπτον αὐτὸν γενέσθαι τὴν τοιαύτην ἐπιβουλὴν αὐτὸν κατασκευάσαι. οὔτε ὁ Σαμωνᾶς παρῆν ἐκεῖ, ἀλλ’ ἦν ἀπελ‐ θὼν ἀγαγεῖν Ζωὴν ἐν τῷ παλατίῳ. κρατηθέντος δὲ τοῦ δόν‐ | |
20 | τος τὸν βασιλέα, καὶ ἐξετασθέντος, καὶ πολλὰς βασάνους καὶ τιμωρίας ὑπομεμενηκότος ἐπὶ πολλὰς ἡμέρας, ἐπεὶ μηδένα κα‐ θωμολόγει, τέλος ἐκκοπεὶς αὐτοῦ χεῖρας καὶ πόδας ἐκάη ἐν | |
τῇ τοῦ ἱππικοῦ σφενδόνῃ· καὶ ἔκτοτε ἐξεκόπη ἡ τοιαύτη | 275 | |
276 | προέλευσις. μετὰ δέ τινα καιρὸν ἀνῆλθεν Μάρκος ὁ φιλο‐ σοφώτατος, οἰκονόμος τῆς αὐτῆς ἐκκλησίας ὤν, ὃς ἦν ἀναπλη‐ ρώσας τοῦ μεγάλου σαββάτου τετραῴδιον τοῦ κυρίου Κοσμᾶ· καὶ ἐν τῇ τραπέζῃ τῷ βασιλεῖ συνεστιώμενος ἐξελιπάρει τὸν | |
5 | βασιλέα μὴ ἐκκοπῆναι τὴν ἑορτήν. τοῦ δὲ βασιλέως ἀπαναι‐ νομένου ἔφη ὁ Μάρκος ὅτι προγεγραμμένον ἦν παρὰ τοῦ προφήτου Δαβὶδ τοῦ παθεῖν σε τοῦτο, ὦ δέσποτα. προεφή‐ τευσεν εἰπὼν ὅσα ἐπονηρεύθη ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ σου, καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς· καὶ δεῖ | |
10 | σε ἀπὸ τοῦ νῦν, ὦ δέσποτα, κρατῆσαι τὴν βασιλείαν ἔτη δέ‐ κα. ὃ δὴ καὶ γέγονεν· τῇ γὰρ αὐτῇ ἡμέρᾳ ἐν ᾗ καὶ ἔλα‐ βεν, ἐν ταύτῃ τελευτᾷ. Ἦν δὲ Ζωὴ ἡ τετάρτη γυνὴ τοῦ βασιλέως ἐν τῷ παλα‐ τίῳ μετὰ τοῦ βασιλέως ἄστεπτος. τοῦ δὲ βασιλέως πρόκεν‐ | |
15 | σον ποιησαμένου εἰς τὸ ἐμπόριον τῶν Βωτίου πρὸς τὸ ἐγκαι‐ νίσαι τὴν μονὴν Χριστοφόρου πρωτοβεστιαρίου αὐτοῦ ἦλθεν ἀγγελία ὡς ὅτι ὁ στόλος τῶν Ἀγαρηνῶν ἅμα τῷ Τριπολίτῃ ἀνέρχονται κατὰ Κωνσταντινούπολιν. ἀποστέλλει οὖν ὁ βα‐ σιλεὺς Εὐστάθιον δρουγγάριον τῶν πλωΐμων μετὰ παντὸς | |
20 | τοῦ στόλου καὶ τῶν στρατηγῶν κατὰ τοῦ Τριπολίτου· οἳ μὴ | |
δυνηθέντες ἀντιπαρατάξασθαι ἀπεστράφησαν κενῶς. ἦλθεν | 276 | |
277 | δὲ ἔμπροσθεν αὐτῶν, καὶ εἰσῆλθεν μέχρι Παραίου. τοῦτο μαθὼν ὁ βασιλεὺς ἐν μεγάλῃ ἀθυμίᾳ γέγονεν, καὶ ἀποστέλ‐ λει Ἱμέριον πρωτασηκρῆτιν κεφαλὴν τοῦ στόλου κατὰ τοῦ Τριπολίτου, μὴ τολμώντων μηδ’ ὅλως πλησιάσαι τῷ στόλῳ | |
5 | τῶν Ἀγαρηνῶν. τοῖς δὲ τοῦ θεοῦ κρίμασιν ἀπεστράφη ὁ αὐτὸς Λέων Τριπολίτης, καὶ ἀπῆλθεν ἐν Θεσσαλονίκῃ, καὶ ταύτην ἐπολιόρκησεν καὶ παρέλαβεν ἅμα τῷ στρατηγῷ αὐτοῦ Λέοντι τῷ Χατζιλικίῳ, καὶ ποιήσας πολλὴν σφαγὴν καὶ αἰ‐ χμαλωσίαν. Ῥοδοφύλις δέ τις κουβικουλάριος ἦν ἀποσταλεὶς | |
10 | ἐν Σικελίᾳ διὰ χρείαν τινά, ἔχων μεθ’ ἑαυτοῦ χρυσίου λί‐ τρας ἑκατόν. νοσήσας δὲ κατὰ τύχην ἐν τῇ ὁδῷ εἰσῆλθεν ἐν Θεσσαλονίκῃ πρὸς τὸ λούσασθαι καὶ ἀνακτήσασθαι ἑαυτόν, καὶ ἐκρατήθη παρὰ Λέοντος. διερχόμενος Συμεὼν πρωτα‐ σηκρῆτις, ὁ μετὰ ταῦτα γεγονὼς πατρίκιος καὶ πρωτασηκρῆ‐ | |
15 | τις, ἀνελάβετο τό τε χρυσίον καὶ τὰ δῶρα, ἅπερ εἴασεν Ῥο‐ δοφύλης ἐν τῇ ὁδῷ καὶ πολλὰ βασανισθεὶς ἐτελεύτησεν. τοῦ δὲ Τριπολίτου βουλομένου τὴν πόλιν καταστρέψαι μαθὼν Συ‐ μεὼν δηλοῖ αὐτὸν λαβεῖν χρυσίον καὶ ταύτην ἐᾶσαι. ὃν καὶ πείσας, καὶ λαβὼν λόγον συνεφώνησεν δοῦναι χρυσίον τῷ Τρι‐ | |
20 | πολίτῃ τοῦ τὴν πόλιν ἐᾶσαι· ὃ δὴ καὶ γέγονεν. | |
Σαμωνᾶς δὲ προφασισάμενος ἐπὶ τὴν μονὴν αὐτοῦ τὰ | 277 | |
278 | Σπεῖρα ἐξελθεῖν τὴν ἐν τῷ Δαματρῦ οὖσαν, φυγῇ ἐχρήσατο ἅμα χρήμασι καὶ ἵπποις αὐτοῦ, τοὺς ἵππους τοὺς δημοσίους ἀγκυλοκοπῶν. τοῦτο μαθὼν ὁ βασιλεὺς ἀποστέλλει ὄπισθεν αὐτοῦ Βασίλειον ἑταιριάρχην τὸν Καματερὸν καὶ Γεώργιον | |
5 | τὸν Κρινίτην, τοῦ καταλαβεῖν αὐτόν. τοῦ δὲ Σαμωνᾶ τὸν Ἅλυν βουλομένου διαπερᾶσαι κατέλαβεν αὐτὸν Νικηφόρος δρουγγάριος ὁ λεγόμενος Καμινᾶς, οὐκ ἐῶν αὐτὸν διαπερᾶ‐ σαι. ἐπεὶ δὲ ὁ Σαμωνᾶς πολλὰ ὑπισχνεῖτο καὶ οὐκ ἔπειθεν, προσέφυγεν εἰς τὸ Σιριχὰ εἰς τὸν τίμιον σταυρόν, προφασι‐ | |
10 | σάμενος ὡς διὰ πίστιν τοῦ σταυροῦ ἐληλύθει. καταλαβὼν οὖν Κωνσταντῖνος ὁ τοῦ Δουκός, καὶ τοῦτον ἀναλαβόμενος, ὑπέστρεψεν ἐν τῇ πόλει. προσέταξεν δὲ ὁ βασιλεὺς αὐτὸν μὲν φυλάττεσθαι ἐν τῇ οἰκίᾳ Βάρδα τοῦ Καίσαρος, ἠρώτη‐ σεν δὲ Κωνσταντῖνον τοῦ Δουκὸς περὶ αὐτοῦ. καὶ μαθὼν | |
15 | πῶς ἀληθῶς ἐν Συρίᾳ ἔφευγεν, παρηγγύησεν τῷ Δουκὶ μὴ εἰπεῖν τοῦτο ἐνώπιον τῆς συγκλήτου, ὅτε παρ’ αὐτοῦ ἐρωτη‐ θῇ, ἀλλ’ ὅτι δι’ εὐχὴν ἀπῆλθεν ἐν τῷ Σιρίχῳ· ἤθελεν γὰρ ὁ βασιλεὺς ἀποσυνοψισθῆναι αὐτῷ. προσκαλεσάμενος οὖν Κωνσταντῖνον τοῦ Δουκὸς ἔμπροσθεν τῶν ἐν τέλει ἔφη “οὕ‐ | |
20 | τως ἔχεις θεὸν καὶ τὴν κεφαλήν μου. ἔφευγεν ὁ Σαμωνᾶς, ἢ οὐχί;” ὁ δὲ ὡς εἶπεν πρότερον τῷ βασιλεῖ μὴ ὁρκισθῆναι καὶ τὸ κελευόμενον εἰπεῖν, ἀκούσας τοὺς ὅρκους ἐξεῖπεν ἐνώπιον | |
πάντων ὅτι εἰς Συρίαν ἔφευγεν. μετ’ ὀργῆς δὲ τοῦ βασιλέως | 278 | |
279 | τοῦτον ἀποπεμψαμένου ἐποίησε Σαμωνᾶς μῆνας τέσσαρας ἐν τῷ οἴκῳ τοῦ Βάρδα, ἀπεσυνόψισεν δὲ ἐν τῇ αὐτοκρατορίᾳ τοῦ βασιλέως. ἐφάνη δὲ τότε καὶ ὁ κομήτης ἀστὴρ τὰς ἀκτῖνας ἐπὶ ἀνατολὴν πέμπων καὶ φαινόμενος ἐν ἡμέραις καὶ | |
5 | νυξὶ τεσσαράκοντα. Ἐγέννησεν Λέων υἱὸν Κωνσταντῖνον ἀπὸ Ζωῆς τῆς τε‐ τάρτης αὐτοῦ γαμετῆς. ἐβαπτίσθη δὲ τὰ ἅγια φῶτα ὑπὸ Νικολάου πατριάρχου ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ δεξαμένων αὐ‐ τὸν Ἀλεξάνδρου βασιλέως καὶ Σαμωνᾶς πατρίκιος καὶ τῶν ἐν | |
10 | τέλει πάντων. γέγονε δὲ τὸν βασιλέα εὐλογηθῆναι μετὰ Ζωῆς μετὰ τὴν ἑορτὴν παρὰ Θωμᾶ πρεσβυτέρου, ὃς καθῃρέθη. ἀνηγόρευσε δὲ τὴν αὐτὴν Ζωὴν εἰς Αὐγούσταν. καὶ διὰ τοῦτο τὸν βασιλέα ὁ πατριάρχης εἰς τὴν ἐκκλησίαν ἐκώλυσεν εἰσέρχεσθαι· ὅθεν διήρχετο ἀπὸ τοῦ δεξιοῦ μέρους μέχρι | |
15 | τοῦ μιτατορικίου, μηδ’ ὅλως εἰς τὰ κατὰ συνήθειαν διερχόμε‐ νος. προεβλήθη δὲ Σαμωνᾶς παρακοιμώμενος διὰ τὸ εἶναι τῷ βασιλεῖ συνεργὸς πρὸς πᾶσαν παρανομίαν καὶ κακίαν, καὶ κατὰ τῆς ἐκκλησίας ἤρξατο μελετᾶν. προσκαλεσάμενοι γὰρ Νικόλαον πατριάρχην Φεβρουαρίου πρώτῃ, καὶ πολλὰ λιπα‐ | |
20 | ρήσαντες δεχθῆναι, ἐπεὶ πεῖσαι οὐκ ἠδυνήθησαν, ἀπὸ τοῦ κλητορίου διὰ τοῦ Βουκολέοντος ἐν πλοίῳ μικρῷ ἐμβιβάσαν‐ | |
τες διεπέρασαν ἐν τῇ Ἱερείᾳ, ἀφ’ ἧς πεζῇ μέχρι Γαλακρήνων | 279 | |
280 | μόλις ἀπῄει, χιόνος ἐπικειμένης πολλῆς. χειροτονεῖται δὲ ἀντ’ αὐτοῦ Εὐθύμιος σύγκελλος, ἀνὴρ ἱεροπρεπής, ἐγκρατής τε καὶ εὐλαβὴς πάνυ· ὅν φασι καταδέξασθαι τοῦτο ἀποκα‐ λύψεως θείας, ὡς τοῦ βασιλέως βουλευομένου αἵρεσιν καὶ | |
5 | νόμον ἐκθεῖναι τοῦ ἔχειν ἄνδρα τρεῖς γυναῖκας ἢ τέσσαρας, πολλῶν εἰς τοῦτο λογιωτάτων ἀνδρῶν συνεργούντων αὐτόν. Ἰουνίῳ δὲ μηνὶ προσεκλήθη Λέων ὁ βασιλεὺς παρὰ Κων‐ σταντίνου τοῦ Λιβὸς ἐν τῇ μονῇ αὐτοῦ τῇ οὔσῃ ἐν τῷ Μερ‐ δοσαγάρῃ τοῦ τε ποιῆσαι τὰ ἐγκαίνια καὶ ἀριστῆσαι. καὶ | |
10 | γέγονεν ἄνεμος ὁ λεγόμενος Λίψ, ἕως τρίτου σφοδρῶς φυσή‐ σας, συσσείσας τε καὶ δονήσας οἰκήματα καὶ ἐκκλησίας, ὥστε πάντας φεύγειν ἐν ὑπαίθροις τόποις, λέγοντας συντέλειαν κο‐ σμικὴν εἶναι, εἰ μὴ ἡ τοῦ θεοῦ φιλανθρωπία δι’ ὄμβρων ἔπαυσεν τὴν τοιαύτην θραῦσιν. | |
15 | Προεβάλετο δὲ ὁ βασιλεὺς Ἱμέριον λογοθέτην τοῦ δρόμου κεφαλὴν πάντων τῶν πλωΐμων, ἐξελθόντος τοῦ στόλου τῶν Ἀγαρηνῶν κατὰ Ῥωμαίων. ἐδέξατο δὲ καὶ Ἀνδρόνικος ὁ δοὺξ διὰ κελεύσεως συνελθεῖν Ἱμερίῳ λογοθέτῃ ἐν τοῖς πλοί‐ οις καὶ καταπολεμῆσαι τοὺς Ἀγαρηνούς. ὁ δὲ Σαμωνᾶς ἦν | |
20 | ἀδιάλλακτος ἐχθρὸς τοῦ Ἀνδρονίκου, καὶ πολλὰ κατ’ αὐτοῦ διηνεκῶς συνεσκεύαζεν, καὶ ἐμηχανᾶτο κακῶσαι τὸν Ἀνδρόνι‐ κον παντὶ τρόπῳ καὶ πάσῃ σπουδῇ διαμηχανώμενος ἀπὸ τῆς | |
αὐτοῦ φυγῆς. ὑπέβαλε δέ τινι γράψαι τῷ Ἀνδρονίκῳ κρύφα | 280 | |
281 | “μὴ εἰσέλθῃς εἰς τὰ καράβια, καὶ κρατηθῇς παρὰ Ἱμερίου. ὁ γὰρ Σαμωνᾶς ὑπέθηκε τῷ βασιλεῖ τοῦ κρατηθῆναί σε καὶ τυφλωθῆναι παρ’ αὐτοῦ.” πολλὰ δὲ προτρεπομένου Ἱμερίου Ἀνδρόνικον εἰσελθεῖν ἐν τοῖς πλοίοις μετὰ τῶν Ἀγαρηνῶν | |
5 | ἐπικειμένων. Ἱμέριος δὲ μόνος ἐν ἡμέρᾳ τοῦ ἁγίου Θωμᾶ συμβαλὼν πόλεμον μετὰ τῶν Ἀγαρηνῶν μεγάλην νίκην εἰρ‐ γάσατο. τοῦτο μαθὼν Ἀνδρόνικος ἀπογνοὺς ἅμα συγγενέσιν αὐτοῦ ἀπελθὼν ἐκράτησεν κάστρον τὴν Κάββαλαν, εἰς τελείαν ἀποστασίαν ἐλθών, ὡς εἰπεῖν καὶ Σαμωνᾶν πρὸς τὸν βασιλέα | |
10 | “οὐκ ἔλεγον, ὦ δέσποτα, ἀντάρτην εἶναί σου τὸν Δοῦκα;” παρευθὺ ἀπέστειλεν ὁ βασιλεὺς Γρηγορᾶν δομέστικον τῶν σχολῶν, τὸν λεγόμενον Ἰβηρίτζην, συμπενθερὸν ὄντα Ἀνδρο‐ νίκου, καταπολεμῆσαι αὐτόν. μαθὼν δὲ τοῦτο Ἀνδρόνικος, καὶ ὡς ὁ πατριάρχης Νικόλαος τῆς ἐκκλησίας ἐξεώσθη, προσ‐ | |
15 | έφυγεν τοῖς Ἀγαρηνοῖς ἅμα τοῖς συγγενέσι καὶ τέκνοις καὶ τοῖς φίλοις, ἐξεληλυθόσι τότε κατὰ Ῥωμαίων. καὶ ὑπεδέχθη παρὰ τῷ ἀμερουμνῇ μεγαλοπρεπῶς. ἐλυπεῖτο δὲ Λέων ὁ βασιλεὺς διὰ τὸν Ἀνδρόνικον, καὶ πολλάκις ἐβουλεύετο ἀπο‐ στεῖλαι αὐτὸν λόγον ἐνυπόγραφον, ὃ καὶ Θεόφιλος διὰ τὸν | |
20 | Μανουὴλ ἐποίησεν. συνεβουλεύσαντο δέ τινες τῷ βασιλεῖ φιλοφρονηθῆναί τινα τῶν τοῦ πραιτωρίου Σαρακηνῶν καὶ | |
ἀποσταλῆναι ἐν Συρίᾳ μετὰ λόγου ἐνυπογράφου. τοῦτο δὴ | 281 | |
282 | καὶ πεποίηκεν ὁ βασιλεὺς γράψας διὰ κιναβάρεως καὶ ἀπο‐ στείλας μετὰ χρυσοβουλλίου ἔνδοθεν φατλίου βραχέος τράκτου. ἐξελθόντος δὲ τοῦ Σαρακηνοῦ ἀπὸ τοῦ βασιλέως προσκαλεσά‐ μενος Σαμωνᾶς εἶπεν αὐτῷ “οἶδας τί κρατεῖς;” τοῦτο εἰπὼν | |
5 | διὰ τὸν κηρόν. “τὴν ἀπώλειαν τῆς Συρίας.” καὶ δοὺς αὐτῷ χρήματα καὶ δῶρα παρήγγειλεν τοῦτο βάλλειν εἰς τὰς χεῖρας τοῦ Οὐζήρ. ὁ δὲ ἀπελθὼν τοῦτο πεποίηκεν. ἐκρατήθη δὲ Ἀνδρόνικος καὶ ἐδεσμεύθη μετὰ πάντων τῶν συγγενῶν αὐ‐ τοῦ. καὶ μαθὼν ὡς διὰ δόλου τοῦ Σαμωνᾶ ταῦτα αὐτῷ γέ‐ | |
10 | γονεν, ἀναγκασθεὶς ἐμαγάρισεν αὐτός τε καὶ οἱ σὺν αὐτῷ. ἔκτοτε δὲ Κωνσταντῖνος ὁ υἱὸς αὐτοῦ καὶ οἱ λοιποί, εἰδότες ὡς ἀδύνατόν ἐστιν Ἀνδρόνικον ἐξελθεῖν, βουλῇ αὐτοῦ μετ’ οὐ πολὺ μόνοι φυγῇ χρησάμενοι, θαυμαστὸν ὄντα, ἐκ μὲν Συρίας πρὸς Ῥωμανίαν ἐξῆλθον, καὶ καταπολεμούμενοι κατὰ | |
15 | χώρας μόλις ὀλίγοι διεσώθησαν μετὰ Κωνσταντίνου υἱοῦ αὐτοῦ. Ἐκ δὲ Τάρσου εἰσῆλθεν ἐν τῇ πόλει περὶ ἀλλαγίου ὅ τε Ἀβαλβάκης ὁ γέρων καὶ ὁ τοῦ Σαμωνᾶ πατήρ· καὶ τούτους ἐθεάσατο ὁ βασιλεύς, μετὰ κοσμήσεως καὶ τιμῆς καὶ δόξης ἐν τῇ | |
20 | Μαναύρᾳ ὑπεδέξατο. ἐκαλλώπισεν δὲ καὶ τὴν μεγάλην ἐκκλη‐ σίαν ἐν κόσμῳ πολυτελεῖ, καὶ ὑπέδειξεν ἅπαντα τὰ τίμια | |
σκεύη τοῖς Ἀγαρηνοῖς· ὅπερ ἀνάξιον ἦν βασιλείας καὶ Χρι‐ | 282 | |
283 | στιανικῆς καταστάσεως, τοῦ θεαθῆναι παρὰ τῶν ἐθνῶν τὰ ἅγια σκεύη τοῦ θεοῦ. ὁ δὲ τοῦ Σαμωνᾶ πατὴρ ἤθελεν συν‐ εῖναι τῷ βασιλεῖ καὶ τῷ υἱῷ αὐτοῦ καὶ μεῖναι εἰς Ῥωμα‐ νίαν. ὁ δὲ Σαμωνᾶς παρῄνεσεν αὐτῷ, λέγων “κράτει τὴν | |
5 | πίστιν ἣν ἔχεις· κἀγὼ εἰ δυνηθῶ, ἐλεύσομαι πρός σε μᾶλ‐ λον.” τῇ δὲ ἡμέρᾳ τῆς πεντηκοστῆς στέφει Λέων ὁ βασιλεὺς τὸν υἱὸν αὐτοῦ Κωνσταντῖνον δι’ Εὐθυμίου πατριάρχου. Δέδωκε δὲ Σαμωνᾶς Κωνσταντῖνον ἄνθρωπον αὐτοῦ, καὶ δουλεύσαντα πρότερον Βασιλείῳ μαγίστρῳ καὶ κανικλείῳ, | |
10 | δουλεύειν Ζωῇ Αὐγούστῃ· ὃς ἠγαπήθη παρὰ τοῦ βασιλέως Λέοντος καὶ τῆς Αὐγούστης. διὰ τοῦτο πολλὰ ἐφθόνει Σαμωνᾶς αὐτῷ, καὶ ἐλοιδόρει ὡς συνόντα τῇ Αὐγούστῃ. ὅπερ ὁ βασιλεὺς ὑπονοήσας ἀπέκειρεν αὐτὸν μοναχὸν ἐν τῇ μονῇ τοῦ ἁγίου Ταρασίου διὰ τοῦ Σαμωνᾶ. μετ’ ὀλίγον δὲ ὥρισεν Σαμωνᾷ | |
15 | ἀναλαβέσθαι αὐτὸν ἐν τῇ αὐτοῦ μονῇ τὰ Σπεῖρα, βουλόμενος πάλιν ἀναλαβέσθαι αὐτόν. ἀπελθὼν οὖν πρόκενσον ἐν τῷ Δαματρῦ, καὶ ἐν τῇ μονῇ τοῦ Σαμωνᾶ ἀριστήσας, εἶδεν Κων‐ σταντῖνον, καὶ παρευθὺ ὥρισεν Σαμωνᾷ, καὶ ἐνέδυσεν αὐτὸν κοσμικά, καὶ ἐκέρασεν τὸν βασιλέα εἰς τὸ κλητόριον, καὶ ὑπέ‐ | |
20 | στρεψεν μετ’ αὐτοῦ ἐν τῷ παλατίῳ. βλέπων οὖν ὁ Σαμωνᾶς αὐξανομένην τοῦ βασιλέως ἀγάπην ἐπ’ αὐτόν, βουλεύεται | |
μετὰ μεγίστου κοιτωνίτου καὶ Μιχαὴλ Στηρήδονος, καὶ ποι‐ | 283 | |
284 | οῦσι χάρτην πολυλοίδορον κατὰ τοῦ βασιλέως, γράψαντος καὶ συντάξαντος αὐτὸν τοῦ Ῥοδίου νοταρίου ὄντος τοῦ Σαμωνᾶ. ἐλθὼν δὲ ὁ βασιλεὺς ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, εὕρας αὐτὸν ἐν ᾧ ηὔχετο τόπῳ, εἰς τὸ μιτατώριον, καὶ ἦρεν αὐτὸν καὶ ἀνα‐ | |
5 | γνοὺς ἐν μεγάλῃ θλίψει ἦν, ζητῶν τὸν τοῦτον ποιήσαντα. γέ‐ γονε δὲ καὶ ἔκλειψις σελήνης, καὶ διωρίσατο ὁ βασιλεὺς τοῖς οὖσι τότε ἀστρονόμοις εἰπεῖν τὸ ἀποτέλεσμα. εἰσερχομένου δὲ πρὸς τὸν βασιλέα φίλου ὄντος τοῦ Σαμωνᾶ Παντολέοντος μητροπολίτου, ἠρώτησεν αὐτὸν Σαμωνᾶς “εἰς τίνα ἐστὶν ἡ | |
10 | κάκωσις;” ἔφη αὐτὸς “εἰς σέ. καὶ ἐὰν διέλθῃς Ἰουνίου τὰς τρισκαίδεκα, ἔκτοτε οὐδὲν πείσῃ κακόν.” τὸν δὲ βασιλέα εἶ‐ πον εἰς τὸν δεύτερον ἔχειν κάκωσιν τὴν σελήνην. ὁ δὲ βα‐ σιλεὺς ὑπέλαβεν τοῦτο εἰς Ἀλέξανδρον τὸν αὐτοῦ ἀδελφόν. μετὰ τοῦτο δὲ ἰδίως Τζιρήδων τῷ βασιλεῖ ἐξεῖπεν “ὁ Σαμω‐ | |
15 | νᾶς τὸ πιττάκιον ἐποίησεν.” καὶ παρευθὺ καταβιβάζει Σα‐ μωνᾶν εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἀποκείρει μοναχόν, καὶ ἀπάγει εἰς τὴν μονὴν Εὐθυμίου πατριάρχου, καὶ μετὰ ταῦτα πάλιν λοιδορηθέντα ἀπήγαγον εἰς τὴν τοῦ Μαρτινάκη μονήν. ἐποίη‐ σεν δὲ Κωνσταντῖνον παρακοιμώμενον, καὶ ἔκτισεν αὐτῷ μο‐ | |
20 | νὴν ἐν Ὁσίαις. καὶ ἀπῆλθον ἅμα Εὐθυμίῳ πατριάρχῃ καὶ | |
ἀνεκαίνισαν ταύτην. | 284 | |
285 | Ὀκτωβρίῳ δὲ μηνὶ γέγονε πόλεμος ναυτικὸς Ἱμερίῳ λο‐ γοθέτῃ μετὰ Δαμιανοῦ καὶ Λέοντος τῶν Ἀγαρηνῶν, στρατη‐ γοῦ ὄντος Σάμῳ Ῥωμανοῦ τοῦ μετὰ ταῦτα βασιλεύσαντος. ἡττήθη δὲ Ἱμέριος καὶ μόλις διεσώθη σχεδὸν πάντων ἐκεῖ | |
5 | κινδυνευσάντων. ἤρξατο δὲ νοσηλεύεσθαι Λέων ὁ βασιλεὺς κοιλιακῷ νοσήματι, ὥστε μὴ δυνηθῆναι ἐξελθεῖν ἐν τῇ Μα‐ ναύρᾳ τὴν δημηγορίαν διαλαλῆσαι ἐν τῇ ἀρχῇ τῶν νηστειῶν. γέγονε δὲ καὶ ἐμπρησμὸς εἰς τὰ κηρουλάρια τῆς μεγάλης ἐκ‐ κλησίας, καέντων τῶν χαρτοθεσίων πάντων καὶ τῆς σακέλλης. | |
10 | Μαΐῳ δὲ ἑνδεκάτῃ τελευτᾷ Λέων ὁ βασιλεὺς προχειρισάμε‐ νος Ἀλέξανδρον τὸν αὐτοῦ ἀδελφόν· ὃν ἰδών, ὥς φασι, εἰσ‐ ερχόμενον πρὸς αὐτὸν ἔφη “ἴδε ὁ κακὸς καιρὸς μετὰ τοὺς τρισκαίδεκα μῆνας,” πολλὰ ἐκλιπαρήσας καὶ δεηθεὶς αὐτοῦ φυλάττειν τὸν υἱὸν αὐτοῦ Κωνσταντῖνον. | |
15t | Ἀλέξανδρος. | |
16 | Ἀλέξανδρος ἐβασίλευσεν ἔτος ἓν ἡμέρας κθʹ σὺν Κων‐ σταντίνῳ υἱῷ Λέοντος. ἀποστείλας δὲ ἤγαγεν Νικόλαον ἐκ Γαλακρινῶν, καταγαγὼν Εὐθύμιον πατριάρχην, καὶ ἐνεθρόνι‐ σεν τὸ δεύτερον αὐτοῦ Νικόλαον. ἐποίησε δὲ σελέντιον καὶ | |
20 | σύνοδον Ἀλέξανδρος ἐν τῇ Μαναύρᾳ, ἀγαγὼν Εὐθύμιον ἀπὸ | 285 |
286 | τῶν Ἀγαθοῦ, καὶ συγκαθίσας ἅμα Νικολάῳ πατριάρχῃ, ἐποιή‐ σαντο τὴν κατ’ αὐτοῦ καθαίρεσιν, ἀτίμως ἀποτίλλοντες τοῦ ἱεροπρεποῦς καὶ ἀξιαγάστου ἀνδρὸς τὴν τιμίαν γενειάδα, καὶ ἄλλας τινὰς ὕβρεις καὶ ποινὰς αὐτῷ ἐπιφέροντες. ἃς ἡσύχως | |
5 | καὶ πράως ὑπέμεινεν ὁ τίμιος καὶ ἱερὸς ἀνήρ· ἔνθα καὶ εἰς τὰ Ἀγαθοῦ τελευτήσας κατατίθεται ἐν τῇ αὐτῇ μονῇ, ἐν τῇ πόλει τῶν Ψαμαθίου. ὁ οὖν Ἀλέξανδρος διὰ τὰς ὑπονοίας, ἃς ὁ ἀδελφὸς αὐτοῦ Λέων ἔτι ζῶν εἶχε κατ’ αὐτοῦ, ἀεὶ τοῖς κυνηγεσίοις καὶ τοῖς ἔξω παλατίοις ἐσχόλαζεν, μηδὲν βασιλέως | |
10 | ἔργον διαπραττόμενος, ἀλλὰ διάγων ἐν τρυφαῖς ἀσωτίαις καὶ μέθαις, καὶ περὶ ταῦτα ἀεὶ διακείμενος. ὅθεν παρευθὺ Ἰαν‐ νῆν παπᾶν, τὸν ἐπίκλην Λαζάρην, ῥαίκτωρα πεποίηκεν, ὃς καὶ κακὰ τὸ ζῆν ἀπέρρηξεν μετὰ θάνατον Ἀλεξάνδρου. ὡσαύ‐ τως οὖν φασὶν καὶ Γαβριλόπουλον καὶ Βασιλίτζην ἀπὸ τοῦ | |
15 | Σκλαβίνων ἔθνους σφοδρῶς κατεπλούτισεν ἐκ τῶν τοῦ παλα‐ τίου χρημάτων. ὥς φασιν δέ, αὐτὸν Βασίλειον καὶ βασιλέα ἠβούλετο ποιῆσαι ὡς ἄπαις αὐτὸς ὤν, καὶ Κωνσταντῖνον υἱὸν Λέοντος εὐνοῦχον ποιῆσαι· ὃ καὶ πολλάκις βουλευθεὶς διε‐ σκεδάσθη παρὰ τῶν ὑπὸ τοῦ Λέοντος εὐεργετηθέντων, ποτὲ | |
20 | μὲν ὡς νήπιον ὑποβαλόντων, ποτὲ δὲ ὡς ἀσθενοῦντα. | 286 |
287 | Ἐπὶ τούτου ἐφάνη ἀστὴρ κομήτης ἐκ δύσεως ἐπὶ ἡμέρας δεκαπέντε, ὃν ἔλεγον ξιφίαν καλεῖσθαι καὶ αἱματεκχυσίαν ἐν τῇ πόλει ἐργάσασθαι. Οὗτος πλάνοις καὶ γόησιν ἑαυτὸν ἐξέδοτο, οἳ καὶ πεπεί‐ | |
5 | κασιν αὐτὸν ὡς τὸ τοῦ συάγρου στοιχεῖον τὸ ἐν τῷ ἱππικῷ σοὶ καὶ τῇ σῇ ζωῇ προσανάκειται, χοιρόβιον τὸν ἀνόητον ὑπεμφαίνοντες. ὁ δὲ τούτοις ἀπατηθεὶς αἰδοῖα καὶ ὀδόντας τῷ χοίρῳ προσανενέωσεν ὡς λειπομένους αὐτῷ. καὶ τῇ αὐ‐ τοῦ πλάνῃ πεποιθὼς ὤν, ἱππικὸν ποιήσας τὰς τῶν ἐκκλησιῶν | |
10 | ἐνδυτὰς καὶ πολυκάνδηλα ἄρας τὸ ἱππικὸν ἐστόλισεν καὶ τοῖς ζώδοις φωταψίαν ἐποίησεν. διὰ τοῦτο ἤρθη ἀπ’ αὐτοῦ ἡ τοῦ θεοῦ χείρ, ὡς τὴν τοῦ θεοῦ τιμὴν τοῖς εἰδώλοις προσάψαντος. Ἱμερίου δὲ λογοθέτου ἐκ τῆς τῶν Ἀγαρη‐ νῶν ἥττης ὑποστρέψαντος, ἀποστείλας Ἀλέξανδρος περι‐ | |
15 | ώρισεν ἐν τῇ μονῇ τοῦ παλατίου τῇ λεγομένῃ Καμπᾶ, ἀπειλήσας ὡς ἐχθρὸν αὐτοῦ ὄντα ἐπὶ τοῦ ἀδελφοῦ αὐτοῦ Λέοντος· ὁ δὲ ἐκ θλίψεως πολλῆς ἀρρωστήσας, περιο‐ ρισάμενος ὢν ἐπὶ μῆνας ἕξ, ἐτελεύτησεν. ἀπέστειλεν δὲ Συμεὼν ὁ ἄρχων Βουλγαρίας μηνύων Ἀλεξάνδρῳ τὰ περὶ εἰ‐ | |
20 | ρήνης. Συμεὼν παρεσκευάζετο κινῆσαι κατὰ τῶν Χριστια‐ νῶν ὅπλα. Ἀλέξανδρος δὲ ὁ βασιλεὺς ἀριστήσας καὶ οἰνω‐ θεὶς ἐν τοῖς ὑπὸ κύνα καύμασι κατῆλθεν σφαιρίσαι. καὶ | |
ῥομφαίᾳ θεηλάτῳ πληγεὶς καὶ ἀνελθών, αἵματος ἐκ τῶν ῥι‐ | 287 | |
288 | νῶν καὶ τῶν αἰδοίων ἐκφερομένου, μετὰ δύο ἡμέρας ἐτελεύ‐ τησεν, καταλιπὼν ἐπίτροπον Νικόλαον πατριάρχην καὶ Στέφα‐ νον μάγιστρον καὶ Ἰωάννην μάγιστρον τὸν Ἐλαδᾶν καὶ Ἰω‐ άννην ῥαίκτωρα καὶ Εὐθύμιον καὶ τὸν Βασιλίτζην καὶ τὸν | |
5 | Γαβριλόπουλον, ἐάσας τὴν βασιλείαν Κωνσταντίνῳ υἱῷ Λέ‐ οντος. ἀπέθετο δὲ Ἀλέξανδρος ἐν τοῖς τάφοις τῶν βασιλέων μετὰ τοῦ πατρὸς αὐτοῦ. | |
8t | Κωνσταντῖνος. | |
9 | Κωνσταντῖνος δὲ τοῦ πατρὸς αὐτοῦ τελευτήσαντος Λέον‐ | |
10 | τος παῖς ἔτι τυγχάνων (ἕβδομον γὰρ εἶχε τῆς ἡλικίας ἔτος), ὑπὸ Ἀλεξάνδρου θείου αὐτοῦ ἐν τῇ βασιλείᾳ καταλέλειπτο ὑπὸ ἐπιτρόπους τελῶν. ἐβασίλευσεν ἐπὶ τῶν αὐτοῦ ἐπιτρό‐ πων καὶ σὺν τῇ μητρὶ ἔτη ζʹ, ἅμα δὲ Ῥωμανῷ πενθερῷ αὐτοῦ, ἐν ὑποταγῇ ὤν, ἕτερα ἔτη εἴκοσι ἕξ, μονοκράτωρ δὲ ἔτη δεκα‐ | |
15 | πέντε, ὡς εἶναι τὸν ἅπαντα χρόνον τῆς βασιλείας αὐτοῦ ἔτη πεντήκοντα πέντε. λαβόμενος οὖν τῆς τοῦ παλατίου ἐξουσίας ὁ πατριάρχης Νικόλαος τὴν τοῦ κοινοῦ πρόνοιαν ἐποιεῖτο καὶ τὴν φροντίδα εἶχεν τῶν τῇ βασιλείᾳ ἀνηκόντων πραγμάτων ὁσημέραι. ἐν τούτοις οὖν τῆς βασιλείας οὔσης δηλοῦται Κων‐ | |
20 | σταντίνῳ τῷ δουκὶ τῶν σχολῶν παρά τινων τῶν ἐν τῇ πόλει | |
μεγιστάνων, φιλούντων αὐτὸν ὡς ἀνδρεῖον καὶ νουνεχῆ καὶ | 288 | |
289 | καλῶς δυνάμενον τὴν ἐκκλησίαν διακυβερνᾶν, εἰσελθεῖν καὶ ταύτης ἐγκρατὴς γενέσθαι ἀπονητί. ὁ δέ, ἅτε καὶ πρότερον αὐτὴν ὀνειροπολῶν καὶ τοὺς στεφάνους ἀεὶ ἐφιέμενος, ὡς εἶχεν τάχος τὴν βασιλεύουσαν καταλαβὼν ἅμα τοῖς σὺν αὐ‐ | |
5 | τῷ τῶν στρατευμάτων ἐκκρίτοις ἱκανοῖς οὖσιν, καὶ νυκτὸς διὰ παραπυλίδος εἰσελθὼν τοῦ πρωτοβεστιαρίου Μιχαήλ, οὔσης πλησίον ἀκροπόλεως ἐν τῷ οἴκῳ τοῦ πενθεροῦ αὐτοῦ Γρηγορᾶ, ἄϋπνος μετὰ τῶν συνόντων αὐτῷ διετέλεσεν. Νι‐ κήτας δὲ ἀσηκρῆτις ὁ μετὰ ταῦτα πρωτονοτάριος γεγονὼς τὴν | |
10 | Κωνσταντίνου ἄφιξιν τῷ πατρικίῳ Κωνσταντίνῳ τῷ Ἐλαδικῷ κατεμήνυσεν, καὶ ἄμφω τῇ αὐτῇ νυκτὶ πρὸς τὸν δοῦκα Κων‐ σταντῖνον παρεγένοντο, καὶ βουλὴν ποιησάμενοι, οὔπω τῆς ἡμέρας καταλαβούσης ἀλλ’ ἔτι σκοτίας οὔσης μετὰ λαμπάδων καὶ λαοῦ πολλοῦ καὶ ὅπλων τὴν τοῦ ἱπποδρομίου πύλην κα‐ | |
15 | ταλαμβάνουσιν, Κωνσταντῖνον εὐφημοῦντες ὡς βασιλέα. ἔν‐ θα δὴ ὁ τούτου ἱπποκόμος παρὰ τῶν ἐντὸς τοῦ ἱπποδρόμου πυλῶν ἀνῃρέθη. μὴ δεχθεὶς οὖν ἐκεῖσε ὁ Κωνσταντῖνος ἀλλ’ ἀποσοβηθείς, ὥσπερ ἔκ τινος ἐκβακχευόμενος δαίμονος, καὶ μὴ ἐφεστηκότα ἔχων τὸν λογισμὸν τῷ τῆς βασιλείας ἔρωτι, | |
20 | ἐν τῷ ἱπποδρομίῳ ὑπεχώρησεν στυγνός τε καὶ κατηφής, κα‐ κὸν οἰωνὸν τὴν τοῦ ἱπποκόμου κρίνας σφαγήν. ἐκεῖθεν οὖν εὐφημούμενος ἦλθε μέχρι τῆς λεγομένης Χαλκῆς, καὶ διὰ τῆς | |
σιδηρᾶς πόρτας εἰσεληλυθὼς μέχρι τῶν Ἐξκουβίτων παρεγέ‐ | 289 | |
290 | νετο. ὁ οὖν μάγιστρος Ἰωάννης ὁ Ἐλαδᾶς ἐκλογὴν τῶν τε τῆς ἑταιρείας καὶ τῶν ἐλατῶν ποιησάμενος, μεθ’ ὅπλων τού‐ τους ἀπέστειλεν κατὰ τοῦ δουκός. ἐλθόντων οὖν μέχρι τῆς Χαλκῆς, καὶ πολέμου συστάντος, πολλοὶ ἐξ ἀμφοτέρων ἔπε‐ | |
5 | σον τῶν μερῶν, ἔργον ἐκεῖσε μαχαίρας γενόμενοι, καὶ τοσοῦ‐ τοι ὥστε τὸν τόπον ἐκλιμνασθῆναι τῷ αἵματι ποταμηδὸν κα‐ ταρρέοντι. ἀνῃρέθη καὶ Γρηγορᾶς υἱὸς τοῦ δουκός, καὶ Μι‐ χαὴλ ὁ ἐξάδελφος αὐτοῦ, καὶ ὁ Κορτίκης ἐκεῖνος ὁ ἐξ Ἀρμε‐ νίων. ταῦτα ὁ δοὺξ Κωνσταντῖνος μαθών, ταραχῆς ὅτι πλεί‐ | |
10 | στης γενομένης, τὸν ἵππον ἐξήλαυνεν. ὁ δὲ ταῖς ἐκεῖσε ὑπε‐ στρωμέναις ἐνολισθήσας πλαξὶν εἰς γῆν τὸν ἐπιβάτην κατέβα‐ λεν· οἱ γὰρ ἄλλοι διεσκεδάσθησαν ἅπαντες. ἐπεὶ δέ τις αὐτὸν κατὰ γῆς ἐρριμμένον καὶ μεμονωμένον κατέλαβεν, ξί‐ φει τὴν τούτου ἀπέτεμε κεφαλήν. τούτων οὕτω τελεσθέντων | |
15 | Γρηγορᾶς μάγιστρος, ὁ τούτου πενθερός, μετὰ Λέοντος ὃν Χοιροσφάκτην ὠνόμαζον, τῇ ἁγίᾳ θεοῦ Σοφίᾳ προσπέφυγεν· οὓς καὶ βίᾳ ἐκεῖθεν ἀποσπάσαντες ἀπέκειραν μοναχοὺς ἐν τῇ τοῦ Στουδίου μονῇ. Κωνσταντῖνον δὲ τὸν Ἑλλαδικὸν βου‐ νεύροις τύψαντες ῥάκη τε περιβαλόντες καὶ ὄνῳ ἐπικαθί‐ | |
20 | σαντες διὰ μέσης τῆς πόλεως ἐθριάμβευσαν, καὶ ἐν τῇ τοῦ Δαλμάτου ἀπαγαγόντες μονῇ ἐγκατακλείστους, τῇ λε‐ γομένῃ Καταδίκῃ, πεποίηκαν. Λέοντα δὲ τὸν Κατακαλίτζην | |
καὶ Ἀβεσσαλὼμ τὸν τοῦ Ἀροτρᾶ ἐκτυφλώσαντες ἐν ἐξορίᾳ | 290 | |
291 | παρέπεμψαν· Κωνσταντῖνον δὲ τὸν τοῦ Εὐλαμπίου υἱὸν καὶ ἑτέρους σὺν αὐτῷ Φιλόθεος ὕπαρχος ἐν τῇ τοῦ ἱππικοῦ σφεν‐ δόνῃ ξίφει ἀπέτεμεν. οὐ μικρῶς δὲ διερευνησάμενοι περὶ Νικήτα ἀσηκρῆτις καὶ Κωνσταντίνου τοῦ Λιβὸς οὐχ εὗρεν | |
5 | αὐτούς, ὡς χρησαμένους φυγῇ· τὸν δὲ Αἰγίδην ἐκεῖνον καὶ τοὺς σὺν αὐτῷ πολλοὺς καὶ ἀνδρείους ὄντες ἀπό τε τῆς ἐν Χρυσοπόλει δαμάλεως καὶ μέχρι τοῦ Λευκάτου διδύμοις ξύ‐ λοις πάντας ἀνεσκολόπισεν. καὶ πολλοὺς ἀνηλεῶς καὶ ἀναι‐ τίως οἱ λεγόμενοι οὗτοι ἐπίτροποι ἀπέκτειναν, εἰ μή τινες τῶν | |
10 | δικαστῶν τῆς ἀδίκου ὁρμῆς ἀνεχαίτισαν, εἰπόντες πρὸς αὐ‐ τοὺς ὡς παιδὸς ὄντος τοῦ βασιλέως, πῶς ἄνευ τῆς αὐτοῦ κελεύσεως τοιαῦτα τολμᾶτε διαπράττεσθαι; τὴν τοῦ δουκὸς οὖν γυναῖκα ἀποκείραντες εἰς τὸν ἐν Παφλαγονίᾳ οἶκον αὐτῆς ἐξαπέστειλαν, εὐνουχίσαντες καὶ τὸν υἱὸν αὐτοῦ. | |
15 | Αὐγούστῳ δὲ μηνὶ Συμεὼν ὁ Βουλγαρίας ἄρχων ἐκστρα‐ τεύσας κατὰ Ῥωμαίων σὺν ὄχλῳ βαρεῖ κατέλαβεν τὴν Κων‐ σταντινούπολιν, καὶ δὴ περικαθίσας αὐτὴν χάρακα περιέβαλ‐ λεν ἀπό τε Βλαχερνῶν καὶ μέχρι τῆς λεγομένης πόρτης Χρυ‐ σῆς, καὶ ἐλπίσι μετέωρος ὢν ἀπονητὶ πάντως ἑλεῖν. ἐπεὶ δὲ | |
20 | τήν τε τῶν τειχῶν κατέμαθεν ὀχυρότητα τήν τε ἐκ τοῦ πλή‐ | |
θους καὶ τῶν πετροβόλων ἀσφάλειαν, τῶν ἐλπίδων σφαλεὶς ἐν τῷ | 291 | |
292 | λεγομένῳ Ἑβδόμῳ ὑπέστρεψεν, εἰρηνικὰς σπονδὰς αἰτησάμενος. τῶν δὲ ἐπιτρόπων τὴν εἰρήνην ἀσμενέστατα ἀποδεξαμένων, ἀπο‐ στέλλει Συμεὼν Θεόδωρον μάγιστρον αὐτοῦ συλλαλῆσαι τὰ τῆς εἰρήνης. ἀναλαβόμενος δὲ ὅ τε πατριάρχης Νικόλαος καὶ | |
5 | Στέφανος καὶ Ἰωάννης μάγιστρος τὸν βασιλέα ἦλθον μέχρι τῶν Βλαχερνῶν, καὶ εἰσήγαγον τοὺς δύο υἱοὺς Συμεών, καὶ συνειστιάθησαν τῷ βασιλεῖ ἐν τοῖς παλατίοις. Νικόλαος δὲ ὁ πατριάρχης ἦλθε πρὸς Συμεών· ᾧ τινὶ τὴν κεφαλὴν ὑπέ‐ κλινεν Συμεών. εὐχὴν οὖν ὁ πατριάρχης ποιήσας, ἀντὶ στέμ‐ | |
10 | ματος τὸ ἑαυτοῦ ἐπιρριπτάριον τῇ ἑαυτοῦ ἐπέθηκεν κεφαλῇ. δώροις οὖν ἀμέτροις καὶ μεγίστοις φιλοφρονηθέντες ὅ τε Συ‐ μεὼν καὶ οἱ τούτου υἱοὶ εἰς τὴν ἰδίαν χώραν ὑπέστρεψαν, ἀσύμφωνοι ἐπὶ τῇ εἰρημένῃ εἰρήνῃ διαλυθέντες. Τοῦ βασιλέως οὖν Κωνσταντίνου, ἅτε παιδὸς ὄντος, καὶ | |
15 | τὴν ἰδίαν μητέρα ἐπιζητοῦντος (ἤδη γὰρ ταύτην τοῦ παλα‐ τίου κατήγαγεν Ἀλέξανδρος ὁ βασιλεὺς) ἀναβιβάζουσιν πάλιν αὐτήν. αὐτὴ οὖν περικρατὴς γενομένη τῆς βασιλείας ἀναβιβά‐ ζει εἰς τὸ παλάτιον Κωνσταντῖνον παρακοιμώμενον καὶ Κων‐ σταντῖνον καὶ Ἀναστάσιον αὐταδέλφους, τοὺς λεγομένους Γογ‐ | |
20 | γυλίους. καὶ τῇ βουλῇ Ἰωάννου τοῦ Ἐλαδᾶ καταβιβάζουσιν τοὺς οἰκείους Ἀλεξάνδρου βασιλέως, Ἰωάννην τὸν ῥαίκτωρα καὶ τὸν λεγόμενον Γαβριλόπουλον καὶ Βασιλίτζην καὶ τοὺς | |
λοιπούς. προχειρίζεται δὲ Ζωὴ Αὐγούστα Θεοφύλακτον Δο‐ | 292 | |
293 | μίνικον ἑταιριάρχην. Ἰωάννης δὲ ὁ Ἐλαδᾶς νόσῳ περιπεσών, κατελθὼν ἐκ τοῦ παλατίου καὶ ἐν Βλαχέρναις παραγενόμε‐ νος, ὑπὸ τῆς νόσου βαρυνθείσης τελευτᾷ. συμβουλῇ δὲ Δο‐ μινίκου ἅμα τοῖς σὺν αὐτῷ, μετ’ ὀργῆς τὰ τῆς ἰδίας ἐκκλη‐ | |
5 | σίας περιποιούμενον καὶ φροντίζειν εἰποῦσα. τοῦ δὲ Βουλ‐ γάρου Συμεὼν τὴν Θρᾴκην πάλιν ληϊζομένου, ἐν φροντίδι οὔσης Αὐγούστης καὶ τῶν ἐν τέλει ὅπως αὐτὸν τῆς ἀλαζο‐ νείας παύσωσιν, ᾐτήσατο Ἰωάννης ὁ Βαγᾶς γενέσθαι πατρί‐ κιος, ὑποσχόμενος ἀγαγεῖν Πατζινάκους. τῆς αἰτήσεως τυχὼν | |
10 | δῶρά τε πολλὰ λαβὼν εἰς τὴν τῶν Πατζινάκων χώραν ἀπῄει, καὶ δὴ ὁμήρους ἐκεῖθεν λαβὼν ἤγαγεν ἐν τῇ πόλει, συνθεμέ‐ νων τῶν Πατζινάκων διαπερᾶσαι καὶ τὸν Συμεὼν καταπολε‐ μῆσαι. παρεγένετο δὲ ἐν τῇ πόλει καὶ Ἀσώτιος ἀνὴρ ἐμπει‐ ρίᾳ ὀνομαστότατος, υἱὸς ὢν τοῦ ἄρχοντος τῶν ἀρχόντων, ὅν | |
15 | φασι σιδηρᾶν ῥάβδον ἐκ τῶν ἄκρων ἑκατέραις χερσὶ κρατοῦν‐ τα τῇ ὑπερβαλλούσῃ ἀλκῇ διακάμπτειν καὶ πρὸς τὸ κυκλικὸν σχῆμα μετάγειν, τῆς ἀντιτύπου τοῦ σιδήρου φύσεως τῇ βίᾳ τῶν χειρῶν ὑπεικούσης· ὃν παραγινόμενον μετὰ πολλῆς τι‐ μῆς ὑπεδέξαντο καὶ πάλιν εἰς τὴν ἰδίαν χώραν ἐξέπεμψαν. | |
20 | Σεπτεμβρίῳ μηνὶ ἰνδικτιῶνος τρίτης Παγκρουτούκας ὁ | |
Ἀρμένης τὴν Ἀδριανούπολιν τῷ Συμεὼν προδέδωκεν. μετ’ | 293 | |
294 | οὐ πολὺ δὲ ἀπεστάλησαν Βασίλειος πατρίκιος καὶ κανίκλης καὶ Νικήτας πρωτοσπαθάριος ὁ Ἑλλαδικὸς παρὰ Ζωῆς μετὰ δώρων πολλῶν, καὶ ἀντιπαρέλαβεν πάλιν αὐτήν. ἦλθεν δὲ καὶ Ἀμηρᾶς εἰς Στρόβηλον νῆσον μετὰ πλοίων πολεμικῶν καὶ | |
5 | πολλῆς δυνάμεως· καὶ ταύτην παρέλαβεν ἄν, εἰ μὴ νοσήσας ἐτελεύτησεν. οἱ δὲ τῆς Ἑλλάδος καὶ τῶν Ἀθηνῶν οἰκήτορες συνεχῶς ἐπηρεαζόμενοι παρὰ Χασὲ υἱοῦ τοῦ Ἰούβη, τὴν αὐ‐ τοῦ ἀσωτίαν καὶ ἀπληστίαν μὴ ἐνεγκόντες, λίθοις τοῦτον βάλ‐ λοντες ἀνεῖλον κακῶς ἔνδοθεν τοῦ θυσιαστηρίου τοῦ ἐν Ἀθή‐ | |
10 | ναις ναοῦ. βλέπουσα δὲ Ζωὴ ἡ βασίλισσα τὴν ἔπαρσιν Συ‐ μεὼν καὶ τὴν κατὰ τῶν Χριστιανῶν αὐτοῦ ἐπίθεσιν, βουλὴν μετὰ τῶν ἐν τέλει βουλεύεται ἀλλάγιον καὶ εἰρήνην μετὰ τῶν Ἀγαρηνῶν διαπράξασθαι, διαπερᾶσαι δὲ πάντα τὸν τῆς ἀνα‐ τολῆς στρατὸν πρὸς τὸ καταπολεμῆσαι καὶ ἀφανίσαι τὸν Συ‐ | |
15 | μεών. ἀπεστάλη οὖν ἐν Συρίᾳ ἐπὶ τὸ ποιῆσαι ἀλλάγιον Ἰω‐ άννης πατρίκιος ὁ Ῥαδηνὸς καὶ Μιχαὴλ ὁ Τοξαρᾶς πρὸς τὴν Θρᾴκην διεπέρασεν, μαγίστρου Λέοντος τοῦ Φωκᾶ δομεστί‐ κου τῶν σχολῶν τυγχάνοντος. ἐξαγαγόντων δὲ δὴ σεβάσμια καὶ ζωοποιὰ ξύλα Κωνσταντίνου τοῦ πρωτοπαπᾶ τοῦ παλα‐ | |
20 | τίου, τοῦ Κεφαλᾶ λεγομένου, καὶ Κωνσταντίνου τῆς Μαλε‐ | |
λίας ἐν τῇ Θρᾴκῃ, ἅπαντες προσκυνήσαντες καὶ ἐπομοσάμε‐ | 294 | |
295 | νοι συναποθνήσκειν ἀλλήλοις πανστρατὶ κατὰ Βουλγάρων ἐξώρμησαν. ἦρχον δὲ τοῦ μὲν τάγματος τοῦ Ἐξκουβίτου Ἰωάννης ὁ Γράψων, τοῦ δὲ Ἱκανάτου ὁ τοῦ Μαρούλη υἱός· Ῥωμανὸς δὲ ὁ Ἀργυρὸς ἐστρατήγει καὶ Λέων ὁ ἀδελφὸς αὐ‐ | |
5 | τοῦ καὶ Βάρδας ὁ Φωκᾶς, οἷς συνῆν καὶ ὁ Μελίας μετὰ τῶν Ἀρμενίων καὶ οἱ ἄλλοι πάντων στρατηγοὶ τῶν θεμάτων. συν‐ ῆν δὲ πρὸς τοῖς ἄλλοις καὶ Κωνσταντῖνος πατρίκιος ὁ Λὶψ Λέοντι δομεστίκῳ σύμβουλος αὐτοῦ ἐν πᾶσι τοῖς ἀνήκουσιν ὤν. μηνὶ δὲ Αὐγούστῳ εἰκάδι, ἰνδικτιῶνος πέμπτης, ὁ πόλε‐ | |
10 | μος μεταξὺ Βουλγάρων τε καὶ Ῥωμαίων πρὸς τῷ Ἀχελώῳ συγκεκρότητο ποταμῷ, καὶ οἷα τοῦ θεοῦ κρίματα, ὡς ἀνεξε‐ ρεύνητα καὶ ἀνεξιχνίαστα, τρέπονται Ῥωμαῖοι πανστρατί, καὶ γέγονε φυγὴ καὶ φρικώδης ὀλολυγή, τῶν μὲν ὑπ’ ἀλλήλων συμπατουμένων, τῶν δὲ ὑπὸ τῶν πολεμίων ἀναιρουμένων, αἵ‐ | |
15 | ματός τε χύσις οἵα ἐξ αἰῶνος οὐ γέγονεν. Λέων δὲ ὁ δομέ‐ στικος ἐν Μεσημβρίᾳ διεσώθη φυγών· ἐσφάγη δὲ Κωνσταν‐ τῖνος ὁ Λὶψ καὶ Ἰωάννης ὁ Γράψων καὶ ἄλλοι τῶν ἀρχόν‐ των ἱκανοί. ἀπεστάλη δὲ τότε καὶ Ῥωμανὸς πατρίκιος καὶ δρουγγάριος τοῦ πλωΐμου μετὰ παντὸς τοῦ στόλου ἐν τῷ | |
20 | Δανουβίῳ ποταμῷ βοηθήσων Λέοντι τῷ Φωκᾷ. Ῥωμανοῦ | |
δὲ καὶ Ἰωάννου τοῦ Βαγᾶ εἰς ἔριδας καὶ λογομαχίας ἐλθόν‐ | 295 | |
296 | των, ὁρῶντες αὐτοὺς οἱ Πατζινάκοι πρὸς ἀλλήλους διαμαχο‐ μένους καὶ στασιάζοντας, ὑπεχώρησαν εἰς τὰ ἴδια. τοῦ δὲ πολέμου τέλος λαβόντος καὶ ὑποστρεψάντων ἐν τῇ πόλει τοῦ τε Ῥωμανοῦ καὶ τοῦ Βαγᾶ τὰ κατ’ αὐτῶν ἐκινήθη, καὶ εἰς | |
5 | τοσοῦτον κίνδυνον τὸν δρουγγάριον Ῥωμανὸν περιέστησαν, ὥστε καταδικάζουσαν ψῆφον ἀνήνεγκαν τῶν ὀφθαλμῶν στερη‐ θῆναι, ὡς ἀμελείᾳ, μᾶλλον δὲ κακουργίᾳ μὴ διαπεράσαντα τοὺς Πατζινάκους, ἀλλ’ ὑποχωρήσαντα τάχιον, καὶ μηδὲ τοὺς φεύγοντας Ῥωμαίων ἐν τοῖς πλοίοις ὑποδεξάμενον. καὶ τοῦ‐ | |
10 | το ἂν ἐπεπόνθει, εἰ μὴ παρὰ Κωνσταντίνου τοῦ Γογγύλη καὶ Στεφάνου μαγίστρου, ὡς δυναμένων παρὰ τῇ Αὐγούστῃ, τὰ τῆς καταδίκης ἀνετράπη. τῶν δὲ Βουλγάρων τῇ νίκῃ κατ‐ επαρθέντων καὶ ἐκστρατευσαμένων μέχρι τῆς πόλεως ἐξῆλθε Λέων δομέστικος τῶν σχολῶν καὶ Ἰωάννης ἑταιριάρχης καὶ | |
15 | Νικόλαος υἱὸς τοῦ δουκὸς εἰς χῶρον Θρᾳκῷον, οὕτω λεγόμε‐ νον Κατασύρτας, ἅμα πλείστῳ λαῷ κατὰ Βουλγάρων. τῇ δὲ νυκτὶ ἀδοκήτως ἐπιπεσόντων αὐτοῖς τῶν Βουλγάρων καὶ τοῦ δομεστίκου φυγόντος ἐσφάγη ὁ Νικόλαος ὁ υἱὸς τοῦ δουκὸς καὶ πολλοὶ ἕτεροι μετ’ αὐτοῦ. Θεόδωρος οὖν ὁ τοῦ βασιλέως | |
20 | Κωνσταντίνου παιδαγωγὸς ὁρῶν Κωνσταντῖνον παρακοιμώμε‐ νον εἰς Λέοντα τὸν ἴδιον γαμβρὸν τὴν βασιλείαν σφετεριζό‐ μενον, ὑπέθηκεν Κωνσταντίνῳ βασιλεῖ Ῥωμανὸν δρουγγάριον | |
προσλαβέσθαι ὡς πατρικὸν αὐτοῦ δοῦλον καὶ εὔνουν τὰ πρὸς | 296 | |
297 | αὐτόν, ὡς ἂν ᾖ σὺν αὐτῷ καὶ διαφυλάττῃ αὐτῷ ἐν οἷς ἂν δέῃ σύμμαχον ἔχειν καὶ βοηθόν. πολλάκις οὖν περὶ τούτου λαληθεὶς Ῥωμανὸς ἀπείπατο. γραμμάτιον οὖν ὁ βασιλεὺς Κωνσταντῖνος διαχαράξας γραφῇ καὶ ὑπογραφῇ διασφαλισά‐ | |
5 | μενος ἀπέστειλεν αὐτῷ, ὅπερ αὐτὸς ἐπὶ χεῖρας λαβὼν ὑπέ‐ σχετο τὴν κατὰ τοῦ παρακοιμωμένου Κωνσταντίνου καὶ τῶν συγγενῶν αὐτοῦ ἐπίθεσιν, ὡς δέοι ποιήσασθαι. τῆς φήμης οὖν τούτης διαθεούσης, καὶ τοῦ παρακοιμωμένου Κωνσταντί‐ νου καταναγκάζοντος Ῥωμανὸν ἀποκινῆσαι μετὰ στόλου, αὐ‐ | |
10 | τὸς προεφασίζετο ὡς ἀδυνάτως ἔχει τοῦ ἀποπλεῖν, μὴ τοῦ στόλου τὴν νενομισμένην ῥόγαν λαβόντος. ἐν τῇ ἐξαρτύσει δὲ ὄντος τοῦ Ῥωμανοῦ καὶ τὰ πλοῖα εὐτρεπίζοντος ἐξῆλθε Κωνσταντῖνος παρακοιμώμενος ὡς ἐπισπουδάσων αὐτὸν τοῦ ἐκπλεῦσαι. ὁ δὲ δουλικῷ τῷ σχήματι προϋπήντησεν, καὶ | |
15 | προθυμοποιήσειν τὸ κελευόμενον ἐπηγγέλλετο. ὑποστρέψαι δὲ βουλομένου τοῦ παρακοιμωμένου, καὶ εἰ ἔχει ἄνδρας εὐει‐ δεῖς καὶ γενναίους ἐπιτηδείους τὴν βασιλικὴν ἐρέττειν τριήρη εἰπόντος πρὸς Ῥωμανόν, οὗτος εὐθὺς ἔνευσε τούτοις τῇ χειρὶ ἑτοίμοις οὖσι πλησίον ἐλθεῖν. οἱ δὲ τὰ τῆς βουλῆς ἰδόντες, | |
20 | ἔγγιστα ἤδη τοῦ δρόμωνος Ῥωμανοῦ γεγονότες ἥρπασαν αὐ‐ τὸν ταῖς χερσίν, καὶ “ἄρατε αὐτὸν” ἐφώνησαν. παραχρῆμα | |
οὗτοι τοῦτον ἁρπάσαντες εἰς τὴν τοῦ δρουγγαρίου Ῥωμανοῦ | 297 | |
298 | τριήρη εἰσήγαγον καὶ ἐν ἀσφαλείᾳ κατεῖχον. οὐδεὶς οὖν ὁ ὑπερασπίζων ἦν, πάντων τῶν συνόντων αὐτὸν χρησαμένων φυγῇ. ταῦτα Ζωὴ Αὐγούστα μαθοῦσα προσκαλεῖται τὸν πα‐ τριάρχην Νικόλαον καὶ τοὺς αὐτῆς μεγιστάνους, καὶ ἀποστέλ‐ | |
5 | λει πρὸς Ῥωμανὸν τὸ γεγονὸς βουλομένη μαθεῖν. τούτων δὲ διαπερασάντων λίθοις ὁ λαὸς αὐτοὺς ἐξήλασεν. ἕωθεν οὖν ἐξελθοῦσα Ζωὴ ἐν τῷ τοῦ Βουκολέοντος ἡλιακῷ ἐπεφώνει τῷ υἱῷ καὶ πᾶσι πῶς ἄρα γέγονεν ἡ ἀνταρσία αὕτη. ἔφησεν δὲ πρὸς αὐτὴν ὁ παιδαγωγὸς τοῦ βασιλέως Κωνσταντίνου Θεό‐ | |
10 | δωρος ὅτι διὰ τὸ ἀπολέσαι Λέοντα τὸν Φωκᾶν τοὺς Ῥωμαί‐ ους καὶ Κωνσταντῖνον παρακοιμώμενον τὸ παλάτιον ταῦτα γεγόνασιν. προσελάβετο δὲ ὁ βασιλεὺς Νικόλαον τὸν πατριάρ‐ χην καὶ Στέφανον μάγιστρον συνεῖναι αὐτῷ ἐν τῷ παλατίῳ, τὴν ἐξουσίαν εἰς ἑαυτὸν ἀπὸ τῆς μητρὸς ἐπισπώμενον. τῇ | |
15 | δὲ ἐπαύριον ἀπέστειλεν Ἰωάννην τὸν Τουβακὴν Ζωὴν Αὐ‐ γούσταν τοῦ παλατίου καταβιβάσαι. ἡ δὲ μετ’ ὀλολυγῆς καὶ δακρύων τῷ ἑαυτῆς προσπλακεῖσα υἱῷ πρὸς συμπάθειαν μη‐ τρικὴν καὶ οἶκτον ἐκίνησεν, ὡς τὸν βασιλέα εἰπεῖν “ἐάσατε μετ’ ἐμοῦ εἶναι τὴν μητέρα μου.” οἱ δὲ ταύτην ἅμα τῷ | |
20 | λόγῳ ἀφῆκαν. προσκαλεσάμενοι δὲ ὅ τε βασιλεὺς καὶ ὁ πα‐ τριάρχης Ἰωάννην τὸν Γαριδᾶν προεβάλοντο δομέστικον τῶν σχολῶν, δεδιότες μὴ εἰς ἀνταρσίαν χωρήσῃ ὁ Φωκᾶς Λέων. | |
ὁ δὲ οὐ κατένευεν τοῦτο γενέσθαι, εἰ μὴ Θεόδωρον γυναικά‐ | 298 | |
299 | δελφον αὐτοῦ τὸν Ζουφινέζερ καὶ Συμεῶνα τὸν υἱὸν αὐτοῦ προεβάλετο ἑταιριάρχην. ὅρκοις οὖν βεβαιωθεὶς ὑπ’ αὐτῶν κατῆλθεν ἐν τῷ οἴκῳ αὐτοῦ. οἱ δὲ παραυτίκα τοὺς συγγενεῖς αὐτοῦ τοῦ παλατίου καταβιβάζουσιν. τούτων οὖν πρὸς αὐ‐ | |
5 | τὸν παραγεγονότων, ὡς ἐθεάσατο αὐτούς, τρόμος αὐτὸν ἔλαβεν καὶ φρενῶν ἔκστασις. εὐθὺς οὖν ἐξῆλθε πρὸς Ῥωμανόν, καὶ διηγήσατο αὐτῷ οἷα πέπονθεν. συμφιλιωθεὶς οὖν αὐτῷ, καὶ ὅρκους δοὺς καὶ λαβὼν ὥστε μίαν ἔχειν ἀμφοτέρους ψυχήν, σύμφρων αὐτοῦ καὶ σύμπνους ἐγένετο, ὥστε καὶ γαμικὸν συν‐ | |
10 | άλλαγμα ποιήσασθαι συνεφώνησαν, πλέον ἐκ τούτου τὸν τῆς ἀγάπης δεσμὸν ἐπισφίγγοντες. τῇ εἰκάδι οὖν τετάρτῃ τοῦ Μαρτίου μηνὸς ἀποστέλλει Ῥωμανὸς Ἰωάννην πρεσβύτην αὐτοῦ οἰκεῖον καὶ πιστότατον ὄντα, καὶ Θεόδωρον τὸν Μα‐ τζούκην λεγόμενον, εἰς τὸ παλάτιον, ὑπεραπολογησαμένους ὡς | |
15 | οὐκ ἀνταρσία γέγονεν τὸ παρ’ ἐμοῦ διαπραχθέν, ἀλλὰ τὴν τοῦ Φωκᾶ ἐπίθεσιν ὑφορώμενος, καὶ δεδιὼς μήτι νεωτερισθείη παρ’ αὐτοῦ εἰς τὸν βασιλέα, τούτου ἕνεκεν ἀνελθεῖν ἐν τῷ παλατίῳ βεβούλευμαι καὶ τὴν φυλακὴν ποιεῖσθαι τοῦ βασι‐ λέως. μὴ συνευδοκοῦντος δὲ Νικολάου πατριάρχου τούτῳ, | |
20 | ἐμηνύθη Ῥωμανῷ παρὰ Θεοδώρου τοῦ ῥηθέντος παιδαγωγοῦ ἐλθεῖν μετὰ τοῦ στόλου παντὸς μέχρι Βουκολέοντος· ὃς μετὰ | |
τῶν σὺν αὐτῷ βουλευσάμενος (τὸ γὰρ ἄγον εἶχεν αὐτὸν) τῇ | 299 | |
300 | ἡμέρᾳ τοῦ εὐαγγελισμοῦ τῆς ὑπεραγίας θεοτόκου (πέμπτη δὲ ἦν) ἦλθεν ἅμα τῷ στόλῳ ἔνοπλος ἐν τῷ Βουκολέοντι. καὶ παρευθὺ μὲν Στέφανος μάγιστρος ἐξῆλθεν τοῦ παλατίου, Νι‐ κήτας δὲ πατρίκιος ὁ συμπενθερὸς Ῥωμανοῦ ἀνελθὼν ἐν τῷ | |
5 | παλατίῳ ἐξήγαγεν ἐκεῖθεν τὸν πατριάρχην Νικόλαον. ὅρκοις οὖν βεβαιωθέντες οἱ τοῦ παλατίου παρὰ Ῥωμανοῦ ἀπέστει‐ λαν αὐτῷ τὸν τίμιον σταυρόν, καὶ προσκυνήσας αὐτὸν καὶ ὅρκῳ βεβαιώσας αὐτοὺς ἀνῆλθεν μετ’ αὐτῶν ἐν τῷ παλατίῳ καὶ ὀλίγων τινῶν, προσκυνήσων τὸν βασιλέα. καὶ εἰσελθὼν μετ’ | |
10 | αὐτοῦ ἐν τῷ ναῷ τῷ ἐν τῷ Φάρῳ, καὶ πίστεις αὐτῷ δούς, πα‐ ρευθὺ προχειρίζεται παρ’ αὐτοῦ μάγιστρος καὶ μέγας ἑται‐ ριάρχης. αὐτίκα γοῦν γέγονε θεία κέλευσις πρὸς Λέοντα τῶν Φωκᾶν παρεγγυωμένη μηδαμῶς στάσιν τινὰ ἐννοῆσαι, ἀλλὰ πρὸς ὀλίγον ἐν τῷ ἰδίῳ οἴκῳ ἀναπαύεσθαι. ὡσαύτως καὶ | |
15 | γράμματα ἐκελεύσθη Κωνσταντῖνος παρακοιμώμενος γράψαι, τὰ ὅμοια αὐτῷ παραγγέλλοντα, καὶ μηδὲν ἐναντίον βουλεύσα‐ σθαι ἀλλ’ ἐν ὑποταγῇ εἶναι τοῦ βασιλέως Κωνσταντίνου. ἀναλα‐ βόμενος ταῦτα Ἀνδρέας πριμικήριος τοῦ βασιλικοῦ βεστιαρίου ἀπεκόμισεν αὐτῷ ταῦτα ἐν Καππαδοκίᾳ ὄντι· καὶ ἀναδεξά‐ | |
20 | μενος ταῦτα, ἀπελθὼν ἐν τῷ ἰδίῳ οἴκῳ, ἡσύχαζεν. τῇ δὲ πέμπτῃ ἑβδομάδι τῶν ἁγίων νηστειῶν, Ἀπριλλίῳ μηνί, δίδο‐ | |
ται ἀρραβὼν γαμικῶν συναλλαγμάτων παρὰ Κωνσταντίνου | 300 | |
301 | βασιλέως Ἑλένῃ τῇ θυγατρὶ Ῥωμανοῦ, καὶ τῇ τρίτῃ τοῦ πά‐ σχα τῇ λεγομένῃ τῆς Γαλιλαίας εὐλογεῖται καὶ στεφανοῦται ἅμα αὐτῇ παρὰ Νικολάου πατριάρχου, Ῥωμανὸν βασιλεοπά‐ τορα προβαλλόμενος· ἀντ’ αὐτοῦ δὲ Χριστοφόρον υἱὸν αὐ‐ | |
5 | τοῦ ἑταιριάρχην κατέστησεν. μετ’ οὐ πολὺ Λέων ὁ Φωκᾶς μετὰ λαοῦ πλείστου ἀπατηθεὶς παρά τε τινῶν ἀρχόντων καὶ τῶν αὐτοῦ ταγμάτων πρὸς ἀνταρσίαν κινεῖται, καὶ ἀποστεί‐ λας ἀνελάβετο εἶναι σὺν αὐτῷ τόν τε παρακοιμώμενον Κων‐ σταντῖνον, καὶ Κωνσταντῖνον καὶ Ἀναστάσιον τοὺς Γογγυλί‐ | |
10 | ους καὶ αὐταδελφούς, καὶ Κωνσταντῖνον ἀσηκρῆτις τὸν Μα‐ λελίας, πληροφορῶν ἅπαντας καὶ βεβαιῶν ὡς ὑπὲρ τοῦ βα‐ σιλέως Κωνσταντίνου τὴν τοιαύτην ποιεῖται συγκίνησιν. Ῥω‐ μανὸς δὲ ὁ βασιλεοπάτωρ χρυσοβούλλια ποιήσας ἐνυπόγραφα, ὡς ἐκ προσώπου τοῦ βασιλέως Κωνσταντίνου, τὴν τοιαύτης | |
15 | ἐπιβουλῆς ἀνατροπὴν περιέχοντα, καὶ ὡς οἱ τὸν Φωκᾶν κατα‐ λιμπάνοντες τῷ βασιλεῖ δὲ προσφεύγοντες ὑπὲρ τοῦ βασιλέως εἰσί, δοὺς αὐτὰ Ἄννῃ τινὶ γυναικὶ ἀναιδεῖ καὶ θρασείᾳ, καὶ κληρικῷ τινὶ Μιχαήλ, ἐν τῷ αὐτῷ στρατοπέδῳ ἐξέπεμψεν. οἱ δὲ ταῦτα ἀναλαβόμενοι ἔστειλαν παντὶ τῷ στρατῷ. καὶ ὁ | |
20 | μὲν Μιχαὴλ φωραθείς, παρὰ τοῦ Φωκᾶ ἀνηλεῶς τυφθείς, τήν τε ῥῖναν καὶ τὰ ὦτα ἀπετμήθη· ὃς μετὰ ταῦτα πα‐ | |
ρὰ Ῥωμανοῦ τῆς προσηκούσης ἔτυχεν ἀμοιβῆς· ὡσαύτως καὶ | 301 | |
302 | ἡ σὺν αὐτῷ σταλεῖσα γυνή. πρῶτος ὁ υἱὸς τοῦ Βαρυμιχαὴλ καταλιπὼν τὸν Φωκᾶν τῷ Ῥωμανῷ προσέδραμεν, ἀρχὴ γεγο‐ νὼς καταλύσεως τῆς τοιαύτης ἀνταρσίας καὶ τυραννίδος· σὺν αὐτῷ δὲ ὁ Βαλάντιος, τουρμάρχαι ὄντες ἀμφότεροι. Λέων | |
5 | δὲ ὁ Φωκᾶς μετὰ λαοῦ πλείστου ἰσχυρῶς καθωπλισμένου ἐν Χρυσοπόλει καταλαβὼν διέστησε παρατάξεις ἀπὸ τῆς λιθίνης δαμάλεως μέχρι Χαλκηδόνος, τοὺς ἐν τῇ πόλει φοβῶν. ἀπο‐ στέλλεται οὖν μετὰ δρόμωνος παρὰ Ῥωμανοῦ Συμεὼν ὁ ἐπὶ κανικλείου, λόγον ἐνυπόγραφον τοῦ βασιλέως Κωνσταντίνου | |
10 | ἐπιφερόμενος, τάδε διαγορεύοντα ὡς ἐγὼ φύλακα τῆς ἐμῆς βασιλείας ἐγρηγορώτατον καὶ πιστότατον οὐδένα τῶν ὑπὸ χεῖρα ἢ Ῥωμανὸν εὑρηκὼς τούτου τὴν ἐμὴν φυλακήν, μετά γε θεόν, κατεπίστευσα, καὶ ἀντὶ πατρὸς αὐτὸν ἔχειν ἔκρινα, σπλάγχνα μητρικὰ καὶ διάθεσιν γονικὴν πρὸς ἐμὲ ἐνδειξά‐ | |
15 | μενον· Λέοντα δὲ τοῦτον τὸν Φωκᾶν ἀεὶ τῇ ἐμῇ βασιλείᾳ ὑποπτεύων ἐπιβουλεύειν νῦν ἔργοις αὐτοῖς ἐπίβουλον εὕρηκα καὶ τῆς ἐμῆς ἀρχῆς τυραννικῶς κατεξανιστάμενον· διὸ οὔτε δομέστικον αὐτὸν ἀπὸ τοῦ νῦν εἶναι βούλομαι, οὐδὲ ταύτην τὴν ἀνταρσίαν μετὰ βουλῆς ἐμῆς πεπραχέναι φημί, ἀλλ’ αὐ‐ | |
20 | θαιρέτῳ γνώμῃ ταύτην ποιήσασθαι τὴν ἐπίθεσιν, ἑαυτῷ τὴν βασιλείαν σφετεριζόμενον. τούτων οὖν τῷ λαῷ ἐπαναγνωσθέν‐ | |
των ἤρξαντο πάντες ὑποχωρεῖν καὶ τῷ βασιλεοπάτορι προσ‐ | 302 | |
303 | έρχεσθαι Ῥωμανῷ. τοῦ δὲ Φωκᾶ εἰς ἀμήχανον περιστάν‐ τος καὶ ἀπογνόντος ὡς πάσης ἐλπίδος ἠστοχηκότος, καὶ χρη‐ σαμένου φυγῇ, καὶ πρὸς τὸ κάστρον Ἀτεοῦς παραγενομένου, καὶ μὴ δεχθέντος, ἐν χωρίῳ δὲ ὀνομαζομένῳ Γοηλέοντι φεύ‐ | |
5 | γοντι συλληφθέντος, ἀπέστελλεν Ῥωμανὸς Ἰωάννην τὸν Του‐ βάκη καὶ Λέοντα τὸν αὐτοῦ συγγενῆ ὥστε εἰσαγαγεῖν αὐτὸν ἐν τῇ πόλει. οἱ δὲ τοῦτον κρατήσαντες ἀπετύφλωσαν, καίτοι μηδεμίαν παρὰ τούτου δεξάμενοι ἐντολήν, ἀλλ’ αὐθαιρέτῳ γνώμῃ τοῦτο πεποιηκότες, ὡς ἀγανακτῆσαι ἐπὶ τούτῳ καὶ βα‐ | |
10 | σιλεοπάτορα Ῥωμανόν. Αὐγούστῳ δὲ μηνὶ κατεμηνύθη τὰ τῆς ἐπιβουλῆς Κωνσταντίνου Κτηματηνοῦ καὶ Δαβὶδ Καμου‐ λιανοῦ καὶ Μιχαὴλ κουράτωρος τῶν μαγγάνων· καὶ τυφθέν‐ τες οὗτοι καὶ δημευθέντες διὰ μέσης διῆλθον τῆς πόλεως καὶ ἐν ἐξορίᾳ παρεπέμφθησαν. ἤγαγον δὲ Λέοντα μάγιστρον καὶ | |
15 | δομέστικον τῶν σχολῶν ἐν τῇ πόλει, καὶ διῆλθεν ἐν μέσῃ τῇ ἀγορᾷ ἡμιόνῳ ἐφεζόμενος. ἐφωράθη δὲ καὶ Ζωὴ Αὐγούστα ἐπιβουλεύουσα Ῥωμανῷ διὰ πεφαρμαγμένων βρωμάτων ὑπὸ Θεοκλήτου νοταρίου τῆς ὑπουργίας σκευασθέντων· καὶ ταύ‐ την τοῦ παλατίου καταβιβάζουσιν καὶ εἰς τὸ Πετρίον ἀπά‐ | |
20 | γουσιν, τῆς ἁγίας Εὐφημίας μονῇ ἀποκείραντες. προσεκλήθη δὲ παρὰ Θεοφυλάκτου πατρικίου καὶ κόμητος τοῦ σταύλου εἰς ἄριστον ὁ παιδαγωγὸς Κωνσταντίνου βασιλέως Θεόδωρος | |
καὶ Συμεὼν ὁ αὐτοῦ ἀδελφός. ἐσθιόντων δὲ αὐτῶν εἰσῆλθεν | 303 | |
304 | Ἰωάννης δρουγγάριος ὁ Κουρκούας μετὰ πλείστου λαοῦ, καὶ τούτους ἀναρπάσας εἰς τὸ Ὀψίκιον ἐξώρισεν ἐν τοῖς αὐτῶν προαστείοις ὡς κατὰ Ῥωμανοῦ μελετῶντας. εἰκάδι δὲ τε‐ τάρτῃ Σεπτεμβρίου μηνὸς τῇ τοῦ Καίσαρος ἀξίᾳ, καὶ Δεκεμ‐ | |
5 | βρίῳ μηνί, δεκάτῃ ἑβδόμῃ, τῇ τῶν προπατόρων κυρίου, τῷ τῆς βασιλείας στέφεται διαδήματι παρὰ Κωνσταντίνου βασι‐ λέως καὶ Νικολάου πατριάρχου, καὶ τῇ τῶν ἁγίων φώτων ἡμέρᾳ στέφει Θεοδώραν τὴν γυναῖκα αὐτοῦ. Μαΐῳ δὲ μηνί, δεκάτῃ ἑβδόμῃ, ἰνδικτιῶνος εʹ Χριστοφόρος ὁ υἱὸς Ῥωμανοῦ | |
10 | ἀναγορεύεται βασιλεύς· στέφεται δὲ τῇ εἰκάδι τοῦ αὐτοῦ μηνὸς παρὰ Κωνσταντίνου βασιλέως, τῇ τῆς ἁγίας πεντηκο‐ στῆς ἡμέρᾳ, καὶ μόνοι οὗτοι οἱ δύο ἐν τῇ αὐτῇ προελεύσει προῆλθον. Ἰουλίῳ δὲ μηνί, ὀγδόῃ, ἰνδικτιῶνος, ἡμέρᾳ κυ‐ ρίου, ἡ τῆς ἐκκλησίας παρὰ Ῥωμανοῦ γέγονεν ἕνωσις ἁπάν‐ | |
15 | των ἑνωθέντων μητροπολιτῶν τε καὶ κληρικῶν τῶν ἀπὸ Νι‐ κολάου πατριάρχου καὶ Εὐθυμίου διεσχισμένων. ὀγδόῃ δὲ Φεβρουαρίου μηνός, ἰνδικτιῶνος δεκάτῃ ἐννάτῃ, ἀποστείλας Ῥωμανὸς ὑπερορίζει τὸν μάγιστρον Στέφανον τὸν τῆς Καλο‐ μαρίας εἰς τὴν Ἀντιγόνου νῆσον ὡς τῆς βασιλείας ἐφίεσθαι | |
20 | κατηγορηθέντα, πρῶτον αὐτὸν ἀποκείρας ἅμα Θεοφάνει Τει‐ χειώτῃ καὶ Παύλῳ ὀρφανοτρόφῳ ἀνθρώποις αὐτοῦ. ἐποίησεν | |
Ῥωμανὸς βασιλεὺς ἐν τῷ Τριβουναλίῳ πρόκενσον, συνηγμένων | 304 | |
305 | ἁπάντων μεθ’ ὅπλων ἐκεῖσε. τοῦ ἀδνουμίου δὲ γενομένου αἰφνίδιον Ῥωμανὸς καὶ Κωνσταντῖνος τάχει πολλῷ εἰς τὸ παλάτιον ὑποστρέφουσιν· ἐμηνύθη γὰρ παρὰ Λέοντος ἀνθρώ‐ που τοῦ Ἀρσενίου ἡ αὐτοῦ τοῦ Ἀρσενίου ἐπιβουλὴ καὶ Παύ‐ | |
5 | λου μαγγλαβιτῶν· οἳ τυφθέντες καὶ δημευθέντες ἐξωρίσθη‐ σαν. ἦν τότε παραδυναστεύων Ἰωάννης ὁ πρεσβύτερος καὶ ῥαίκτωρ, ὃς Λέοντα τὸν τοῦ Ἀρμενίου ἐποίησεν ἑβδομάριον, τῷ βασιλεῖ τοῦτον προσοικειώσας. Τῶν δὲ Βουλγάρων πάλιν ἐξελασάντων μέχρι Κατασύρ‐ | |
10 | των μετὰ τὴν τοῦ δομεστίκου Ἀδραλέτου τελευτὴν προε‐ βλήθη Πόθος ὁ τοῦ Ἀργυροῦ δομέστικος τῶν σχολῶν· καὶ μέχρι Θερμοπόλεως μετὰ τῶν ταγμάτων ἐξελθὼν ἀπέστειλεν Μιχαὴλ τὸν τοῦ Μωρολέοντος υἱὸν τοποτηρητὴν ὄντα τοὺς Βουλγάρους κατασκοπήσοντα. ὁ δὲ ἀπροόπτως τῷ λόχῳ αὐ‐ | |
15 | τῶν ἐμπεσὼν πολλοὺς μὲν τῶν Βουλγάρων ἀνεῖλεν, πληγεὶς δὲ αὐτὸς ἐν τῇ πόλει ἐτελεύτησεν. ἐμηνύθη δὲ τότε παρὰ Θεοκλήτου νοταρίου τῆς ὑπουργίας ἡ κατὰ Ῥωμανοῦ βασι‐ λέως ἐπιβουλὴ Ἀναστασίου σακελλαρίου καὶ ἄρχοντος τοῦ χρυσοχόου, καὶ Θεοδωρήτου κοιτωνίτου, καὶ Δημητρίου νοτα‐ | |
20 | ρίου βασιλικοῦ τοῦ εἰδικοῦ, καὶ Νικολάου τοῦ Κουβάτζη, καὶ Θεοδότου πρωτοκαράβου· καὶ δὴ ἐλεγχθέντες ἐτύφθησαν | |
καὶ ἐν τῇ μέσῃ διῆλθον. ὁ δὲ Θεοδώρητος ἰδίως ἐν τῷ λε‐ | 305 | |
306 | γομένῳ Τρικόγχῳ τοῦ παλατίου τυφθεὶς καὶ αὐτὸς ἐξωρίσθη. τὸν δὲ σακελλάριον Ἀναστάσιον ἀπέκειρεν ἐν τῇ μονῇ τῶν Ἐλειμῶν, ἔνθα καὶ τελευτᾷ. τοιαύτης προφάσεως λαβόμενος Ῥωμανὸς τὸν βασιλέα Κωνσταντῖνον ὑποβιβάζει καὶ δεύτερον | |
5 | καθίστησιν, ἑαυτὸν δὲ προάγει εἰς τοὔμπροσθεν. Ἐκστρατεύει δὲ πάλιν Συμεὼν κατὰ Ῥωμαίων, καὶ πλῆ‐ θος Βουλγάρων ἀποστείλας ἐκέλευσεν κατὰ τῆς πόλεως ὡς τάχιστα ἐξελαύνειν. διελθόντων οὖν διὰ τῶν ὀρῶν, ἦλθον μέχρι τῶν Μαγλαβά. τὴν αὐτὴν δὲ ἔφοδον μαθὼν ὁ βασι‐ | |
10 | λεὺς Ῥωμανός, μὴ τὰ τῶν Πηγῶν παλάτια καὶ τὸ Στενὸν κατελθόντες ἐμπρήσωσιν, Ἰωάννην ῥαίκτορα ἀποστέλλει ἅμα Λέοντι καὶ Πόθῳ, τοῖς Ἀργυροῖς λεγομένοις, ἔχοντας μεθ’ ἑαυτῶν πλῆθος ἱκανὸν ἔκ τε τῶν βασιλικῶν καὶ τῶν τῆς ἑταιρίας καὶ τῶν ταγματικῶν, οἷς συνῆν καὶ Ἀλέξιος πατρίκιος καὶ δρουγ‐ | |
15 | γάριος τῶν πλωΐμων ὁ Μουσελὲ μετὰ τοῦ λαοῦ αὐτοῦ. ἦν δὲ τῶν νηστειῶν ἑβδομὰς πέμπτη. διατάξαντες οὗτοι τὸν λαόν, τῶν Βουλγάρων ἄνωθεν ἀναφανέντων ἐνόπλων καὶ βοῇ χρησαμένων ἀσήμῳ καὶ φοβερᾷ παρευθὺ μὲν φεύγει Ἰωάν‐ νης ὁ ῥαίκτωρ, σφάττεται δὲ ὑπὲρ τούτου ἀγωνιζόμενος Φω‐ | |
20 | τεινὸς ὁ τοῦ Πλατυπόδη υἱὸς καὶ πολλοὶ ἕτεροι. μόλις οὖν | |
διασωθεὶς εἰσῆλθεν εἰς δρόμωνα. ἦλθεν δὲ φεύγων ἔνοπλος | 306 | |
307 | καὶ Ἀλέξιος ὁ Μουσελὲ δρουγγάριος, καὶ μὴ ἰσχύσας τέλειον ἀνελθεῖν ἐν τῇ τοῦ δρόμωνος ἀποβάθρᾳ, πεσὼν ἐν τῇ θα‐ λάσσῃ σὺν τῷ αὐτοῦ πρωτομανδάτωρι ἀπεπνίγη. οἱ Ἀργυροὶ δὲ ἐν τῷ καστελλίῳ διεσώθησαν φεύγοντες. οἱ δὲ Βούλγα‐ | |
5 | ροι μηδένα ἔχοντες κωλύοντα τά τε παλάτια τῶν Πηγῶν ἐπυρπόλησαν καὶ τὸ Στενὸν ἅπαν κατέκαυσαν. Εἰκάδι δὲ Φεβρουαρίου μηνός, δεκάτης ἰνδικτιῶνος, Θεο‐ δώρα σύμβιος Ῥωμανοῦ τελευτᾷ, καὶ κατετέθη τὸ σῶμα αὐ‐ τῆς ἐν τῷ οἴκῳ αὐτοῦ. τῷ δὲ αὐτῷ μηνὶ στέφεται Σοφία ἡ | |
10 | τοῦ βασιλέως Χριστοφόρου γυνή. τηνικαῦτα δὲ κουροπαλά‐ της Ἰβὴρ ἐν τῇ πόλει παρεγένετο, καὶ διὰ μέσης διελθὼν κε‐ κοσμημένης λαμπρῶς. ὃν καὶ ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ Σοφίᾳ εἰσήγαγον· καὶ τὸ κάλλος αὐτῆς καὶ τὸ μέγεθος θεασάμενος, καὶ τὸν πολυτελῆ κόσμον ὑπερθαυμάσας, αὖθις ὑπέστρεψεν | |
15 | εἰς τὰ ἴδια. Ἰουνίῳ δὲ μηνὶ τῶν Βουλγάρων πάλιν ἐκστρατευσάντων καὶ μέχρι τῆς ἁγίας Θεοδώρας παλατίων ἐλθόντων καὶ ταῦτα πυρὶ παραδόντων, ἐξανιστάμενος ὁ βασιλεὺς Ῥωμανὸς τοὺς τῶν ταγμάτων ἄρχοντας συνεκάλεσεν, συνόντος αὐτῷ καὶ τοῦ | |
20 | λεγομένου Σακτίκη, καὶ παρῄνει τούτοις καὶ προυτρέπετο κα‐ τὰ τῶν ἐναντίων ἐξελθεῖν καὶ τῆς πατρίδος ὑπεραγωνίσα‐ | |
σθαι. οἱ δὲ συνέθεντο ἑτοίμως ὑπὲρ τῶν Χριστιανῶν ἀπο‐ | 307 | |
308 | θνήσκειν. τῇ οὖν ἐπαύριον καθοπλισθεὶς ὁ εἰρημένος Σακ‐ τίκης ἀληθῆ οὖσαν τὴν ἑαυτοῦ πίστιν τε καὶ ἀνδρίαν ἀπέ‐ δειξεν· ὄπισθεν γὰρ τῶν Βουλγάρων γενόμενος καὶ εἰς τὸ στρατόπεδον αὐτῶν ἐμπεσὼν πάντας τοὺς ἐκεῖ εὑρεθέντας κα‐ | |
5 | τέσφαξεν. μαθόντες οὖν οἱ Βούλγαροι τὸ γεγονὸς ὑποστρέ‐ φουσιν ἐν τῷ στρατοπέδῳ, καὶ πολέμου συγκροτηθέντος τρέ‐ πουσιν τὸν Σακτίκην σὺν ὀλίγοις ὑπάρχοντα. ὁ δὲ ἐπειδὴ γενναίως ἀγωνισάμενος καὶ πολλοὺς ἀνελὼν οὐκέτι ἀντέχειν ἠδύνατο, πρὸς τὸ πλῆθος τῶν πολεμίων μεθίησιν τοῦ ἵππου | |
10 | τὸν χαλινὸν καὶ εἰς φυγὴν ἤλαυνεν· ποταμὸν δέ τινα ἐκεῖσε παραρρέοντα διαπερῶν, τοῦ ἵππου αὐτοῦ ἐν τῇ ἰλύϊ ἐμπαγέν‐ τος, τιτρώσκεται κατὰ τῆς ἕδρας καὶ τοῦ μηροῦ. μόλις οὖν τοῦ ἵππου ἐκτὸς ἰλύος ἀνασπασθέντος διασώζεται μέχρι τῶν Βλαχερνῶν, καὶ τεθεὶς ἐν τῇ ἁγίᾳ σορῷ καιρίας τῆς πληγῆς | |
15 | οὔσης τῇ νυκτὶ ἐτελεύτησεν. Ἀδριανὸς δέ τις Χάλδος, πρὸς δὲ καὶ Τατζάτης Ἀρμέ‐ νιος πλούσιος πάνυ, τῇ συνθήκῃ καὶ συμβουλῇ Βάρδα τοῦ Βοηλᾶ στρατηγοῦντος ἐν Χαλδίᾳ, τυραννίδα καὶ ἀνταρσίαν κατὰ Ῥωμανοῦ βασιλέως συσκευάζουσι, τὸ Παΐπερτε λεγόμε‐ | |
20 | νον ὀχύρωμα κατασχόντες· οὓς ὁ δομέστικος τῶν σχολῶν Ἰωάννης ὁ Κουρκούας καταπολεμήσας τοὺς μὲν κατέσχεν, ὧν | |
τοὺς περιφανεστέρους ἀποτυφλοῖ, τὴν οὐσίαν δημεύσας· Τα‐ | 308 | |
309 | τζάτης δὲ ἐν ἑτέρῳ ὀχυρωτάτῳ καστελλίῳ διαφυγὼν καὶ λό‐ γον τοῦ μή τι κακὸν παθεῖν δεξάμενος ἐν τῇ πόλει εἰσεληλύ‐ θει, καὶ τῇ τοῦ μαγγλαβίτου ἀξίᾳ τιμηθεὶς ἐν τῷ οἴκῳ τῶν Μαγγάνων διῃτᾶτο τηρούμενος. δρασμὸν δὲ βουλευσάμενος | |
5 | ἁλίσκεται καὶ τῶν ὀμμάτων στερίσκεται. Βάρδαν δὲ τὸν Βοηλᾶν ἀπέκειραν μοναχόν. Τοῦ δὲ πατρικίου τοῦ ὄντος ἐπονομαζομένου Μωρολέον‐ τος Ἀδριανουπόλεως στρατηγοῦντος, κρατίστου τὰ πολεμικὰ καὶ περιδεξίου τυγχάνοντος, ὃς πλείστας κατὰ Βουλγαρίας | |
10 | ἀνδραγαθίας ἐπεδείξατο, ὁ Βούλγαρος Συμεὼν σὺν παντὶ τῷ στρατεύματι τὴν εἰρημένην πόλιν περιεκύκλωσεν, καὶ χάρακα περιβαλὼν ἰσχυρῶς ταύτην ἐπολιόρκει. ἐπεὶ δὲ ὅ τε σῖτος τοὺς ἐν τῇ πόλει ἐπιλελοίπει καὶ λιμὸς ἐπίεζε χαλεπὸς (οὐ‐ δαμόθεν γὰρ εἶχον ἐπισιτίσασθαι), τῇ ἐνδείᾳ πιεζόμενοι προ‐ | |
15 | δεδώκασιν ἑαυτούς τε καὶ τὸν στρατηγὸν τοῖς Βουλγάροις, ὃν χειρωσάμενος Συμεών, καὶ δεσμὰ καθ’ ὅλου τοῦ σώματος περιβαλών, ἀπέκτεινεν θανάτῳ πικρῷ. Βουλγάροις οὖν τὴν τῆς πόλεως παραδοὺς φυλακὴν ὑπεχώρησεν. Λέοντος δὲ τοῦ Τριπολίτου μετὰ δυνάμεως πολλῆς καὶ πλοίων πολεμικῶν | |
20 | κατὰ Ῥωμαίων ἐξελθόντος καὶ ἐν τῇ νήσῳ Λήμνῳ καταλα‐ βόντος, Ἰωάννης πατρίκιος καὶ δρουγγάριος τῶν πλωΐμων ὁ Ῥαδινὸς αἰφνίδιος ἐπέθετο αὐτῷ, καὶ πολέμου γεγονότος θεοῦ | |
συνεργείᾳ οἱ ὑπ’ αὐτὸν τρέπονται Ἀγαρηνοί· μόνος δὲ αὐ‐ | 309 | |
310 | τὸς Τριπολίτης φυγῇ διασωθείς. Σεπτεμβρίῳ δὲ μηνὶ ἰνδικ‐ τιῶνος δευτέρας, Συμεὼν ὁ ἄρχων Βουλγαρίας πανστρατὶ κατὰ Κωνσταντινουπόλεως ἐκστρατεύει, καὶ ληΐζεται μὲν Θρᾴ‐ κην τε καὶ Μακεδονίαν, ἐμπυρίζει δὲ πάντα, καταστρέφει καὶ | |
5 | δενδροτομεῖ. μέχρι δὲ Βλαχερνῶν γενόμενος ἐπεζήτησεν ἐπι‐ σταλῆναι αὐτῷ τὸν πατριάρχην Νικόλαον καί τινας τῶν μεγι‐ στάνων ὥστε περὶ εἰρήνης αὐτοῖς συντυχεῖν. ἔλαβον οὖν ὁμήρους ἀμφότεροι, καὶ ἐξῆλθον πρότερον μὲν ὁ πατριάρχης Νικόλαος, ἔπειτα Μιχαὴλ πατρίκιος ὁ Στουπιώτης καὶ Ἰω‐ | |
10 | άννης ὁ μυστικὸς παραδυναστεύων· ἤδη γὰρ Ἰωάννης ὁ ῥαίκτωρ διαβληθεὶς πρὸς τὸν βασιλέα, ἀσθένειαν προφασισά‐ μενος, τοῦ παλατίου κατεληλύθει καὶ ἐν τῇ αὐτοῦ μονῇ πλη‐ σίον τῶν Γαλακρινῶν ἀπεκάρῃ. οἱ μὲν οὖν μετὰ Συμεὼν περὶ εἰρήνης διελέγοντο, ὁ δὲ αὐτοὺς μὲν ἀπεπέμψατο, αὐτὸν | |
15 | δὲ τὸν βασιλέα Ῥωμανὸν ἐπεζήτει θεάσασθαι· παρὰ πολλῶν γὰρ πεπληροφόρητο περὶ τῆς αὐτοῦ φρονήσεως καὶ ἀνδρίας καὶ συνέσεως. ὁ δὲ βασιλεὺς σφόδρα ἐπὶ τούτῳ ἠγαλλιάσατο· ἐπόθει γὰρ τὴν εἰρήνην, καὶ τὰς γενομένας τῶν αἱμάτων ἐκ‐ χύσεις ὁσημέραι. ἀποστείλας οὖν ἐν τῷ τοῦ Κοσμιδίου αἰ‐ | |
20 | γιαλῷ κατεσκεύασεν ἐν τῇ θαλάσσῃ ὀχυρωτάτην ἀπόβασιν ὥστε τὴν βασιλικὴν τριήρη διεκπλέουσαν αὐτῇ προσορμίζε‐ | |
σθαι. περιφράξας οὖν αὐτὴν πάντοθεν διατείχισμα μέσον γε‐ | 310 | |
311 | νέσθαι προσέταξεν, ἐν ᾧ ἀλλήλοις ἔμελλον ὁμιλεῖν. ἀποστεί‐ λας οὖν Συμεὼν τὸν τῆς ὑπεραγίας θεοτόκου ναὸν ἐνέπρησεν τὸν ἐν τῇ Πηγῇ καὶ τὰ πέριξ αὐτοῦ σύμπαντα, δῆλος ὢν ἐντεῦθεν μὴ τὴν εἰρήνην ἑλὼν ἀλλ’ ἐλπίσι μετεώροις τοῦτον | |
5 | ἐξαπατῶν. παραγενόμενος δὲ ἐν Βλαχέρναις ὁ βασιλεὺς ἅμα Νικολάῳ τῷ πατριάρχῃ ἐν τῇ ἁγίᾳ εἰσῆλθον σορῷ, καὶ τὰς χεῖρας ἐξέτεινεν εἰς εὐχήν, εἶτα πρηνὴς πεσὼν δάκρυσι τὸ ἅγιον κατέβρεχεν ἔδαφος, τὴν πανάχραντον θεοτόκον ἀντιβο‐ λῶν τὴν ἀκαμπῆ καὶ ἀμείλικτον τοῦ ὑπερηφάνου Συμεὼν μα‐ | |
10 | λάξαι καρδίαν καὶ πεῖσαι τὰ πρὸς εἰρήνην. καὶ τὸ ἅγιον κιβώτιον διανοίξαντες, ἔνθα τὸ σεπτὸν τῆς ἁγίας θεοτόκου τεθησαύριστο ὠμοφόριον, τοῦτο ὁ βασιλεὺς ἀνελόμενος, καὶ τὴν πίστιν τὴν εἰς τὴν ὑπεράμωμον θεοτόκον οἷα περικεφα‐ λαίαν τινὰ περιθέμενος, ἐξῄει τοῦ ναοῦ, ὅπλοις ἀσφαλέσι φρα‐ | |
15 | ξάμενος. τὸν σὺν αὐτῷ οὖν στόλον ἀσπίσι τε καὶ ὅπλοις κο‐ σμήσας, τὸν ὡρισμένον τόπον κατέλαβεν συνομιλῆσαι τῷ Συ‐ μεών. πέμπτῃ οὖν ἡμέρᾳ ὅτε ταῦτα ἐγένετο, ἐννάτῃ τοῦ Νο‐ εμβρίου μηνός, τετάρτῃ τῆς ἡμέρας ὥρᾳ, παρεγένετο Συμεὼν πλῆθος ἄπειρον ἐπαγόμενος, τῶν μὲν χρυσασπίδων καὶ χρυ‐ | |
20 | σοδοράτων, τῶν δὲ ἀργυρασπίδων καὶ ἀργυροδοράτων, τῶν δὲ πάσῃ ὅπλων χρείᾳ κεκοσμημένων, πάντων καταπεφραγμέ‐ νων σιδήρῳ· οἳ μέσον αὐτῶν διειληφότες τὸν Συμεὼν ὡς | |
βασιλέα εὐφήμουν τῇ Ῥωμαίων φωνῇ. πάντες δὲ οἱ τῆς συγ‐ | 311 | |
312 | κλήτου βουλῆς τοῖς τείχεσιν ἐφεστῶτες κατεθεῶντο τὰ δρώ‐ μενα. ἦν οὖν τότε ἰδεῖν ψυχὴν βασιλικὴν τῷ ὄντι καὶ μεγα‐ λόφρονα, καὶ θαυμάσαι τὸ τοῦ φρονήματος ἀκατάπληκτον, ὅπως τοσαύτην πολεμίων βλέπων ἐπιφορὰν οὐ κατεπλάγη καὶ | |
5 | συνεστάλη καὶ ὑπεχώρησεν, ἀλλ’ ὥσπερ εἰς φίλων πλῆθος χωρῶν οὕτως ἀτρέμας ἀπῄει, μονονουχὶ τὴν ψυχὴν τοῖς πο‐ λεμίοις τῶν ὑπηκόων διδοὺς ἀντίλυτρον. πρῶτος οὖν ἐν τῇ ῥηθείσῃ ἀποβάθρᾳ καταλαβὼν τὸν Συμεὼν ἐξεδέχετο· ἐπεὶ δὲ ὅμηροι ἐξ ἀμφοτέρων ἐλήφθησαν, καὶ τὴν ἀποβάθραν οἱ | |
10 | Βούλγαροι διηρευνήσαντο ἀκριβῶς μή πώς τις δόλος ἢ ἔνε‐ δρα τυγχάνῃ, κατῆλθεν Συμεὼν τοῦ ἵππου, καὶ πρὸς τὸν βα‐ σιλέα εἰσῆλθεν. ἀσπασάμενοι οὖν ἀλλήλους εἰρήνης λόγους ἐκίνησαν. εἰπεῖν δὲ λέγεται τὸν βασιλέα πρὸς Συμεὼν “ἀκή‐ κοά σε θεοσεβῆ ἄνθρωπον καὶ Χριστιανὸν ὑπάρχοντα ἀληθι‐ | |
15 | νόν. βλέπω δὲ τὰ ἔργα μηδαμῶς τοῖς λόγοις συμβαίνοντα. ἴδιον μὲν γὰρ θεοσεβοῦς ἀνθρώπου καὶ Χριστιανοῦ τὸ τὴν εἰρήνην καὶ τὴν ἀγάπην ἀπασπάζεσθαι, εἴπερ ὁ θεὸς ἀγάπη ἔστι καὶ λέγεται, ἀσεβοῦς δὲ καὶ ἀπίστου τὸ χαίρειν σφαγαῖς καὶ αἵμασιν ἀδίκως ἐκχεομένων. εἰ μὲν οὖν ἀληθὴς Χρι‐ | |
20 | στιανὸς ὑπάρχεις, καθὼς πεπληροφορήμεθα, στῆσόν ποτε τὰς ἀδίκους σφαγὰς καὶ τὰς τῶν ἀνοσίων αἱμάτων ἐκχύσεις, καὶ | |
σπεῖσαι μεθ’ ἡμῶν τῶν Χριστιανῶν τὴν εἰρήνην, Χριστια‐ | 312 | |
313 | νὸς ὢν καὶ αὐτὸς καὶ ὀνομαζόμενος, καὶ μὴ θέλε μολύνεσθαι Χριστιανῶν δεξιὰς αἵμασιν ὁμοπίστων Χριστιανῶν. ἄνθρω‐ πος εἶ καὶ αὐτὸς θάνατον προσδοκῶν καὶ ἀνάστασιν καὶ ἀντ‐ απόδοσιν. σήμερον ὑπάρχεις, καὶ αὔριον εἰς κόνιν διαλυ‐ | |
5 | θήσῃ. εἷς πυρετὸς ἅπαν κατασβέσει τὸ φρύαγμα. τίνα οὖν λόγον δώσεις τῷ θεῷ ἐκεῖ ἀπελθὼν ὑπὲρ τῶν ἀδίκων σφα‐ γῶν; ποίῳ προσώπῳ τῷ φοβερῷ καὶ δικαίῳ ἐνατενίσεις κριτῇ; εἰ πλούτου ἐρῶν ταῦτα ποιεῖς, ἐγώ σε κατακόρως τοῦ ἐπιθυ‐ μουμένου ἐμπλήσω. μόνον ἐπίσχες τὴν δεξιάν, ἄσπασαι τὴν | |
10 | εἰρήνην, ἀγάπησον τὴν ὁμόνοιαν, ἵνα καὶ αὐτὸς βίον ζήσῃς εἰρηνικὸν καὶ ἀπράγμονα, καὶ οἱ Χριστιανοὶ παύσωνταί ποτε τῶν συμφορῶν· οὐ θέμις γὰρ αὐτοὺς αἴρειν ὅπλα καθ’ ὁμοπίστων.” τοσαῦτα οὖν εἰπὼν ὁ βασιλεὺς ἐσίγησεν. αἰδε‐ σθεὶς οὖν Συμεὼν τὴν τούτου ταπείνωσιν καὶ τοὺς λόγους | |
15 | αὐτοῦ ἐπένευσεν τὴν εἰρήνην ποιήσασθαι. ἀσπασάμενοι οὖν ἀλλήλους διεχωρίσθησαν, δώροις μεγαλοπρεπέσι τοῦ βασιλέως δεξιωσαμένου τὸν Συμεῶνα. ὃ δὲ τότε συμβέβηκεν διηγήσο‐ μαι τεράστιόν τι καὶ τοῖς τὰ τοιαῦτα συγκρίνειν εἴδοσι παρά‐ δοξον. δύο φασὶν ἀετοὺς τῶν βασιλέων ὁμιλούντων ἄνωθεν | |
20 | αὐτῶν ὑπερπτῆναι, ἧξαί τε καὶ πρὸς ἀλλήλους συμμῖξαι καὶ παραυτίκα διαζευχθῆναι ἀλλήλων, καὶ τὸν μὲν ἐπὶ τὴν πόλιν | |
ἐλθεῖν, τὸν δὲ ἐπὶ τὴν Θρᾴκην διαπτῆναι. τοῦτο οἱ ἀκριβῶς | 313 | |
314 | τὰ τοιαῦτα σκοποῦντες οὐ καλὸν ἔκριναν οἰωνόν· ἀσυμβά‐ τους γὰρ ἐπὶ τὴν εἰρήνην διαλυθήσεσθαι ἔφησαν. Συμεὼν δὲ τὸ ἑαυτοῦ στρατόπεδον καταλαβὼν τοῖς ἑαυτοῦ μεγιστᾶσιν τὴν τοῦ βασιλέως ἀπήγγειλεν σύνεσιν καὶ ταπείνωσιν. | |
5 | Δεκεμβρίῳ δὲ μηνί, εἰκάδι πέμπτῃ, ἔστεψεν Ῥωμανὸς τοὺς υἱοὺς αὐτοῦ ἐν τῇ τοῦ θεοῦ μεγάλῃ ἐκκλησίᾳ, Στέφα‐ νόν τε καὶ Κωνσταντῖνον. ἀλλὰ καὶ Θεοφύλακτον τὸν υἱὸν αὐτοῦ ὁ πατριάρχης ἀπέκειρεν κληρικόν, χειροτονήσας ὑπο‐ διάκονον, σύγκελλόν τε προχειρισάμενος διελθόντα πρότερον ἐν | |
10 | τῷ τῶν ὑποδιακόνων τάγματι εἰς τὰ ἅγια. Ἀπριλλίῳ δὲ μηνί, εἰκοστῇ ἐννάτῃ, ἐτίμησεν Ῥωμανὸς Ἰωάννην μυστικὸν πατρί‐ κιον ἀνθύπατον. Μαΐῳ δὲ μηνί, δεκάτῃ πέμπτῃ, ἰνδικτιῶνος τρίτης, τελευτᾷ τὸν βίον ὁ πατριάρχης Νικόλαος κρατήσας ἐν τῇ δευτέρᾳ αὐτοῦ ἀναβάσει ἔτη δεκατρία· καὶ ἀπετέθη τὸ | |
15 | σῶμα αὐτοῦ ἐν τῇ ὑπ’ αὐτοῦ κτισθείσῃ μονῇ τῶν Γαλακρί‐ νων. Αὐγούστῳ δὲ μηνὶ πατριάρχης καθίσταται Στέφανος Ἀμασίας μητροπολίτης, εὐνοῦχος ὑπάρχων. Ὀκτωβρίῳ δὲ μηνὶ κατηγορήθη ὁ μυστικὸς Ἰωάννης καὶ παραδυναστεύων ὡς τῆς βασιλείας ἐφιέμενος ὑποθήκῃ τοῦ πατρικίου καὶ λο‐ | |
20 | γοθέτου τοῦ δρόμου Κοσμᾷ, διδόντος εἰς γυναῖκα τὴν θυγα‐ τέρα αὐτῷ. τούτου ἕνεκεν καταβιβάζεται μὲν τοῦ παλατίου, | |
ἐγχωρεῖται δὲ προσέρχεσθαι καὶ τῷ βασιλεῖ ὑπηρετεῖν καὶ | 314 | |
315 | σὺν αὐτῷ τὰ ἀνήκοντα διοικεῖν· στοργὴν γὰρ ὅτι πλείστην ἐκέκτητο ὁ βασιλεὺς πρὸς αὐτόν. τῶν κατηγόρων οὖν κατε‐ πειγόντων τὸν βασιλέα, ἐρευνήσας ὁ βασιλεὺς καὶ ἀληθῆ ταῦτα εἶναι μαθὼν ἔμελλε τοῦτον κατασχὼν ἀνετάζειν. ὁ δὲ | |
5 | τοῦτο προγνοὺς χρῆται φυγῇ, καὶ τὴν λεγομένην Μονοκάστα‐ νον καταλαβὼν ἀποκείρεται μοναχός. πέφευγε δὲ καὶ Κων‐ σταντῖνος ὁ τοῦ Βοηλᾶ, ὁ τῆς τραπέζης, οἰκεῖος καὶ φίλος ὢν αὐτῷ, καὶ τὸν Ὄλυμπον καταλαβὼν τὸ μοναχικὸν σχῆμα ἐν‐ δύεται· ἐδεδοίκει γὰρ καὶ αὐτὸς ἅτε συμμύστης τυγχάνων | |
10 | τοῦ μυστικοῦ καὶ τῶν ἀπορρητοτέρων αὐτοῦ κοινωνός. τὸν δὲ πατρίκιον Κοσμᾶν ἐν τῷ ὡρολογίῳ τύψας ὁ βασιλεὺς διε‐ δέξατο. προβάλλεται δὲ ἀντὶ τοῦ μυστικοῦ Ἰωάννου Θεοφά‐ νην πρωτοβεστιάριον καὶ παραδυναστεύοντα. ἐγένετο δὲ τὸ τηνικαῦτα καὶ σεισμὸς φοβερὸς ἐν τῷ τῶν Θρᾳκῴων θέματι, | |
15 | καὶ χάσμα γῆς μέγα καὶ κατάπληκτον, ὥστε πολλὰ χωρία καὶ ἐκκλησίας ἀντάνδρους καταποθῆναι. Μαΐῳ δὲ μηνί, εἰκάδι ἑβδόμῃ, δεκάτης πέμπτης ἰνδικ‐ τιῶνος, Συμεὼν ὁ ἄρχων Βουλγαρίας ἐτελεύτα, Πέτρον υἱὸν αὐτοῦ προβαλόμενος ἄρχοντα, ὃν ἐκ τῆς δευτέρας αὐτοῦ | |
20 | ἔσχεν γυναικός, τῆς ἀδελφῆς Γεωργίου τοῦ Σουρσουβούλη, ὃν καὶ ἐπίτροπον τοῖς ἑαυτοῦ παισὶν ὁ Συμεὼν καταλέλοιπεν. | |
τὰ κύκλῳ οὖν ἔθνη τὴν τοῦ Συμεὼν μαθόντα τελευτὴν ἐκστρα‐ | 315 | |
316 | τεύειν κατὰ Βουλγάρων ἐβουλεύοντο. λιμοῦ δὲ σὺν ἀκρίσιν τὸ Βουλγαρικὸν ἔθνος ἐκπιέζοντος ἐδεδίεισαν τὴν τῶν Ῥω‐ μαίων ἐπέλευσιν. βουλὴν οὖν ποιησάμενοι κατὰ Ῥωμαίων ἐκστρατεύουσιν καὶ ἐν Μακεδονίᾳ καταλαμβάνουσιν. ἔπειτα | |
5 | μαθόντες ὅτι μέλλει κατ’ αὐτῶν ὁ βασιλεὺς Ῥωμανὸς ἐκστρα‐ τεύειν, ἀποστέλλουσι Πέτρον τε καὶ Γεώργιον κρυφίως τινὰ μοναχόν, Καλοκύριν ὀνομαζόμενον, τῷ γένει Ἀρμενιακόν, χρυ‐ σόβουλλον ἐπιφερόμενον. διηγόρευε δὲ τὰ ἐν αὐτῷ ὡς τὴν μετὰ Ῥωμαίων εἰρήνην ἀσπάζονται οὐ μόνον, ἀλλὰ καὶ γα‐ | |
10 | μικὸν ποιῆσαι συνάλλαγμα. τὸν τοιοῦτον οὖν μοναχὸν ὁ βα‐ σιλεὺς ἀποδεξάμενος ἀσμενέστατα, παρευθὺ ἀπέστειλεν μετὰ δρόμωνος ἐν Μεσημβρίᾳ τὸν μοναχὸν Θεόδωρον τὸν Ἀβούκην καὶ βασιλικὸν κληρικὸν τὸν Ῥόδιον τὴν εἰρήνην συλλαλῆσαι τοῖς Βουλγάροις. οἱ δὲ παραγενόμενοι καὶ τὰ εἰκότα συλλαλή‐ | |
15 | σαντες ἐξῆλθον ἅμα Στεφάνῳ Βουλγάρῳ διὰ τῆς ξηρᾶς. ὄπι‐ σθεν δὲ αὐτῶν κατέλαβεν καὶ Γεώργιος ὁ Σουρσουβούλης, καὶ παραγενόμενοι ἐν Κωνσταντινουπόλει τὴν εἰρήνην ἐσπείσαντο. θεασάμενοι δὲ τὴν θυγατέρα Χριστοφόρου βασιλέως Μαρίαν, καὶ μεγάλως ἐπ’ αὐτῇ ἀρεσθέντες, ἔγραψαν τῷ Πέτρῳ διὰ | |
20 | τάχους παραγενέσθαι. τοῦ Βουλγάρου οὖν Πέτρου καταλα‐ βόντος, τριήρει ὁ βασιλεὺς Ῥωμανὸς ἐπιβὰς ἐν Βλαχέρναις παρεγένετο καὶ τὸν Πέτρον ἐθεάσατό τε καὶ κατησπάσατο. | |
ἐπεὶ δὲ ἀλλήλοις τὰ εἰκότα συνωμίλησαν, γράφοντες τὰ σύμ‐ | 316 | |
317 | φωνα τῆς εἰρήνης καὶ τὰ γαμικὰ ἀλλάγματα, ὀγδόῃ δὲ τοῦ Ὀκτωβρίου ἐξῆλθεν ὁ πατριάρχης Στέφανος ἅμα Θεοφάνει πρωτοβεστιαρίῳ καὶ Μαρίᾳ τῇ τοῦ βασιλέως Χριστοφόρου θυγατρὶ καὶ πάσῃ τῇ συγκλήτῳ εἰς τὸν ναὸν τῆς ὑπεραγίας | |
5 | θεοτόκου τῆς Πηγῆς, καὶ εὐλόγησεν Πέτρον τε καὶ Μαρίαν. λαμπρᾶς δὲ καὶ πολυτελοῦς γενομένης τραπέζης, καὶ πάντων τῶν εἰθισμένων τοῖς γάμοις φαιδρῶς ἐπιτελεσθέντων, εἰσῆλ‐ θεν Θεοφάνης πρωτοβεστιάριος ἅμα Μαρίᾳ τῇ θυγατρὶ τοῦ βασιλέως ἐν τῇ πόλει. τῇ δὲ τρίτῃ τοῦ γάμου ἡμέρᾳ ἐποίη‐ | |
10 | σεν ὁ βασιλεὺς Ῥωμανὸς εὐωχίαν λαμπρὰν ἐν τῇ τῶν Πη‐ γῶν ἀποβάθρᾳ. τῶν δὲ Βουλγάρων ἔνστασιν οὐ μικρὰν ποιη‐ σαμένων πρότερον εὐφημεῖσθαι Χριστοφόρον, εἶθ’ οὕτω Κων‐ σταντῖνον, ὕπειξεν τῇ ἐνστάσει ὁ βασιλεύς, καὶ γέγονεν ὅπερ ᾐτήσαντο. ἐπειδὴ δὲ πάντα ἐν τοῖς γάμοις συνετελέσθησαν, | |
15 | καὶ ἔμελλε Μαρία τὴν πρὸς Βουλγαρίαν ὁδὸν ὁδεύειν, οἱ ταύτης γονεῖς μέχρι τοῦ Ἑβδόμου συνεξῆλθον αὐτῇ, περιχυ‐ θέντων τῇ θυγατρί, καὶ πολλὰ κατέχεαν τὰ δάκρυα, καὶ ὡς εἰκὸς ἐπὶ στερήσει σπλάγχνου πεποθημένου. τόν τε γαμβρὸν ἀσπασάμενοι καὶ ταύτην ταῖς τούτου χερσὶ περιθέμενοι ἐν | |
20 | τοῖς βασιλείοις ὑπέστρεψαν. Μαρία δὲ Βουλγαρικαῖς παρα‐ δοθεῖσα χερσὶν τὴν ἐπὶ Βουλγαρίαν ἀπῄει. Τότε δὲ πρέσβεις πρὸς τὸν βασιλέα Ῥωμανὸν ἐκ Μελι‐ | |
τινῆς παρεγένοντο εἰρηνικὰς σπονδὰς ποιῆσαι. μετ’ οὐ πολὺ | 317 | |
318 | Ἀπόκαψ ὁ τοῦ Ἀμὲρ ἔκγονος, ἀμηρᾶς τῆς Μελιτινῆς, καὶ ὁ Ἀπολασὰθ στρατηγὸς εὐγενέστατος καὶ πλούσιος ὢν ἐκ Με‐ λιτινῆς παρεγένετο. ἀποδεχθέντες οὖν μετὰ τῆς προσηκούσης τιμῆς παρὰ Ῥωμανοῦ, καὶ σύμφωνα εἰρήνης ποιήσαντες, ὑπέ‐ | |
5 | στρεψαν πρὸς τὰ ἴδια. τελευτήσαντος δὲ τοῦ Ἀπόκαψ, ἀν‐ δρὸς φρονίμου καὶ συνετοῦ, διέλυσαν τὴν εἰρήνην. ἐκστρα‐ τεύουσι δὲ κατ’ αὐτῶν ὅ τε δομέστικος τῶν σχολῶν Ἰωάννης ὁ Κουρκούας μετὰ καὶ τῶν θεμάτων καὶ ὁ Μελίας μετὰ τῶν Ἀρμενίων· καὶ εἰς τοσαύτην στένωσιν τὴν Μελιτινὴν περ‐ | |
10 | ιέστησαν ὥστε αὐτὴν συντομώτατα ἐκπορθῆσαι καὶ ἐπ’ ἐδά‐ φους καταστρέψαι. ταύτην οὖν Μελιτινὴν εἰς κουρατωρίαν ἀποκαταστήσας ὁ βασιλεὺς πολλὰς χιλιάδας χρυσίου καὶ ἀρ‐ γυρίου ἐκεῖθεν δασμοφορεῖσθαι ἐτησίως πεποίηκεν. Κατηγορήθη δὲ Νικήτας ὁ μάγιστρος καὶ πενθερὸς Χρι‐ | |
15 | στοφόρου βασιλέως ὡς ὑποτιθέμενος αὐτῷ κατὰ τοῦ ἰδίου γενέσθαι πατρὸς καὶ τῆς βασιλείας αὐτὸν ἐξεῶσαι. τοῦτον οὖν ἐξαγαγόντες τῆς πόλεως ἀπέκειραν μοναχόν. Μηνὶ δὲ Ἰουλίῳ, ὀγδόῃ καὶ δεκάτῃ, ἰνδικτιῶνος ἕκτης, τελευτᾷ Στέφανος πατριάρχης· Δεκεμβρίῳ δὲ μηνὶ ἄγουσι | |
20 | Τρύφωνα μοναχὸν ἐπ’ εὐλαβείᾳ καὶ ἁγιότητι μαρτυρούμενον, καὶ χειροτονοῦσι πατριάρχην, μέχρις ἂν εἰς μέτρον ἡλικίας φθάσῃ Θεοφύλακτος ὁ Ῥωμανοῦ τοῦ βασιλέως υἱός, ὃν ἔμελ‐ | |
λον πατριάρχην χειροτονεῖν Κωνσταντινουπόλεως. εἰκάδι δὲ | 318 | |
319 | πέμπτῃ τοῦ αὐτοῦ μηνὸς χειμὼν μέγας γέγονεν, ὥστε κρυ‐ σταλλωθῆναι τὴν γῆν ἐπὶ ἡμέρας ἑκατὸν εἴκοσι, ὅθεν καὶ γέ‐ γονεν μέγας λιμὸς καὶ θάνατος πολύς, ὥστε μὴ δύνασθαι τοὺς ζῶντας ἐκκομίζειν τοὺς τεθνεῶτας. ὁ δὲ βασιλεὺς Ῥω‐ | |
5 | μανὸς τὴν ἀφόρητον ἐκείνην βίαν κατανοήσας ἀξίαν τῆς αὐ‐ τοῦ συμπαθοῦς ἐλεημοσύνης πρόνοιαν ἐποιήσατο, πολλαῖς ἐλεημοσύναις τὴν ἐκ τοῦ λιμοῦ παραμυθησάμενος ἔνδειαν· ἀνέφραξέ τε θυρίσι καὶ σανιδώμασι τὰς τῶν ἐμβόλων στοάς, ὥστε μὴ τὴν χιόνα καὶ τὸ ψῦχος ἐκεῖθεν ἐπεισιέναι τοῖς πέ‐ | |
10 | νησι. τότε δὲ καὶ τὰς λεγομένας ἄρκλας ἐν πᾶσι κατεσκεύασε τοῖς ἐμβόλοις, ἀργύριόν τε κατὰ μῆνα τοῖς ἐνταῦθα κατακει‐ μένοις πένησι διδόσθαι διετάξατο, καὶ τὰ μηνιαῖα τριμήτια ἐν ταῖς ἐκκλησίαις τοῖς πένησι διανέμεσθαι, ὡς εἶναι τὰ δι‐ δόμενα τοῖς τε ἐν ταῖς ἄρκλαις πτωχοῖς καὶ τοῖς ἐν ταῖς ἐκ‐ | |
15 | κλησίαις ἀργύρου ἐγκεχαραγμένου χιλιάδας δώδεκα. καὶ ταῦτα ἡ συμπαθὴς ἐκείνου ψυχὴ διετύπωσεν τῶν πενήτων προνοουμένη. ἀλλὰ καθ’ ἡμέραν τρεῖς αὐτῷ συνεσθίειν πέ‐ νητας διετάξατο, οἳ ἀνὰ ἓν ἐλάμβανον νόμισμα. τετράδι δὲ καὶ παρασκευῇ τρεῖς πένητες μοναχοὶ τούτῳ συνήσθιον, τὸ | |
20 | τετυπωμένον λαμβάνοντες νόμισμα. ὅπερ δὲ ἐν τοῖς μονα‐ στηρίοις εἴωθεν γίνεσθαι, ὥστε ἐν τῷ καιρῷ ἀναγινώσκειν τῆς ἑστιάσεως, τοῦτο καὶ αὐτὸς ἐποίει, διπλῆν ἑαυτῷ καὶ τοῖς | |
δαιτυμόσι τὴν τράπεζαν παρατιθείς, ὥστε τὸ μὲν σῶμα τρέ‐ | 319 | |
320 | φεσθαι τῇ συνήθει τροφῇ, τὴν δὲ ψυχὴν κατενύσσετο καὶ πολλὰς δακρύων ἠφίει πηγάς. οὐκ ἐθεάσατό ποτε μοναχὸν ἀρετὴς ἀντεχόμενον, ᾧ τινὶ τὰς ἑαυτοῦ πράξεις σὺν πολλοῖς οὐκ ἐξηγόρευσεν δάκρυσιν. πάσας τὰς τῆς πόλεως ἐκκλησίας | |
5 | πέπλοις διαφανέσι καὶ φωταγωγίαις λαμπρῶς κατεκόσμει. ἀλλὰ καὶ τοῖς ἐν ὄρεσι μοναχοῖς τῷ τε Ὀλύμπῳ καὶ τῷ Κυ‐ μηνᾷ καὶ τῷ τοῦ Βαραχαίου ὄρει οὐ διέλιπεν ἐτησίους ῥογάς, ἃς διετύπωσεν. Τῶν ἀπείρων αὐτοῦ κατορθωμάτων καὶ ἐλεημοσυνῶν | |
10 | διεξήλθομεν· Πέτρῳ δὲ τῷ Βουλγάρῳ ἐπέθετο Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ μετὰ καὶ ἑτέρων Βουλγάρων τοῦ Συμεών. καὶ φωραθέντων αὐτῶν ὁ μὲν Ἰωάννης τύπτεται καὶ ἐγκλείεται φυλακῇ, οἱ δὲ λοιποὶ τιμωρίαις οὐ ταῖς τυχούσαις ὑποβάλ‐ λονται. ταῦτα δὲ δῆλα ποιήσαντος Πέτρου τῷ βασιλεῖ Ῥω‐ | |
15 | μανῷ, ἀπέστειλεν ὁ βασιλεὺς τὸν μοναχὸν Ἰωάννην, ὃς ἐγε‐ γόνει ῥαίκτωρ, προφάσει μὲν ὡς ποιῆσαι ἀλλάγιον τῶν κρα‐ τουμένων αἰχμαλώτων, τῇ δὲ ἀληθείᾳ Ἰωάννην κατασχεῖν καὶ ἐν Κωνσταντινουπόλει ἀγαγεῖν. ὃ δὴ καὶ γέγονεν· εἰσελθὼν γὰρ ἅμα τῷ Ἰωάννῃ ἐν τῷ πλοίῳ ἀπὸ Μεσημβρίας ἦλθεν ἐν | |
20 | τῇ πόλει. μετ’ οὐ πολὺ τούτου τὸ μοναχικὸν σχῆμα ἀπορρί‐ ψαντος καὶ γυναῖκα ἐπιζητήσαντος, δέδωκεν αὐτῷ ὁ βασιλεὺς | |
οἶκον καὶ κτήματα πάμπολλα καὶ γυναῖκα ἐκ τῆς αὐτοῦ πα‐ | 320 | |
321 | τρίδος τῆς τῶν Ἀρμενιακῶν, γάμον τε λαμπρὸν ἐν τῇ τοῦ Καίσαρος οἰκίᾳ πεποίηκεν. Μαρτίου δὲ μηνὸς δευτέρᾳ ἡμέρᾳ κοσμίτης ὃς ἐπέμενεν τῷ φόρῳ ἐν τοῖς ἐκεῖσε κίοσιν, καὶ ἀπέκτεινεν ἄνδρας ἕξ. γέ‐ | |
5 | γονε δὲ ἐμπρησμὸς μέγας καὶ φοβερὸς εἰς τὸν τοῦ φόρου ἔμ‐ βολον πλησίον τοῦ ναοῦ τῆς ὑπεραγίας θεοτόκου, ὥστε κατα‐ καῆναι τά τε κηροπολεῖα καὶ τὰ γουνάρια τοῦ φόρου μέχρι τῶν ψηχῶν. ἐτελεύτησε δὲ Χριστοφόρος βασιλεὺς μηνὶ Αὐ‐ γούστῳ ἰνδικτιῶνος τετάρτης, καὶ ἐτέθη τὸ σῶμα αὐτοῦ ἐν | |
10 | τῇ ῥηθείσῃ μονῇ τοῦ πατρὸς αὐτοῦ. κατήγαγον δὲ Τρύφωνα πατριάρχην Αὐγούστῳ μηνί, ἰνδικτιῶνος τρίτης, καὶ ἀπελθόν‐ τος ἐν τῇ ἰδίᾳ μονῇ τελευτᾷ, χηρευσάσης τῆς ἐκκλησίας χρό‐ νον ἕνα μῆνας πέντε διὰ τὸ τῆς ἡλικίας ἀτελὲς Θεοφυλάκτου υἱοῦ Ῥωμανοῦ βασιλέως. Βασίλειος δέ τις Μακεδὼν πλάνος | |
15 | Κωνσταντῖνον Δοῦκα ἑαυτὸν ἐπευφημήσας πολλοὺς μεθ’ ἑαυ‐ τοῦ συνεπήγετο· οὗτος συσχεθεὶς ὑπὸ Ἐλεφαντίνου τουρμάρ‐ χου ἐκ τοῦ Ὀψικίου ὄντος ἤχθη ἐν Κωνσταντινουπόλει, καὶ ὑπὸ Πέτρου ὑπάρχου τῆς μιᾶς ἀλλοτριοῦται χειρός. εἶτα καιροῦ λαβόμενος καταλαμβάνει πάλιν τὸ Ὀψίκιον, καὶ χεῖρα | |
20 | χαλκῆν ἀντὶ τῆς κοπείσης προσαρμοσάμενος καὶ σπάθην ὑπερ‐ μεγέθη κατασκευάσας διήρχετο πλανῶν πολλοὺς ὡς αὐτὸς εἴη | |
Κωνσταντῖνος ὁ τοῦ Δουκός· οὓς καὶ συνεφελκόμενος με‐ | 321 | |
322 | γάλην κατὰ Ῥωμανοῦ ἀνταρσίαν κινεῖ. ἀποστείλας οὖν ὁ βα‐ σιλεὺς στρατὸν κατ’ αὐτοῦ αὐτόν τε συνέλαβεν καὶ τοὺς σὺν αὐτῷ· ὃν καὶ ἀγαγόντες ἐν τῇ πόλει ἀνέκρινόν τε καὶ πολ‐ λὰς αὐτῷ πληγὰς ἐπετίθεσαν. ὁ δὲ πολλοὺς τῶν ἐν τέλει | |
5 | ἐσυκοφάντει ψευδῶς ὡς συνόντες αὐτῷ, μηδὲν δὲ ἀληθὲς κατ’ αὐτῶν λέγειν ἐξελεγχθεὶς ἐν τοῖς Ἀμαστριανοῦ πυρὸς κατανάλωμα γίνεται. Χειροτονεῖται δὲ πατριάρχης ὁ προρρηθεὶς τοῦ βασι‐ λέως υἱὸς Θεοφύλακτος, Φεβρουαρίῳ βʹ, ἰνδικτιῶνος ϛʹ, τοπο‐ | |
10 | τηρητῶν ἐκ Ῥώμης ἀνελθόντων καὶ τόμον συνοδικὸν ἐπιφε‐ ρομένων περὶ τῆς αὐτοῦ χειροτονίας διαγορεύοντα· οἳ καὶ τῷ πατριάρχου θρόνῳ τοῦτον ἐνίδρυσαν. Ῥωμανὸς δὲ ὁ βασιλεὺς τῷ υἱῷ Στεφάνῳ γυναῖκα ἠγάγετο θυγατέρα οὖ‐ σαν τοῦ Γαβαλᾶ, ἐκγόνην δὲ Κατακυλᾶ, Ἄνναν ὄνομα | |
15 | ἅμα δὲ τῷ νυμφικῷ στεφάνῳ καὶ ὁ τῆς βασιλείας στέφανος ἐπετέθειτο. Ἐγένετο δὲ ἐκστρατεία πρώτη τῶν Τούρκων κατὰ Ῥω‐ μαίων ἰνδικτιῶνι ἑβδόμῃ Ἀπριλλίῳ μηνί· οἳ καὶ καταδρα‐ μόντες μέχρι τῆς πόλεως ἐληΐσαντο πᾶσαν Θρᾳκῴαν ψυχήν. | |
20 | ἀπεστάλη οὖν ὁ πατρίκιος Θεοφάνης ὁ πρωτοβεστιάριος καὶ παραδυναστεύων μετ’ αὐτῶν ποιῆσαι ἀλλάγιον, πολλὰ παρ’ | |
αὐτῶν ἐπὶ τῇ φρονήσει καὶ εὐβουλίᾳ ἐπαινεθείς, ὅτε καὶ τὸ | 322 | |
323 | μεγαλόψυχον καὶ φιλάνθρωπον αὐτοῦ ὁ βασιλεὺς Ῥωμανὸς ἐπεδείξατο, μηδενὸς φεισάμενος χρήματος πρὸς τὴν αἰχμαλώ‐ των ἀνάρρυσιν. Ἠγάγετο δὲ ὁ βασιλεὺς τῷ τελευταίῳ υἱῷ Κωνσταντίνῳ | |
5 | ἐκ γένους τῶν Ἀρμενιακῶν γυναῖκα τοὔνομα Ἑλένην, τοῦ πα‐ τρικίου Ἀδριανοῦ θυγατέρα, ἧς καὶ τελευτησάσης ἑτέρᾳ τοῦ‐ τον συνέζευξεν γυναικὶ ὀνόματι Θεοφανῷ. Ἰουνίου δὲ μηνὶ ἑνδεκάτῃ, δεκατετάρτης ἰνδικτιῶνος, κα‐ τέπλευσαν οἱ Ῥῶς κατὰ Κωνσταντινουπόλεως, χιλιάδες δέκα. | |
10 | ἀπεστάλη δὲ μετὰ τριήρων καὶ δρομώνων ὁ πρωτοβεστιάριος Θεοφάνης, καὶ τόν τε στόλον προευτρεπίσας καὶ κατοχυρώρας ὡς μάλιστα τοὺς Ῥῶς ἐξεδέχετο. ἐπεὶ ἐκεῖνοι κατέλαβον καὶ πλησίον τοῦ Φάρου ἐγένοντο, οὗτος πρὸς τῷ τοῦ Εὐξείνου πόντου στόματι παρεδρεύων ἐν τῷ Ἱερῷ λεγομένῳ, καὶ δὴ | |
15 | πρῶτος ἐν τῷ οἰκείῳ δρόμωνι διεκπλεύσας, τήν τε σύνταξιν τῶν Ῥωσικῶν πλοίων διέλυσεν καὶ τῷ ἐσκευασμένῳ πυρὶ πλεῖστα κατέφλεξεν, τὰ λοιπὰ δὲ ἐτρέψαντο εἰς φυγήν· ᾧ ἀκολούθως οἱ λοιποὶ δρόμωνες ἐπεκδραμόντες τελείαν εἰργά‐ σαντο τὴν τροπήν, καὶ πολλὰ μὲν πλοῖα κατέδυσαν ἄντανδρα, | |
20 | πολλοὺς δὲ κατέστρωσαν, πλείστους δὲ ζῶντας συνέλαβον. κα‐ τῆλθε δὲ τηνικαῦτα Ἰωάννης ὁ δομέστικος ὁ Κουρκούας μετὰ | |
παντὸς τοῦ τῆς ἀνατολῆς στρατεύματος, καὶ πολλοὺς τούτων | 323 | |
324 | διέφθειρεν ἀποσπάδας τῇδε κἀκεῖσε καταλαμβάνων. πολλὰ γὰρ κακὰ οὗτοι διεπράξαντο. τό τε γὰρ Στενὸν λεγόμενον ἐνέπρησαν, καὶ οὓς συνελάμβανον αἰχμαλώτους τοὺς μὲν ἀνε‐ σταύρουν, τοὺς δὲ τῇ γῇ προσεπατάλευσαν, τοὺς δὲ ὥσπερ | |
5 | σκοποὺς ἱστάντες βέλεσι κατετόξευον. ὅσους δὲ τοῦ ἱερατι‐ κοῦ κλήρου συνελάμβανον, ὄπισθεν τὰς χεῖρας δεσμοῦντες ἥλους σιδηροῦς κατὰ μέσης τῆς κεφαλῆς αὐτῶν κατεπήγνυ‐ σαν, πολλούς τε ἁγίους ναοὺς τῷ πυρὶ παρέδωκαν. χειμῶ‐ νος δὲ ἤδη ἐνισταμένου καὶ τροφῶν ἀποροῦντες ἐβουλεύσαντο | |
10 | τὰ οἰκεῖα καταλαβεῖν, καὶ δὴ λαθεῖν τὸν στόλον σπουδάζον‐ τες, Σεπτεμβρίῳ μηνὶ ἰνδικτιῶνος δεκαπέμπτης νυκτὸς ἀντι‐ πλεῦσαι ὡρμηκότες ἐπὶ τὰ Θρᾳκῷα μέρη ὑπὸ τοῦ ῥηθέν‐ τος Θεοφάνους ὑπηντήθησαν· οὐδὲ γὰρ ἔλαθον τὴν αὐ‐ τοῦ ἐγρηγορωτάτην ψυχήν. εὐθὺς οὖν δευτέρα ναυμαχία | |
15 | ἐγίνετο, καὶ πλεῖστα πλοῖα ἐβύθισεν· ὀλίγοι δὲ μετὰ τῶν πλοίων περισωθέντες καὶ ἐν τῇ τῆς Κοίλης περισωθέντες ἀκτῇ νυκτὸς ἐπελθούσης διέφυγον. Θεοφάνης δὲ μετὰ νί‐ κης ὑποστρέψας λαμπρᾶς ἐντίμως ὑπεδέχθη καὶ παρακοιμώ‐ μενος ἐτιμήθη. | |
20 | Ἐπεὶ ὁ ῥηθεὶς Ἰωάννης ὁ μάγιστρος ἄριστος ἐγένετο τὰ πολεμικά, ἐπλάτυνεν ὅρους, πλείστας τε πόλεις ἐπόρθησεν | |
τῶν Ἀγαρηνῶν, διὰ τὸ περιφανὲς τῆς τοῦ ἀνδρὸς ἀρετῆς | 324 | |
325 | **** δομεστικὸς δὲ ἀντικαθίσταται ὁ πατρίκιος Πανθή‐ ριος, συγγενὴς τοῦ βασιλέως ὢν Ῥωμανοῦ. Ἰνδικτιῶνι πρώτῃ Ἀπριλλίῳ μηνὶ ἐπῆλθον πάλιν οἱ Τοῦρκοι μετὰ πλείστης δυνάμεως. ὁ δὲ πατρίκιος Θεοφάνης | |
5 | ὁ παρακοιμώμενος ἐξελθὼν σπονδὰς εἰρηνικὰς ἐποίησεν μετ’ αὐτῶν, χρόνους πέντε τὴν εἰρήνην διαφυλαχθῆναι. Δευτέρᾳ ἰνδικτιῶνι ὁ βασιλεὺς Ῥωμανὸς Πασχάλιον πρωτοσπαθάριον καὶ στρατηγὸν Λαγγοβάρδων πρὸς τὸν ῥῆγα Φραγγίας Οὔγωνα ἐξαπέστειλεν, τὴν τοῦ αὐτοῦ θυγατέρα ἐπι‐ | |
10 | ζητῶν εἰς νύμφην Ῥωμανῷ τῷ τοῦ γαμβροῦ αὐτοῦ Κωνσταν‐ τίνου υἱῷ· ἣν καὶ ἀναλαβὼν ὁ εἰρημένος Πασχάλιος μετὰ πλούτου πολλοῦ ἐν τῇ πόλει ἀνήγαγεν. γέγονε δὲ ὁ γάμος Σεπτεμβρίῳ μηνί· ἥτις καὶ ἐτελεύτησεν ζήσασα ἔη μετὰ τοῦ ἀνδρὸς αὐτῆς πέντε. | |
15 | Ἐν ταῖς ἡμέραις τῆς αὐτοκρατορίας Κωνσταντίνου τοῦ αὐτῆς πενθεροῦ, ἀνέμου βιαίου σφόδρα καταπνεύσαντος, Δε‐ κεμβρίῳ μηνί, οἱ λεγόμενοι ἐν τῷ ἱππικῷ δῆμοι κατέπεσον, οἳ ἀπ’ ἐναντίας τοῦ βασιλικοῦ θρόνου ἐτύγχανον, καὶ συνέτρι‐ ψαν τὰ ὑποκάτωθεν μάρμαρα καὶ στηθέα λεγόμενα. χρόνου | |
20 | δὲ περικυκλωμένου τῷ αὐτῷ μηνὶ τὸν βασιλέα Ῥωμανὸν τοῦ παλατίου κατήγαγον. Τῆς δὲ πόλεως Ἐδέσης, ἐν ᾗ τὸ τίμιον τοῦ Χριστοῦ ἐκ‐ μαγεῖον ἀπέκειτο, παρὰ τοῦ Ῥωμαϊκοῦ πολιορκουμένης στρα‐ | |
τεύματος καὶ εἰς ἀνάγκην μεγίστην προϊσταμένης, ἀπέστει‐ | 325 | |
326 | λαν οἱ ταύτης οἰκήτορες πρὸς τὸν βασιλέα Ῥωμανὸν δια‐ πρεσβευόμενοι τὴν πολιορκίαν λυθῆναι, τὸ δὲ τοῦ Χριστοῦ ἅγιον ἐκμαγεῖον παρέχειν ἐπαγγελλόμενοι. ὑπὲρ τοιαύτης δὲ χάριτος δεσμίους ᾐτήσαντο τῶν ἐμφανῶν ἀντιλαβεῖν, χρυσο‐ | |
5 | βούλλιόν τε λαβεῖν ὥστε μηκέτι τὴν τούτων χώραν παρὰ τοῦ Ῥωμαίων στρατοῦ ληΐζεσθαι· ὃ δὴ καὶ γέγονεν. τοῦ δὲ ἁγίου ἐκμαγείου ἀποσταλέντος καὶ ἤδη τῇ Κωνσταντινουπόλει πλησιάζοντος, Θεοφάνης ὁ πατρίκιος καὶ παρακοιμώμενος ἐν τῷ ποταμῷ Σάγαρ ἐξελθὼν ὑπήντησεν αὐτῷ μετὰ λαμπρᾶς τιμῆς | |
10 | τε καὶ ὑμνῳδίας, καὶ τῇ δεκάτῃ πέμπτῃ τοῦ Αὐγούστου μηνὸς σὺν αὐτῷ ἐν τῇ πόλει εἰσῆλθεν, τοῦ βασιλέως ἐν Βλαχέρναις ὄντος κἀκεῖ αὐτὸ προσκυνήσαντος. τῇ δὲ ἐπαύριον ἐξῆλθεν ἐν τῇ Χρυσῇ πόρτῃ· οἱ δὲ τοῦ βασιλέως δύο υἱοὶ Στέφα‐ νος καὶ Κωνσταντῖνος καὶ ὁ γαμβρὸς αὐτοῦ Κωνσταντῖνος | |
15 | σὺν τῷ πατριάρχῃ Θεοφυλάκτῳ, καὶ μετὰ τῆς δεούσης τοῦτο ἀναλαβόντες τιμῆς, τῆς συγκλήτου πάσης προπορευομένης καὶ φωταγωγίας μεγίστης προαγούσης, μέχρι τοῦ ναοῦ τῆς ἁγίας τοῦ θεοῦ σοφίας πεζὸν διεκόμισαν, καὶ προσκυνηθὲν ἐκεῖσε ἐν τῷ παλατίῳ ἀνήγαγον. | |
20 | Ἐν ταύταις δὲ ταῖς ἡμέραις Ἀρμένιόν τι τέρας τῇ πόλει ἐπεφοιτήκει, παῖδες συμφυεῖς ἄρρενες ἐκ μιᾶς προελ‐ θόντες γαστρός, ἄρτιοι μὲν πάντα τὰ μέλη τοῦ σώματος, | |
ἀπὸ δὲ τοῦ στόματος τῆς γαστρὸς καὶ μέχρι τὸν ὑπογα‐ | 326 | |
327 | στέρα συμπεφυκότες καὶ ἀλλήλους ὑπάρχοντες ἀντιπρόσω‐ ποι· οἳ ἐπὶ πλεῖστον τῇ πόλει ἐνδιατρίψαντες, καὶ ὑπὸ πάν‐ των ὡς ἐξαίσιόν τι τέρας ὁρώμενοι, τῆς πόλεως ὡς πονηρός τις οἰωνὸς ἐξηλάθησαν. ἐπὶ δὲ τῆς μονοκρατορίας βασιλείας | |
5 | Κωνσταντίνου πάλιν εἰσήλθεσαν. ἐπεὶ δὲ ὁ ἕτερος αὐτῶν ἐτέθνηκεν, ἰατροί τινες ἔμπειροι τὸ συγκεκολλημένον μέρος διέτεμον εὐφυῶς, ἐλπίδι τοῦ τὸν ἕτερον ζήσεσθαι· ὃς τρεῖς ἡμέρας ἐπιβιοὺς ἐτελεύτησεν. Καὶ ἐν πᾶσι μέν, ὡς ἀνωτέρω εἴρηται, μοναχοῖς πίστιν | |
10 | ἐκέκτητο ὁ βασιλεῦς, διαφερόντως δὲ ἐτίμα καὶ ὑπερέσεβεν Σέργιον τὸν ἐν μονασταῖς διαλάμποντα, ὃς ἀδελφὸς μὲν τοῦ μαγίστρου ἐπεφύκει Κοσμᾶ, ἀνεψιὸς δὲ τοῦ πατριάρχου Φω‐ τίου ἐτύγχανεν· ὃν πλέον τῆς σαρκικῆς εὐγενείας ἡ κατὰ ψυχὴν ἐτίμα εὐγένεια. τοῦτον δὴ τὸν ἀοίδιμον ἀδιαλείπτως | |
15 | μεθ’ ἑαυτοῦ εἶχεν ὁ βασιλεύς, κανόνα ὄντως καὶ σταθμὴν τὸν αὐτοῦ βίον ἀεὶ ῥυθμίζοντα· ὃς πολλὰ παρῄνει τῷ βασιλεῖ τῶν παίδων ἐπιμελεῖσθαι καὶ μὴ ἀπαιδεύτους ἐᾶν εἰς πονη‐ ρίαν ἐγκλίνοντας, μή ποτε καὶ αὐτὸς πάθοι τὸ τοῦ Ἠλεί. ἐπεὶ δὲ τοῦ παλατίου τοῦτον οἱ παῖδες πατήγαγον καὶ ἐν τῇ | |
20 | Πρώτῃ νήσῳ ἐξώρισαν, πάλιν τοῦτον εἶχε τῶν συμφορῶν πα‐ ραμύθιον καὶ τῶν θλίψεων ἀκεσώδυνον φάρμακον. ᾧ συνῆν | |
τότε καὶ Πολύευκτος μοναχὸς εὐλαβέστατος, καὶ αὐτὸς τὰ | 327 | |
328 | εἰκότα παραμυθούμενος· ὃς τοῦ πατριάρχου Θεοφυλάκτου τελευτήσαντος πατριάρχης ὑπὸ τοῦ βασιλέως Κωνσταντίνου προχειρίζεται. Ἐπεὶ δὲ πολλοῖς τρόποις ὁ θεὸς βούλεται σώζειν τὸν | |
5 | ἄνθρωπον, συνεχώρησεν καὶ τὸν βασιλέα Ῥωμανὸν συμφορᾷ ἀδοκήτῳ περιπεσεῖν, ἵνα δι’ αὐτῆς σωφρονισθεὶς καὶ τῶν οἰ‐ κείων ἐν αἰσθήσει παραπτωμάτων γενόμενος σωτηρίας ἀξιω‐ θῇ. συνεχώρει γὰρ ἐπαναστῆναι τὸν υἱὸν αὐτοῦ Στέφανον, ὥσπερ ποτὲ Ἀβεσσαλὼμ ἐπανέστη Δαυὶδ τῷ οἰκείῳ πατρί. | |
10 | συμβούλοις οὖν οὗτος πρὸς τοῦτο χρησάμενος τῷ τε ἀπὸ μο‐ ναχῶν Μαριανῷ καὶ Βασιλείῳ τῷ Πετεινῷ καὶ Μανουὴλ τῷ Κουρτίκῃ, συνειδότων αὐτῷ καὶ τῶν ἄλλων βασιλέων, τοῦτον τοῦ παλατίου κακῶς κατήγαγεν καὶ ἐν τῇ Πρώτῃ νήσῳ ἐξο‐ ρίσας ἀπέκειρεν μοναχόν. | |
15t | Αὐτοκρατορία Κωνσταντίνου. | |
16 | Ὑπελείφθη οὖν αὐτοκράτωρ Κωνσταντῖνος ὁ τούτου γαμ‐ βρός, ὃς παραυτίκα Βάρδαν τὸν τοῦ Φωκᾶ τῇ τοῦ μαγίστρου ἀξίᾳ τιμήσας, ὃς χρόνῳ πολλῷ τὴν ἐν τοῖς πολέμοις ἀνδραγα‐ θίαν πολλάκις ἐπιδειξάμενος, δομέστικον τῶν σχολῶν προχει‐ | |
20 | ρίζεται. εἶτα τὸν Βασίλειον, ᾧ ἐπίκλην Πετεινόν, πατρίκιον καὶ μέγαν ἑταιριάρχην, τὸν δὲ τοῦ γένους τῶν Ἀργυρῶν | |
Μαριανὸν τὰ μοναχικὰ ἀποδύσας πατρίκιον καὶ κόμητα τοῦ | 328 | |
329 | σταύλου πεποίηκεν, ὡσαύτως καὶ Μανουὴλ τὸν ἐπιλεγόμενον Κουρτίκην πατρίκιον καὶ δρουγγάριον τῆς βίγλας· οὕς τινας τρεῖς μετ’ οὐ πολὺν χρόνον ἡ τοῦ θεοῦ δικαία κρίσις, ὡς εἰς χριστὸν κυρίου παροινήσαντας καὶ χεῖρας ἐπιβαλόντας, τῆς | |
5 | βασιλείας ὀρεγομένους μετῆλθεν· ἐπὶ καθοσιώσει γὰρ κατα‐ ληφθέντες ἑκάτερος αὐτῶν οἰκτίστῳ θανάτῳ τὸ ζῆν ἀπέρρη‐ ξεν. τὰ δὲ περὶ αὐτῶν πλατύτερόν τε καὶ ἐπεξεργαστικώτε‐ ρον ἐν τῇ προειρημένῃ ἐπεξηγήσει ἐκθήσομαι. μετὰ δὲ τεσ‐ σαράκοντα ἡμέρας, τῇ εἰκάδι ἑβδόμῃ τοῦ Ἰανουαρίου μηνός, | |
10 | ὑποπτεύσας Κωνσταντῖνος τόν τε βασιλέα Στέφανον καὶ Κων‐ σταντῖνον τὸν ἀδελφὸν αὐτοῦ μή ποτε κατ’ αὐτοῦ τὰ ὅμοια διαπράξωνται, καὶ λογισάμενος ὅπερ ἦν εἰκός, ὅτι εἰ τοῦ ἰδίου πατρὸς οὐκ ἐφείσαντο, πῶς αὐτοῦ φείσονται; ἑστιάσας αὐτοὺς ἤδη ἐν τῇ τραπέζῃ καθεζομένους, ἔτι τῆς βρώσεως | |
15 | οὔσης ἐν τῷ στόματι αὐτῶν, ἀνήρπασαν τούτους οἵ τε λεγό‐ μενοι Τορνίκοι καὶ ὁ πατρίκιος Μαριανὸς καὶ οἱ λοιποὶ οἱ πρὸς τοῦτο εὐτρεπισμένοι, καὶ τοῦ παλατίου κατήγαγον, καὶ ἐν ταῖς πλησιαζούσαις νήσοις αὐτοὺς περιώρισαν καὶ κληρι‐ κοὺς ἀπέκειραν. μετ’ ὀλίγον οὖν αἰτησάμενοι οὗτοι τὸν ἴδιον | |
20 | πατέρα θεάσασθαι ἐν τῇ Πρώτῃ νήσῳ παρεγένοντο, καὶ τοῦ‐ τον ἐν τῷ μοναχικῷ σχήματι θεασάμενοι πένθει κατεσχέθη‐ σαν ἀφορήτῳ· οἷς ἐπιδακρύσας ὁ πατὴρ ἔφη “υἱοὺς ἐγέννη‐ | |
σα καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν.” εἰθ’ οὕτως ἐξωρί‐ | 329 | |
330 | σθησαν, ὁ μὲν Στέφανος εἰς Προικόνησον, ἀπὸ δὲ Προικονή‐ σου εἰς Ῥόδον, ἀπὸ δὲ Ῥόδου εἰς Μιτυλήνην, ὁ δὲ Κωνσταν‐ τῖνος εἰς Τένεδον, ἐκεῖθεν εἰς Σαμοθρᾴκην, ἐν ᾗ καὶ ἀνταρ‐ σίαν μελετήσας κατὰ τῶν αὐτὸν φυλασσόντων ἐσφάγη. Μιχαὴλ | |
5 | δὲ τὸν τοῦ Χριστοφόρου βασιλέως υἱόν, τὰ βασιλικὰ πέδιλα ἀφελόμενος, κληρικὸν πεποίηκεν. ὄντος δὲ τοῦ βασιλέως Ῥω‐ μανοῦ ἐν τῇ νήσῳ ὁ πατριάρχης Θεοφύλακτος καὶ Θεοφάνης ὁ πατρίκιος καὶ παρακοιμώμενος βουλὴν ἐβουλεύσαντο ὥστε πά‐ λιν τοῦτον ἐν τῷ παλατίῳ ἀγαγεῖν· ἣν καὶ αὐτῷ ἀνακοινω‐ | |
10 | σάμενοι καὶ παραπείσαντες τοῦτον ἐκαιροσκόπουν πότε τὸ πέ‐ ρας τῇ τοιαύτῃ βουλῇ ἐπιθήσουσιν. ἐπεὶ δὲ τὰ τῆς βουλῆς ἐφωράθησαν καὶ κατεμηνύθη Κωνσταντίνῳ βασιλεῖ, τοὺς συν‐ εργοὺς ταύτης ἠμύνετο· τὸν μὲν Θεοφάνην πατρίκιον ἐξώ‐ ρισεν, τὸν δὲ πρωτοσπαθάριον Γεώργιον καὶ πινκέρνην καὶ | |
15 | Θωμᾶν πριμικήριον δείρας καὶ κουρεύσας καὶ μέσον τῆς πό‐ λεως θριαμβεύσας, οὕτως ὑπερορίᾳ παρέπεμψεν. Δεκεμβρίῳ δὲ μηνί, ϛʹ ἰνδικτιῶνος, ἐπιβουλήν τινες κατὰ τοῦ βασιλέως Κωνσταντίνου ἐμελέτησαν, βουλόμενοι τὸν βασιλέα Στέφανον ἐν τῷ παλατίῳ ἐκ τῆς νήσου ἀγαγεῖν. ταύτης οὖν μηνυθεί‐ | |
20 | σης Κωνσταντίνῳ διὰ Μιχαὴλ τοῦ Διαβολίνου λεγομένου τοὺς ἐπιβούλους δαρμῷ ἀφορήτῳ ὑπέβαλεν· τοὺς μὲν τὰς ῥῖνας καὶ τὰ ὦτα ἀπέτεμεν, καὶ ὄνοις ἐγκαθίσας διὰ μέσης | |
τῆς πόλεως ἐθριάμβευσεν. πέμπτῃ δὲ καὶ δεκάτῃ Ἰουλίου | 330 | |
331 | μηνός, ἕκτης ἰνδικτιῶνος, Ῥωμανὸς ὁ βασιλεὺς ἐν τῇ νήσῳ προτελευτᾷ, καὶ τὸ σῶμα αὐτοῦ ἐν τῇ πόλει διακομισθὲν ἐν τῇ αὐτοῦ ἀπετέθη μονῇ. ἐτελειώθη ἡ τῶν νέων βασιλέων χρονογραφία, πληρωθεῖσα παρὰ | |
5 | Λέοντος γραμματικοῦ, μηνὶ Ἰουλίῳ ὀγδόῃ, ἑορτῇ τοῦ ἁγίου με‐ | |
γάλου μάρτυρος Προκοπίου, ἔτους ͵ϛφκαʹ, ἰνδικτιῶνι ἑνδεκάτῃ. | 331 |